15. Ἰκτέρων ἄνευ πυρετοῦ μικρότερος, σκληρότερος,
16. πυκνότερος, οὐκ ἀμυδρὸς, οὐ ταχύς.
17. Ὁ τῆς ξανθῆς χολῆς χυμὸς ἔχει τι φύσει ξηραντικὸν,
18. ὥσπερ ἅλμη καὶ θάλαττα, καὶ διὰ τοῦτ’ οὖν καὶ τὸν
19. χιτῶνα τῶν ἀρτηριῶν σκληρότερον ἐργαζόμενος, ἅμα
1. αὐτῷ καὶ τὸν σφυγμὸν ἀποφαίνει σκληρότερον, εὐθὺς δὲ καὶ
2. μικρότερον, ἀδυνατούντων δηλονότι τελέως διαστέλλεσθαι
3. τῶν σκληρῶν ὀργάνων. ὥστ’ εὐλόγως εἰς ὅσον τοῦ προσήκοντος
4. γίνεται μικρότερος εἰς τοσοῦτο καὶ πυκνότερος, οὐ
5. μὴν ἀμυδρός γε. οὐ γὰρ ἄῤῥωστος ἡ δύναμις. οὐ μὴν οὐδὲ
6. ταχὺς, ὅτι χωρὶς πυρετῶν· ὡς τοῖς γε μετὰ πυρετῶν καὶ
7. ταχὺς, διὰ τὴν τῆς χρείας ἔπειξιν.