Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 1.2, ed. Kühn, 1825, vol. 9, p. 222-227. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:1.2

15. Μεταβάντες οὖν περὶ τῆς εἰς μικρότητα
16. τροπῆς τῶν σφυγμῶν ἐπισκεψώμεθα· τρεῖς μὲν δὴ καὶ ταύτης
17. εἰσὶν ἅπασαι διαφοραί. ἤτοι γὰρ ἐκ τοῦ κατὰ φύσιν τε καὶ συμμέτρου
18. προσαγορευομένου, ἢ ἐκ τοῦ μείζονος ἢ κατὰ τοῦτον, ἢ ἐκ
19. τοῦ μικροτέρου τὰς εἰς μικρότητα συμβαίνει γίνεσθαι διαφοράς.
1. καλεῖται δὲ ὁ μὲν μείζων τοῦ συμμέτρου μέγας ἁπλῶς, ὁ δ’ ἐλάττων
2. μικρός. ἀρξώμεθα οὖν πάλιν κᾀνταῦθα ἀπὸ τῶν κοινῶν
3. αὐτοῖς, εἶθ’ ἑξῆς ἐπὶ τὰ καθ’ ἕκαστον ἴδια μεταβῶμεν. εὐθὺς
4. γὰρ ἐν τῷ τὸ κοινὸν ἐπισκοπεῖσθαι καὶ ἡ τῆς τῶν ἰδίων εὑρέσεως
5. ὁδὸς ἐγκαλύπτεται. ὑποκείσθω δή τις σφυγμὸς ἐπί τινος
6. ἀνθρώπου μικρότερος μὲν τοῦ πρόσθεν, ἑτέραν δὲ μηδεμίαν
7. ἐσχηκὼς μεταβολὴν κατ’ ἄλλο γένος μηδέν· καὶ ζητείσθω, τίς
8. γ’ ἔμπροσθεν ἦν διάθεσις αὐτῷ, καὶ τίς νῦν ἐστιν. ἡ δὲ τῆς
9. ζητήσεως ὁδὸς ἥδε. μικρότερος ἑαυτοῦ γίνεται σφυγμὸς ἤτοι
10. τῆς δυνάμεως ἀσθενεστέρας ἀποτελεσθείσης, ἢ τῶν ὀργάνων
11. σκληροτέρων, ἢ τῆς χρείας ἐκλυθείσης. ἀλλ’ οὔθ’ ἡ δύναμις
12. ἀσθενεστέρα γέγονε νῦν, ἢ πάντως ἀμυδρότης συνῆν τῇ μικρότητι,
13. οὔτε τὸ σῶμα τῆς ἀρτηρίας σκληρότερον, οὕτω γὰρ
14. οὐ μόνον μικρότερος, ἀλλὰ καὶ σκληρότερος ἦν ὁ σφυγμός.
15. ὑπολείπεται οὖν ἡ χρεία μόνον ἠλλοιῶσθαι, καὶ εἴπερ ἀκίνητος
16. ὁ ἄνθρωπος ἐν τῷ τέως ἐγένετο, κατὰ τὸ ποσὸν τῆς
17. μεταβολῆς γεγενῆσθαι. καὶ μὲν δὴ καὶ ὡς ἐκ τοῦ μείζονος ἢ
18. κατὰ φύσιν σφυγμοῦ τὴν τοιαύτην γεγονέναι τροπὴν εὔδηλόν
1. ἐστιν τοῖς μεμνημένοις ἐν τῷ πρώτῳ τῶν δεδειγμένων περὶ
2. τῶν ἐν σφυγμοῖς αἰτίων. ἥ τε γὰρ ἐκ τοῦ κατὰ φύσιν εἰς μικρότητα
3. τροπὴ διὰ ψύξιν εὐθὺς καὶ ἀραιότερον αὐτὸν ἐργάζεται
4. καὶ βραδύτερον, ἥ τε ἐκ τοῦ μεγάλου ὑπὲρ τὸ σύμμετρον
5. ηὐξημένου καθαίρεσις τοῦ συμμέτρου εὐθὺς καὶ τοῦ τάχους
6. τι καὶ τῆς πυκνότητος προσλαμβάνει, διὰ τὸ τὸν ἐπιπλέον
7. ηὐξημένον ὑπὲρ τὸν κατὰ φύσιν ἐν τοῖς τρισὶ γένεσι μεταβάλλειν.
8. ὁ τοίνυν τοῦ μεγέθους μόνον ἀφῃρηκὼς, τἄλλα δὲ
9. φυλάττων ἄτρεπτα σφυγμὸς, ὁ βραχεῖ μείζων ἐστὶ τοῦ κατὰ
10. φύσιν. οὗτος γὰρ μόνος ἐπὶ βραχείᾳ θερμότητος αὐξήσει
11. συνίσταται. τῶν δ’ ἄλλων τῶν εἰς μέγεθος ἀλλοιουμένων οὐδεὶς
12. ἄνευ τοῦ καὶ τάχος προσλαβεῖν ἢ πυκνότητα τοιοῦτος
13. ἀποτελεῖται. ὥστε οὐδὲ καθαιρήσει τις ἄλλος πλὴν τοῦδε
14. μόνον τὸ μέγεθος. ὁ γὰρ εἰς τοῦτο μόνον αὐξηθεὶς ἐπὶ θερμότητι
15. μειώσει τοῦτο μόνον ἐπὶ ψύξει, ὁ δέ γε εἰς τοσοῦτον
16. ἀλλοιωθεὶς ὑπὸ θερμότητος ὡς μὴ τὸ μέγεθος μόνον, ἀλλὰ
17. καὶ τὸ τάχος ὑπαλλάξαι καὶ τὴν πυκνότητα, τὴν εἰς τοὔμπαλιν
18. ὁδὸν ἕξει διὰ τῶν αὐτῶν κατὰ γένος ἀλλοιώσεων,
19. ὥστε οὐ μόνον μικρότερος, ἀλλὰ καὶ βραδύτερος καὶ ἀραιότερος 
1. ἔσται τοῦ πρόσθεν. ὁμοίως δὲ καὶ ἡ ἐκ τοῦ συμμέτρου πρὸς
2. τὸν ἐλάττονα τροπὴ καὶ ἡ ἐκ τούτου πάλιν ἐπὶ τὸν ἔτι μικρότερον
3. ἀλλοίωσις εὐθέως καὶ ἀραιότερον ἑαυτοῦ καὶ βραδύτερον
4. ἐργάζεται τὸν σφυγμόν. συμμετρίαν γάρ τινα διαστολῆς
5. σφυγμὸς κέκτηται κατὰ φύσιν ἐχόντων, ἣν ἀπόλλυσι μὲν
6. ἐξ ἀνάγκης, ἄν τε θερμότερον ἄν τε ψυχρότερον ἑαυτοῦ γένηται
7. τὸ σῶμα. οὐ μὴν ὅ γε τῆς ἀπωλείας τρόπος ὁ αὐτός.
8. ἐν μὲν γὰρ τῷ θερμαίνεσθαι τὸ μέγεθος ἐναργῶς πρῶτον,
9. εἶτα τὸ τάχος, εἶθ’ ἡ πυκνότης αὐτῷ προσγίνεται. ψυχομένων
10. δ’ ἔμπαλιν ἀραιότης μὲν ἐναργὴς πρώτη, δευτέρα δὲ
11. βραδύτης, μικρότης ἐσχάτη. λέλεκται δ’ ὑπὲρ αὐτῶν ἱκανῶς
12. ἐν τῷ πρώτῳ τῶν ἐν σφυγμοῖς αἰτίων. οὔκουν ἔτι χρὴ
13. μηκύνειν περί γε τούτων, ἀλλ’ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβάντας
14. ἑξῆς τοῖς εἰρημένοις διορίζεσθαι τὰς τὴν ψύξιν ἐργασαμένας
15. αἰτίας, τοσαύτας κατὰ γένος οὔσας ὅσαι περ αἱ
16. θερμαίνουσαι. καὶ γὰρ ἀὴρ ψυχρὸς ἔξωθεν προσπεσὼν, ὥσπερ
17. οὖν καὶ ὕδωρ ψυχρὸν, ἢ λουτρὸν, ἢ φάρμακον ἐπαλειφθὲν
18. τῷ σώματι ψύχει, ἢ καὶ μακρά τις ἡσυχία καὶ οἷον
1. φωλεία ψυχρότερον ἐργάζεται τὸ σῶμα· καὶ τῶν εἴσω μεταλαμβανομένων,
2. ὅτ’ ἂν ἀναπνεόμενος ἀὴρ ψυχρὸς ὢν, καὶ
3. τροφὴ φλεγματώδης καὶ φάρμακόν τι φύσει ψυχρὸν, ὕδατός
4. τε ψυχροῦ χρῆσις ἄμετρος· ἔκ τε τῶν παθῶν τῆς ψυχῆς
5. ὁ πολυχρόνιος φόβος, ἔκ τε τῶν ἐν τῷ σώματι περιεχομένων
6. χυμῶν ὅσοι ψυχροὶ τὴν κρᾶσιν ἡσυχάζοντες πρότερον ἐκινήθησαν
7. νῦν, ἢ ὅλως ἰσχνότεροί πως ἐγένοντο τῶν θερμῶν.
8. διορίζεσθαι δ’ αὐτὰ κατὰ μέρος ἀνάλογον τοῖς εἰρημένοις
9. εἴη ἐπὶ τῶν θερμαινόντων αἰτίων. δὶς γὰρ ὑπὲρ τῶν ὁμοίων
10. λέγειν οὐκ ἀναγκαῖον. ἡ μὲν δὴ κατὰ μέγεθός τε καὶ μικρότητα
11. τροπὴ τῶν σφυγμῶν ὑπὸ τοιούτων τε καὶ τοσούτων
12. αἰτίων ἀποτελεῖται, πρὸς γοῦν τὴν φύσιν αὐτοῦ τοῦ πράγματος,
13. ἐπεὶ πρός γε τὴν ἡμετέραν διάγνωσιν ἔτ’ ἐνδεῖ, πολλάκις
14. γὰρ ἡ μὲν ἀρτηρία διαστέλλεται μέγιστον, ὅσον ὑπ’ αὐτῇ, ἀποκρύπτεται
15. δ’ ἢ κωλύεται τὸ μέγεθος τῆς διαστολῆς διὰ τὸ πλῆθος,
16. ἢ τὸ τάχος, ἢ τὴν σκληρότητα τῶν περικειμένων, ἢ προκειμένων
17. σωμάτων. αὕτη μὲν γὰρ ἡ οὐσία τῶν μεγάλων τε
18. καὶ μικρῶν σφυγμῶν κατὰ τὸν κύκλον τῆς ἀρτηρίας συνίσταται,
1. τοῦ μήκους ἴσου φυλαττομένου διὰ παντὸς, οὐ μὴν φαίνεταί
2. γ’ ἴσον, ἀλλ’ ἀποκρύπτεταί τι μέρος αὐτοῦ. καὶ λέλεκται μὲν
3. οὖν ἤδη περὶ τούτου κᾀν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτίων.
4. εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρηστὸν ἀναμνήσεως
5. ἕνεκεν.

Cliquer un n° de page pour en afficher l’image