14. Ὑδέρων σφυγμοὶ, τοῦ μὲν ἀσκίτου μικρὸς
15. καὶ πυκνότερος καὶ ὑπόσκληρος σύν τινι τάσει· τοῦ δὲ τυμπανίτου
16. μακρότερος, οὐκ ἄῤῥωστος, θάττων, πυκνὸς, ὑπόσκληρος
17. σύν τινι τάσει· τοῦ δὲ κατὰ σάρκα κυματώδης, πλατύτερος, μαλακός.
1. Ὁ ἀσκίτης ὕδερος ἐν τοῖς κατὰ τὴν γαστέρα χωρίοις
2. ἀθροίζων ὑδατώδους ὑγροῦ πλῆθος οὐκ ὀλίγον, εἰς συμπάθειαν
3. ἄγει τὰς μεγάλας ἀρτηρίας, ὡς τείνειν τε ἅμα καὶ
4. βαρύνειν καὶ καταψύχειν· τείνειν μὲν ἅμα τοῖς ἄλλοις τοῖς
5. τῇδε· βαρύνειν δὲ διὰ τὸ βάρος· ψύχειν δὲ διὰ τὴν περιττὴν
6. ὑγρότητα. διὰ μὲν δὴ τὴν τάσιν εὐλόγως τὸν
7. σφυγμὸν ποιεῖ ὑπόσκληρον σύν τινι τάσει, διὰ δὲ τήν τε
8. τῆς δυνάμεως κάκωσιν καὶ τὴν κατάψυξιν μικρότερον. εἰς
9. ὅσον δὲ μικρότερον τοῦ δέοντος εἰς τοσοῦτον καὶ πυκνότερον,
10. καὶ μᾶλλον ὅταν σὺν πυρετῷ. ὁ δὲ τυμπανίας
11. ὕδερος ἧττον μὲν βαρύνει τὰς μεγάλας ἀρτηρίας, καὶ ὅλως
12. τὴν δύναμιν, οὐχ ἧττον δὲ τείνει. διὰ τοῦτο οὖν ὑπόσκληρος
13. μὲν σύν τινι τάσει, καθάπερ ἐν τοῖς ἀσκίταις ὁ σφυγμὸς
14. γίνεται, θάττων δ’ ἐκείνων καὶ ἧττον ἄῤῥωστος, πυκνὸς
15. δὲ κατὰ τὰς αὐτὰς αἰτίας ἐκείνῳ, μακρότερος δὲ διὰ τὴν κουφότητα
16. τῶν ἐπικειμένων ταῖς ἀρτηρίαις σωμάτων. ἐδείχθη
17. γὰρ ἐν τῷ δευτέρῳ λόγῳ βραχὺς μὲν ὁ σφυγμὸς γινόμενος,
18. ἐπειδὰν τῷ βάρει τε καὶ πλήθει τῶν ἐπικειμένων τε καὶ περικειμένων
19. αὐταῖς σωμάτων θλίβωνται, μακρὸς δὲ ἐκ τῶν ἐναντίων
1. τίων αἰτίων, ὧν ἐστι κεφάλαιον ἡ κουφότης τῶν ἐπικειμένων,
2. ἣ κᾀν τοῖς τυμπανίαις γίγνεται. πνεύματος γὰρ ὑποπιμπλᾶσιν
3. ὅλον τὸ σῶμα. λοιπὸς δ’ ὁ κατὰ σάρκα τε
4. καὶ ἀνὰ σάρκα προσαγορευόμενος, ὑγρότητι πολλῇ διαβρέχων
5. ὅλην τὴν ἕξιν, ὡς τοὺς χιτῶνας τῶν ἀρτηριῶν ἐργάζεται μαλακοὺς,
6. οὕτω καὶ τοὺς σφυγμοὺς μαλακούς τε καὶ κυματώδεις
7. καὶ πλατυτέρους ἀποφαίνεται.