14. Φλεγμονῆς σφυγμὸς ὁ μὲν κοινὸς
15. ἁπάσης οἷον ἐμπρίων ἐστὶν, ὡς δοκεῖν τὸ μέν τι διεστάλθαι
16. τῆς ἀρτηρίας, τὸ δὲ μὴ, σκληροτέρας δηλονότι φαινομένης
17. αὐτῆς. ἔχει δέ τι καὶ κλονῶδες σφυγμὸς οὗτος καὶ ταχὺς
1. μέν ἐστι καὶ πυκνὸς, οὐκ ἀεὶ δὲ μέγας. ὁ δὲ ἴδιος ἑκάστης
2. ὁ μὲν τῆς ἀρχομένης μείζων τοῦ κατὰ φύσιν καὶ σφοδρότερος
3. καὶ ὠκύτερος καὶ πυκνότερος, ὁ δ’ αὐξανομένης ἔτι ταῦτά
4. γε προσαυξάνει πάντα, καὶ σαφῶς τε ἤδη σκληρότερός ἐστι
5. καὶ κλονωδέστερος· τῆς δ’ ἀκμαζούσης σαφέστερος μὲν ἔτι καὶ
6. σκληρότερος καὶ κλονωδέστερος, μικρότερος δὲ ἢ πρόσθεν,
7. οὐ μὴν ἀμυδρότερός γε, πλὴν εἰ μὴ ὑπὲρ τὴν δύναμιν εἴη τὸ
8. πάθος. ἀλλὰ καὶ πυκνότατος γίνεται καὶ ταχύς· εἰ δ’ ἱκανῶς
9. χρονίζοι καὶ ἤδη σκληρύνοιτο σκιῤῥωδῶς, πρὸς τοῖς εἰρημένοις
10. ἰσχνότης σφυγμοῦ καὶ σκληρότης γίνεται. ταῦτ’ ἐπὶ τῆς τὸν ἐν
11. ὅλῳ τῷ ζώῳ σφυγμὸν τρεπούσης φλεγμονῆς, ἢ διὰ τὸ μέγεθος,
12. ἢ διὰ τὸ κύριον τοῦ μέρους ἐν ᾧ συνέστη. τῆς δὲ μὴ συγκινούσης
13. τὸ πᾶν ὅ γ’ ἐν τῷ φλεγμαίνοντι μέρει σφυγμὸς οἷος εἴρηται.
14. ἐπιτείνεται δὲ καὶ ἀνίεται τῶν εἰρημένων ἕκαστον ἢ παρὰ τὸ
15. ποσὸν τῆς φλεγμονῆς, ἢ παρὰ τὴν αὐτοῦ τοῦ φλεγμαίνοντος
16. ὀργάνου φύσιν. τὰ μὲν γὰρ νευρωδέστερα μέρη σκληροτέρους
17. καὶ μᾶλλον ἐμπρίοντας καὶ μικροτέρους τοὺς σφυγμοὺς ἐργάζεται,
18. τὰ δὲ φλεβωδέστερα καὶ ἀρτηριωδέστερα τοὺς ἐναντίους.
1. αὐτῶν δὲ τούτων μείζων ὁ ἐν τοῖς ἀρτηριώδεσι καὶ ῥᾳδίως
2. ἀνώμαλος καὶ ἄτακτος γενόμενος. δῆλον οὖν ἤδη καὶ ὁ τῶν
3. τὸ ἧπαρ φλεγμαινόντων σφυγμὸς, οἷος ἂν εἴη, καὶ ὁ τῶν
4. τὸν σπλῆνα καὶ ὁ τῶν τοὺς νεφροὺς, ἢ τὴν κύστιν, ἢ τὸ
5. κῶλον, ἢ τὴν γαστέρα καὶ πλευριτικῶν καὶ περιπνευμονικῶν
6. καὶ πάντων ἁπλῶς εἰπεῖν ὧν τῇ τοῦ μέρους φλεγμονῇ πυρετὸς
7. ἕπεται, πλὴν ὅσα διὰ τὴν τῶν συμπτωμάτων φύσιν,
8. τῶν τε ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς καὶ τῶν κατὰ τύχην
9. συνδραμόντων, ὡς ἂν ἕκαστον τρέπειν δύνηται. καὶ τὸν
10. σφυγμὸν ἐπὶ τοσοῦτον ἀλλοιοῦσθαι συμβήσεται, μικτῆς τροπῆς
11. ἐν αὐτῷ γινομένης τῆς τε κατὰ τὸν λόγον τῆς φλεγμονῆς
12. καὶ ἣν ἡ τοῦ τόπου φύσις, ἢ τοῦ παρόντος συμπτώματος
13. ἐργάζεται. σπασθῆναι μὲν γὰρ τοῖς τὰς φρένας φλεγμαίνουσιν
14. ἕτοιμον, πνιγῆναι δὲ τοῖς τὸν πνεύμονα, συγκοπῆναι
15. δὲ τοῖς τὸ στόμα τῆς γαστρὸς, ἀτροφῆσαι δὲ τοῖς τὸ ἧπαρ,
16. ἀπεπτῆσαι δὲ τοῖς τὴν κοιλίαν, ἐπισχεθῆναι δὲ τὰ οὖρα τοῖς
17. τοὺς νεφρούς. καὶ τὰ μὲν αἰσθητικώτερα μέρη καὶ διὰ τὰς
18. ὀδύνας τρέπει τοὺς σφυγμοὺς, τὰ δὲ ἀναισθητότερα κατὰ
1. τὴν διάθεσιν μόνην. ἐκ τούτων οὖν ἁπάντων πολυειδεῖς αἱ
2. ἀλλοιώσεις γίνονται τῶν ἐπὶ ταῖς φλεγμοναῖς σφυγμῶν. καὶ
3. ὡς χρὴ διορίζειν αὐτὰς εἴρηται μὲν ἐν ἑτέροις τελέως, εἴρηται
4. δὲ καὶ νῦν εἰς ὅσον τοῖς εἰσαγομένοις χρήσιμον.
5. Καὶ ἡ μὲν ῥῆσις ἐκ τῆς εἰσαγωγῆς αὕτη, σαφῶς ἐκδιδάσκουσα
6. τὴν ὑπὸ τῶν φλεγμονῶν γινομένην ἀλλοίωσιν ἐν
7. τοῖς σφυγμοῖς. ὅπως δὲ τὰ πρῶτα καὶ συνέχοντα τὴν γένεσιν
8. αὐτῶν αἴτια διατιθέμενα πρὸς τῆς φλεγμονῆς τὴν εἰρημένην
9. τροπὴν ἐργάζεται, λέγειν ἂν ἑπόμενον εἴη, τὴν ἀρχὴν
10. ἔνθεν ποιησαμένους. παντὶ τῷ φλεγμαίνοντι μορίῳ δύο ταῦτ’
11. ἐξ ἀνάγκης συμβέβηκε, θερμότερον τοῦ κατὰ φύσιν ὑπάρχειν
12. καὶ τετάσθαι. ταῦτ’ οὖν ἄμφω παντὶ τῷ σώματι μεταδίδωσιν,
13. ὅταν ἤτοι κύριον ὑπάρχῃ τὸ μέρος ἢ μεγάλην ἱκανῶς
14. ἔχῃ τὴν φλεγμονήν. ἀλλ’ ἡ μὲν καθ’ ὅλον τὸ ζῶον πλεονεξία
15. τῆς θερμασίας πυρετός ἐστιν, καὶ δῆλον ὡς τὴν χρείαν οὗτος
16. ἀλλοιώσει τῶν σφυγμῶν· ἡ δ’ ἐκ τοῦ φλεγμαίνοντος τάσις
17. διαδίδοται καὶ εἰς τὰς ἀρτηρίας. διὰ ταύτην μὲν δὴ σκληρότερος
18. ὁ σφυγμὸς ἔσται, καὶ μᾶλλόν γε σκληρότερος ἐπὶ τοῖς
19. νευρώδεσι μορίοις, ὅτι καὶ τείνεται ταῦτα τῶν ἄλλων μᾶλλον
1. ἐν ταῖς φλεγμοναῖς, ὡς ἂν ἤδη φύσει τεταμένα, καὶ
2. συντείνειν ἑαυτοῖς τὰ συνεχῆ μᾶλλον πέφυκεν, ὡς ἂν ἰσχυρότερα.
3. ἡ δὲ τῆς θερμασίας πλεονεξία ταχὺν ἐνεδείκνυτο καὶ
4. μείζονα κατὰ τὸν ἑαυτῆς λόγον ἐργαζομένη τὸν σφυγμόν.
5. ἐπειδὰν δὲ ἐλλείπῃ τι τῇ χρείᾳ, τηνικαῦτα ἤδη καὶ πυκνόν.
6. εὐλόγως οὖν σκληρότερος ἅπασι τοῖς ἐπὶ φλεγμονῇ πυρέττουσιν
7. ὁ σφυγμὸς γίνεται καὶ προσέτι γε διὰ τὴν δυσκρασίαν
8. τὴν ἐν ταῖς ἀρτηρίαις ἀνώμαλος κατὰ μίαν προσβολήν· καὶ
9. δῆλον ὡς ἀμφοῖν συνελθόντων τὸ εἰρημένον ὑπό τινων εἶδος
10. ἔσται τῷ σφυγμῷ, τὸ οἷον ἐμπρῖον τὴν ἁφήν. οὕτω γὰρ
11. ἀνάγκη φαντασιοῦσθαι τὸν ἁπτόμενον ὀργάνου σκληροῦ, τὴν
12. προσβολὴν ἀνώμαλον ἔχοντος. ἔστι δ’, ὡς εἴρηται, θάττων ἐπιφανῶς,
13. καὶ εἰ μὴ ἀντιβαίνοι γε ἡ σκληρότης, καὶ μείζων σαφῶς.
14. εἰ δ’ ἀντιβαίνοι κατά τι, τοσούτῳ προσλήψεται κλονώδους κινήσεως
15. ὅσῳ ἀφῃρέθη τοῦ μεγέθους. ὅτι δ’ ἐν τούτῳ καὶ πυκνότερον
16. ἔσται τοσοῦτον ὅσον οὐχ ἱκανῶς ἐπλήρωσε τὴν χρείαν ἡ
17. διαστολὴ, καὶ τοῦτο τῷ μεμνημένῳ τῶν ἐν τοῖς ἔμπροσθεν
18. ἀποδεδειγμένων πρόδηλον· ὥσπέρ γε καὶ ὅτι τοῖς ἴσοις μεγέθεσι
1. τῶν φλεγμονῶν οὐκ ἴση τῶν σφυγμῶν ἀλλοίωσις ἕπεται, ἀλλ’
2. ἐν μὲν τοῖς φλεβώδεσιν μέρεσιν αἱ φλεγμοναὶ μείζους ἐργάζονται
3. σφυγμοὺς, ἐν δὲ τοῖς νευρώδεσιν ἐλάττους, ὥσπερ καὶ σκληροτέρους
4. τε καὶ μᾶλλον ἐμπρίοντας. οὐδὲ γὰρ τούτων ἀσαφὲς
5. οὐδὲν, εἰ μνημονεύοιμεν ὅτι μειζόνως τείνεσθαι τὰς ἀρτηρίας
6. ἀναγκαῖον ὑπὸ τῶν νευρωδῶν μορίων φλεγμαινόντων.
7. τὰ δ’ ἀρτηριώδη μέρη δῆλον ὡς καὶ ταῦτα τό τε πλῆθος
8. τῆς ἐν ταῖς ἀρτηρίαις θερμασίας, ὡς ἂν θερμοτέραις οὔσαις,
9. ἐπὶ μᾶλλον παραυξήσει, καὶ διὰ τοῦτο μεγίστους ἀναγκάζει
10. γίνεσθαι τοὺς σφυγμούς. καὶ εἴ τις ἀνωμαλία συνίσταιτο
11. καθ’ ὁντιναοῦν λόγον, ἐπιφανέστερον αὐτὴν ἀποδείξει. δύο
12. γὰρ, εἴ τι μεμνήμεθα, τὰς πρώτας αἰτίας ἐδείκνυμεν ἀνωμαλίας
13. σφυγμῶν, ἀῤῥωστίαν τε τῆς κινούσης δυνάμεως τὰς ἀρτηρίας,
14. διὰ πλῆθος βαρῦνον, καὶ προσέτι τῶν ὀργάνων αὐτῶν
15. τὰς διαθέσεις, ἐμφράξεις δή τινας καὶ σφηνώσεις καὶ τάσεις
16. καὶ θλίψεις. οὐδὲν οὖν θαυμαστὸν ἀνωμάλους ἐπὶ τοῖς ἀρτηριώδεσι
17. μορίοις φλεγμαίνουσι τοὺς σφυγμοὺς ἀποτελεῖσθαι,
18. τῆς τε δυνάμεως τῆς ἐργαζομένης αὐτοὺς ῥᾷον ἐν τοῖς τοιούτοις
19. καμνούσης, αὐτῶν τε τῶν ὀργάνων κακῶς διακειμένων. τὰ δ’
1. ἄλλα τὰ εἰρημένα διὰ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου βιβλίου
2. ταῖς ἐπὶ φλεγμονῇ τροπαῖς τῶν σφυγμῶν ὑπάρχειν
3. οὐδεμιᾶς ἐξηγήσεως δεῖσθαι νομίζω. μεταβαίνειν οὖν ἤδη καιρὸς
4. ἐπί τινα τῶν ἑξῆς ῥήσεων.