Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 4.27, ed. Kühn, 1825, vol. 9, p. 203-204. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:4.27

 

8. Τῶν δ’ ἐλλέβορον εἰληφότων ὀλίγον μὲν
9. πρὸ τῶν ἐμέτων, ἡνίκα ἂν θλίβωνται, πλατὺς, ἀραιὸς, ἀμυδρότερος,
10. βραδύτερος. ἐμούντων δὲ καὶ σπαραττομένων
11. ἀνώμαλος καὶ ἄτακτος. ἤδη δὲ βελτιόνων γινομένων τεταγμένος
12. μὲν, ἀλλ’ ἔτι ἀνώμαλος, ἧττον δὲ ἢ πρόσθεν. ἐγγὺς
13. δὲ τοῦ κατὰ φύσιν ἐλθόντων ὁμαλὸς καὶ μείζων τοῦ πρόσθεν
14. καὶ σφοδρότερος. ὅσοι δ’ ἐξ αὐτῶν συγκόπτονται καὶ σπῶνται
15. καὶ λύζουσι, μικρὸς τούτοις καὶ ἀμυδρὸς καὶ ἄτακτος καὶ
16. θάττων καὶ πυκνὸς ἄγαν. τοῖς δὲ πνιγομένοις αὐτῶν μικρὸς
1. καὶ ἀμυδρὸς καὶ ἄτακτος καὶ ἀνώμαλος, οὐ μὴν πυκνὸς,
2. οὐδὲ ταχὺς, ἀλλ’ ἔτι βραδύνειν μᾶλλον. ἐμφαίνει δέ τι καὶ
3. κυματῶδες καὶ πλατὺ καί ποτε τάσιν τινὰ τῆς ἀρτηρίας
4. βραχεῖαν.

5. Οὐδ’ ἐπὶ τῶν ἐλλέβορον εἰληφότων ἀλόγως οἱ σφυγμοὶ
6. θλιβομένων ἔτι βραδύτεροι καὶ ἀραιότεροι καὶ ἀμυδρότεροι
7. γίνονται. πάσης γὰρ θλίψεως ἦσαν οὗτοι κοινοί. τὸ δ’ ἴδιον
8. αὐτῶν ἐστιν ἡ πλατύτης, ἣν ἐκ τοῦ τὸ πνεῦμα πᾶν εἴσω
9. μετὰ τῆς θερμασίας ἕλκεσθαι συμβαίνει γίνεσθαι. τῆς μὲν
10. γὰρ πρὸς τὰ πέρατα κινουμένης δυνάμεως οἰκεῖος σφυγμὸς ὁ
11. ὑψηλὸς, τῆς δ’ ὀκλαζούσης τε καὶ ἀντισπωμένης ἐπὶ τὸ ἐντὸς
12. ὁ ταπεινός. οὗτος οὖν ἐστιν ὁ καὶ τὴν τοῦ πλάτους ἀποτελῶν
13. φαντασίαν. τὰ δ’ ἄλλα τὰ συμπίπτοντα αὐτοῖς εὔδηλα
14. τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων.

Cliquer un n° de page pour en afficher l’image