11. Φόβου δὲ τοῦ μὲν ὑπογυίου καὶ σφοδροῦ
12. ταχὺς καὶ κλονώδης καὶ ἄτακτος καὶ ἀνώμαλος, τοῦ δὲ ἤδη
13. κεχρονισμένου οἷος ὁ τῆς λύπης.
14. Ὁ φόβος ἐν μὲν τῷ παραυτίκα πολλοῖς ταραχὴν τῆς
15. διανοίας ἐργαζόμενος εὐλόγως εἰς ἀνωμαλίαν τρέπει τοὺς σφυγμούς.
16. εἴρηται γὰρ ἔμπροσθεν ὑπὲρ τούτου. ἐν δὲ τῷ χρόνῳ
17. τοῖς τῆς λύπης ἐξομοιοῖ, οὐδὲ γὰρ οὐδ’ ἄλλό τι λύπης γίνεται
18. χρονίζων φόβος. ἅπασι δὲ τούτοις χρονίζουσιν, ἢ σφοδροῖς
1. ἄγαν γενομένοις οἷοι διαλυομένης τῆς δυνάμεως ἕπονται σφυγμοί.
2. καὶ γὰρ καὶ λύει τὴν δύναμιν ἅπαντα ταῦτα, συντόμως
3. μὲν ὅσα ἰσχυρὰ, χρονίως δὲ τἀναντία. τοῦτο δὲ καὶ μικρῷ
4. πρόσθεν ἐκ τῶν ἐπὶ ταῖς ἡδοναῖς λεχθέντων ἐδηλοῦτο. καὶ
5. νῦν προσγέγραπται διά τε τὸ κατὰ τὴν εἰσαγωγὴν ἐφεξῆς
6. ἐκείνων εἰρῆσθαι καὶ διὰ τὸ περὶ τῶν ὁμοίων ἁπάντων ἀποφήνασθαι
7. καθόλου προσήκειν. ἐξηγήσεως δὲ περισσοτέρας
8. οὐ δεῖται τὰ λεγόμενα, ἀλλ’ ἐπὶ τὰ συνεχῆ μεταβαίνωμεν
9. ἤδη.