15. Ἔστι δὲ τῶν ἐμπύων ὁ σφυγμὸς ἄρτι
16. μὲν ἀρχομένων οἷος ὁ τῆς ἀκμαζούσης φλεγμονῆς· αὕτη γὰρ
17. καὶ αὐτῶν τῶν ἐμπυημάτων ἐστὶν ἀρχή· ἔσθ’ ὅτε δὲ καὶ
18. ἀνώμαλος καὶ ἄτακτος, ἑκτικὸς δὲ πᾶσιν. ἤδη δὲ τοῦ πύου
19. παρακειμένου τἄλλα μὲν παραπλήσος, ἀλλ’ ὁμαλώτερος,
1. ἐν δὲ ταῖς ῥήξεσιν ἀμυδρότερος, πλατύτερος, βραδύτερος,
2. ἀραιότερος.
3. Τοὺς ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος εὐρυχωρίᾳ
4. πλῆθός τι πύου περιεχόμενον ἔχοντας ἔνιοι μὲν ἐμπύους,
5. οἱ δ’ ἐμπυϊκοὺς ὀνομάζουσι. γίνονται δὲ οὗτοι διὰ μέγεθος
6. τῆς ἐν ταῖς πλευραῖς φλεγμονῆς εἰς πῦον μεταβαλλούσης. ἔστι
7. δ’ ὅτε καὶ περιπνευμονίαις ἀκολουθοῦσι. ἤδη δὲ καὶ πάντας
8. οἷς σπλάγχνον τι φλεγμῆναν ἐξεπύησεν, ἐμπύους ὀνομάζουσιν.
9. ὁ τοίνυν προγεγραμμένος περὶ τῶν ἐμπύων λόγος ἐκ τῆς εἰσαγωγῆς
10. μάλιστα μὲν ἐπὶ τῶν πρώτων εἰρημένων, ἤδη δὲ
11. κᾀπὶ τῶν ἄλλων ἁπάντων ἀληθής. εἰς πῦον γάρτοι μεταβαλλούσης
12. τῆς φλεγμονῆς ἀναγκαῖον ἀνωμαλίαν γέ τινα καὶ
13. ἀταξίαν ἐν τοῖς σφυγμοῖς γενέσθαι, διά τε τὴν τῶν ὀργάνων
14. κάκωσιν καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν. ἐξ ἐπιμέτρου δὲ
15. προσέρχεται ἡ οἷον διαμάχη τῆς φύσεως πρὸς τὸ σύμπτωμα.
16. τὸ γὰρ ἐκ τῆς σήψεως ὑγρὸν, ὡς ἂν ἄλλοτ’ ἀλλαχόσε μεταῤῥέον
17. ἀτάκτως, ἅμα μὲν ἐμποδὼν ἵσταται ταῖς διεξόδοις τοῦ
18. πνεύματος, ἅμα δ’ ἐπεγείρει τὴν φύσιν ἀπώσασθαι τὰ λυποῦντα,
1. κᾀν τούτῳ μεγάλοι τε καὶ ὑψηλοὶ καὶ ταχεῖς οἱ
2. σφυγμοὶ γίνονται. μικρὸν ὕστερον δὲ ἤτοι καμνούσης ἐν τῇ
3. διαμάχῃ τῆς δυνάμεως ἢ κατά τι μόριον ἐμφράξεως ἰσχυροτέρας
4. γινομένης, εἰς τἀναντία μεταπίπτουσι, μέχρις ἂν ἡ ζωτικὴ
5. δύναμις ἑαυτὴν ἐπεγείρουσα πρὸς τὸ διωθεῖσθαι τράπηται τὰ
6. λυποῦντα, κᾀν τούτῳ πάλιν ὑψηλότεροι καὶ σφοδρότεροι
7. τῶν ἔμπροσθεν οἱ σφυγμοὶ ἀποτελοῦνται. συνεχοῦς οὖν τῆς
8. τοιαύτης μεταβολῆς γινομένης, ἀνωμαλία τέ τις ἐξ ἀνάγκης
9. ἐν αὐτοῖς συνίσταται καὶ ἀταξία, καὶ ταῦτα παραμένει διηνεκῶς,
10. ἄχρις ἂν ἡ ῥῆξις γένηται. διὰ τοῦτο καὶ ἑκτικὸς αὐτῶν
11. ὁ σφυγμὸς εἴρηται. δηλωτικὸν γάρ ἐστι τοῦτο τὸ ὄνομα παρὰ
12. τοῖς νεωτέροις ἰατροῖς τοῦ διὰ παντὸς μένειν αὐτὸν ὅμοιον,
13. καὶ μὴ κατὰ περιόδους οἷον καταβολάς γέ τινας ποιεῖσθαι,
14. καὶ αὖθις διαλείμματα, καθάπερ ἐν τοῖς ἄλλοις πυρετοῖς.
15. παραμένει γὰρ ὁ προειρημένος σάλος ἐν τῇ κινήσει τῶν ἀρτηριῶν,
16. ἄχρις ἂν ἡ ῥῆξις γένηται. ῥαγέντος μέντοι τοῦ διαπυΐσκοντος
17. μορίου, δῆλος ὡς τἀναντία πάντα γενήσεται.
18. καὶ χρὴ μεμνῆσθαι τῶν ἐν τῷ δευτέρῳ λόγῳ περί τε πλατέος
19. εἰρημένων καὶ ὑψηλοῦ σφυγμοῦ, καὶ μὴ περὶ πάντων ἐθέλειν
1. ἀκούειν πολλάκις. ἐπὶ γάρ τοι ταῖς ῥήξεσι τῶν ἐμπυημάτων
2. ἣ τε τάσις ἤδη τῶν ἀγγείων παύεται καὶ ἡ δύναμις ἐν τῇ διαμάχῃ
3. κέκμηκε, καὶ ἰσχνὸς ὁ ἄνθρωπος ἐξ ἀνάγκης γέγονεν. ὧν
4. συνελθόντων ὁ πλατὺς ἐγένετο σφυγμός. αὔξει δ’ αὐτοῦ
5. μάλιστα τὴν ὡς πρὸς τὴν αἴσθησιν φαντασίαν ἡ πρὶν ῥαγῆναι
6. τῶν ἀρτηριῶν εἰς ὕψος ἄνοδος. ἐκείνης γὰρ ἔτι μεμνημένοι,
7. καὶ παραμετροῦντες αὐτῇ τὰ νῦν φαινόμενα, πλατὺν
8. ἱκανῶς ἀποτελεῖσθαι τὸν σφυγμὸν ὑπολαμβάνομεν.