10. Ἡδονῆς δὲ μέγας καὶ ἀραιὸς καὶ βραδὺς,
11. οὐ μὴν σφοδρότητί γε διάφορος.
12. Διαχεῖται γὰρ τὸ θερμὸν τοῖς ἡδομένοις εἰς ἅπαν τὸ
13. σῶμα καὶ ἡ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ τοῖς λυπουμένοις
14. ἡ ἐντός. εὐλόγως οὖν μείζων μὲν αὐτῶν ὁ σφυγμὸς
15. γίνεται, σφοδρότερος δ’ οὐκ ἔτι. οὔτε γὰρ ἐπίκτητός τις
16. προσγίνεται διὰ τὸ πάθος οὔτ’ ἰσχυροτέρας ἐνεργείας χρεία.
17. δῆλον δ’ ὡς ἐπὶ τῆς κατὰ τὸν ἴδιον λόγον τῆς συμμέτρου ἀλλοιούσης
18. τοὺς σφυγμοὺς ἡδονῆς εἴρηται ταῦτα. πολλάκις γὰρ
19. κατὰ συμβεβηκὸς καὶ οἱ ἐναντίοι γίνονται σφυγμοὶ, τῆς
1. ἡδονῆς ἀμέτρου γινομένης, καὶ διὰ τοῦτο καταλυούσης τὴν
2. δύναμιν. ἀλλὰ τότε γε οἱ ἐπὶ καταλύσεως δυνάμεως γίνονται
3. σφυγμοί. προείρηται γὰρ ὡς τὰ σφοδρότερα τῶν παθῶν
4. καθ’ ἑαυτὰ τὴν ὅλην τῶν σφυγμῶν ἀλλοίωσιν ἐργάζεται.