5. Τῶν μὲν πλευριτικῶν ταχὺς καὶ πυκνὸς καὶ
6. οὐ λίαν μέγας. δόξειε δ’ ἂν καὶ σφοδρός. ὁ δ’ ἐστὶν οὐκ
7. ἀμυδρὸς μὲν, οὐ μὴν ἤδη καὶ σφοδρὸς, ὅσον ἐπὶ τῷ πάθει.
8. τοῦτο γὰρ ἐπὶ πάντων μεμνῆσθαι χρὴ, τὸ δεῖν ἐφ’ ἑκάστου
9. τῶν πραγμάτων, ὅσον ἐπ’ ἐκείνῳ, τὴν τροπὴν ἐξετάζειν, διορίζοντα
10. τὸ διά τι ἄλλο καὶ μὴ δι’ ἐκεῖνο συμβεβηκός. ὁ τοίνυν
11. τῶν πλευριτικῶν σφυγμὸς νευρωδεστέραν πως καὶ σκληροτέραν
12. ἐργαζόμενος τὴν ἀρτηρίαν, ὡς ἂν εἰς σφοδρότητα
13. τρέπων, ἀπατᾷ τοὺς ἀγυμνάστους, οὐ δυναμένους διακρῖναι
14. σκληρὰν πληγὴν σφοδρᾶς. οὕτω δὲ καὶ ἄλλας διαφορὰς
15. σφυγμῶν ἀδυνατοῦντες διακρίνειν οἱ πολλοὶ τάχ’ ἂν ἴσως
16. μέμψαιντο τοῖς ἐνταῦθα γεγραμμένοις, ἐξ ὧν αὐτοὶ συνιᾶσι
17. τῶν ὀρθῶς λεγόντων καταγινώσκοντες. ἀλλ’ οὐ χρὴ μηκύνειν
18. ἐν τῷ νῦν λόγῳ περὶ αὐτῶν. γέγραπται γὰρ ἡμῖν ἰδίᾳ περὶ
1. τῆς τῶν σφυγμῶν διαγνώσεως. ἀσκεῖν οὖν παρακελεύομαι τόν
2. τε λογισμὸν ἅμα καὶ τὴν ἁφὴν, ὡς ἐπ’ αὐτῶν τῶν ἔργων
3. γνωρίζειν δύνασθαι τὴν ἁφὴν τοὺς σφυγμοὺς, οὐ
4. λόγῳ διακρίνειν μόνον. ἀρχὴ δὲ τῆς ἐπὶ τῶν ἔργων τριβῆς
5. ἡ διὰ τῶν λόγων διδασκαλία. καὶ γάρ τοι καὶ τῆς πυκνότητος
6. τὸ ποσὸν οὐχ οἷόν τε ἑρμηνεῦσαι, καί τοι μεγάλην ἔχει
7. διαφορὰν ἡ ὑπερβαίνουσα τὸ εἰθισμένον μέτρον πλευρίτιδος,
8. ἢ ἐλλείπουσα. τὰς γὰρ ὑπερβολὰς εἰς περιπνευμονίαν μεθισταμένης
9. ἢ συγκοπὴν ἀπειλούσης ἀνάγκη γίνεσθαι, τὰς δ’
10. ἐνδείας εἰς καταφορὰν ἢ νεύρων τελευτᾷν βλάβην. οὕτω
11. δὲ καὶ τὸ τῆς ἀνωμαλίας εἶδος τὸ ἐμπρηστικὸν, ἴδιον οὐχ
12. ἥκιστα πλευρίτιδος ὑπάρχον, ἀνιέμενον μὲν μαλακῆς καὶ οὐχ
13. ἥκιστα πεφθησομένης, ἐπιτεινόμενον δὲ χαλεπῆς καὶ δυσπέπτου
14. γνώρισμα πλευρίτιδος. αἱ τοιαῦται σὺν ἀσθενεῖ τῇ δυνάμει
15. ὀξέως κινδυνώδεις, σὺν ἰσχυρᾷ δὲ ἢ χρονίως ἐπέφθησαν,
16. ἢ εἰς ἐμπύημα μετέπεσον, ἢ φθινώδης αὐτὰς μαρασμὸς διεδέξατο.
17. τῆς μὲν οὖν πεπτομένης ὁ σφυγμὸς πᾶσαν ἀποτίθεται
1. κατὰ βραχὺ τὴν παρὰ φύσιν τροπὴν, τῆς δ’ εἰς ἐμπύημα
2. μεταβαλλούσης οἱ τῶν ἐμπυημάτων ἴδιοι γίνονται, κατὰ
3. ταῦτα δὲ καὶ τοῖς φθινωδῶς μαρανθησομένοις οἱ τῶν
4. μαρασμῶν.
5. Αὕτη μὲν ἐκ τῆς εἰσαγωγῆς ἡ ῥῆσις, αὐτὰ τὰ φαινόμενα
6. συμπίπτειν τοῖς πλευριτικοῖς ἐκδιδάσκουσα, οὐ μὴν τὰς
7. αἰτίας ἔτι ἐκδιηγουμένη. νῦν οὖν λεγέσθωσαν. ἡ πλευρῖτις
8. τοῦ ὑπεζωκότος τὰς πλευρὰς ὑμένος ἐστὶ φλεγμονὴ, καὶ διὰ
9. τοῦτο πυρέττουσι μὲν ὀξέως, ὡς ἂν πλησίον κειμένης τῆς
10. καρδίας· ὅτι δ’ οὕτω πυρέττουσι, ταχὺς αὐτοῖς ὁ σφυγμός·
11. ὅτι δὲ καὶ νευρῶδες τὸ πεπονθὸς μόριον, ἐπιφανῶς σκληρός·
12. ἐπεὶ δὲ τοῦτο, διὰ τοῦτο καὶ μικρότερος ἢ κατὰ τὴν ἀξίαν
13. τοῦ πυρετοῦ. δεόντως οὖν καὶ πυκνὸς ἀποτελεῖται, τῆς μὲν
14. θερμασίας δεομένης μεγέθους σφυγμῶν, τῆς σκληρότητος δ’
15. οὐχ ὑπακουούσης. ἐδείχθη δ’ ἐν τοῖς ἔμπροσθεν ὅσον
16. ἂν ἐλλίπῃ τῇ χρείᾳ τὸ μέγεθος τοῦ σφυγμοῦ, τοῦτ’ ἐκ τῆς
17. πυκνότητος ἀναπληρούμενον. ἄνισος δ’ ἐπ’ αὐτῶν ἡ πυκνότης,
18. ὅτι καὶ τῶν ἐργαζομένων τὴν φλεγμονὴν χυμῶν οὐχ ἓν
19. εἶδος. εἰ μὲν οὖν χολωδέστεροι τύχοιεν ὄντες, ὅ τε πυρετὸς
1. ὀξύτερος ἂν γένοιτο καί τις ἀκολουθήσει βλάβη τῆς δυνάμεως·
2. εἰ δὲ φλεγματωδέστεροι, πρᾳότερος μὲν ὁ πυρετὸς, ἑτοιμότερος
3. δ’ εἰς καταφοράν. ἀεὶ μὲν γὰρ ἐπὶ πλευρίτισι καὶ περιπνευμονίαις
4. ἡ κεφαλὴ κακοῦται, τῶν ἐν ταῖς φλεγμοναῖς σηπομένων
5. χυμῶν ἐκδεχομένη τὴν λιγνύν. ἀλλ’ ὅταν μὲν ὁ σηπόμενος
6. χυμὸς ᾖ χολώδης, ἀτμίζων δριμὺ, καθάπερ αἰθάλην
7. τινὰ, δάκνει τοῦτο καὶ διαβιβρώσκει καὶ ἐρεθίζει τὰ κατὰ
8. τὸν ἐγκέφαλον, καὶ οὕτως εἰς παραφροσύνην ἄγει. φλεγματώδης
9. δ’ ὑπάρχων, οὐ καπνῷ δριμεῖ παραπλήσιος, ἀλλ’ ἀχλύϊ
10. τινὶ παχείᾳ καὶ θολερᾷ, καθάπερ τι νέφος ἐπὶ τὴν κεφαλὴν
11. ἀναπέμπων ὑγραίνει τε τοῦτο καὶ βαρύνει τὸν ἐγκέφαλον,
12. ἀναγκάζει τε καταφέρεσθαι, καὶ καρώδη γίνεσθαι τὸν ἄνθρωπον.
13. εὐλόγως οὖν ἡ μὲν εἰς πλείονα πυκνότητα τροπὴ τῶν
14. σφυγμῶν ἢ περιπνευμονίαν, ἢ συγκοπὴν ἐπιφέρει· περιπνευμονίαν
15. μὲν ἐπιλαμβανούσης ἀεὶ καὶ βλαπτούσης τὰ συνεχῆ
16. τῆς ἐν τῇ πλευρᾷ φλεγμονῆς, ὡς ἂν ὑπὸ θερμοῦ καὶ ζέοντος
17. καὶ ῥᾳδίως κινουμένου χυμοῦ γεγενημένης· συγκοπὴν δ’ αὖ
18. κακώσει τῆς δυνάμεως ἤτοι διὰ νεύρων βλάβην, ἢ καταφορὰν,
19. ὅταν ἐκ τῶν φλεγματωδῶν χυμῶν ἀτμιζόντων ὁ ἐγκέφαλος
1. πληρωθῇ. καὶ γὰρ αὖ καὶ οὗτος εἰ μὲν ἀπώσασθαι δυνηθείη
2. τὸ βλάπτον εἰς τὰς ἀποφύσεις, ἡ τῶν νεύρων ἀκολουθεῖ
3. κάκωσις· εἰ δ’ ἀδυνατήσειεν, ἡ καταφορά. τοῖς μὲν οὖν
4. τοιούτοις χυμοῖς ἀραιότεροι, τοῖς δ’ ἐναντίοις τοῖς χολώδεσι
5. πυκνότεροι τοῦ συνήθους μέτρου τῆς πλευρίτιδος οἱ σφυγμοὶ
6. συμπίπτουσιν. τὸ δὲ δὴ μέσον ἀμφοῖν ἐστιν ἀραιότητός τε
7. καὶ πυκνότητος ἐν πλευρίτιδι μέτρον, ὅταν αἱματικὸς ὁ τὸ
8. πάθος ἐργαζόμενος ὑπάρχῃ χυμός. οὕτω δὲ καὶ τὸ τῆς σκληρότητος
9. ὑπάρχον μέσον ἐπί γε τῷ τοιούτω χυμῷ καὶ
10. τῇ μέσῃ κατὰ τὸ μέγεθος γίνεται φλεγμονῇ. ἐπιτείνεται δ’
11. ἤτοι διὰ μέγεθος ὑπερβάλλον φλεγμονῆς, ἢ χολώδεις χυμοὺς,
12. ὥσπερ γε καὶ καθαιρεῖται διὰ τἀναντία. δῆλον δὲ ὡς καὶ τοῖς
13. σκληροῖς σφυγμοῖς ἐναργέστερον ἀκολουθήσει τὸ ἐμπρηστικὸν
14. εἶδος τῆς προσβολῆς.