Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 1.3, ed. Kühn, 1825, vol. 9, p. 227-244. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:1.3

6. Τῆς ἀρτηρίας τὸ μὲν ὕψος ἀναλόγως ἀεὶ
7. τῷ πλάτει διαστέλλεται. κατακρύπτεται δὲ ἢ κωλύεται πολλάκις
8. ὑπὸ τῶν περικειμένων τε καὶ προσκειμένων σωμάτων
9. ἤτοι σύμπασα ἡ κίνησις ἢ μοῖρά γέ τις αὐτῆς, καὶ τοῦτο τὸ
10. κωλυόμενον ἤτοι κατὰ τὸ βάθος μᾶλλον, ἢ κατὰ τὸ πλάτος,
11. ἢ κατὰ τὸ συναμφότερον ὡσαύτως φαίνεται. ὅταν μὲν οὖν
12. ἀδιάγνωστος ὡς πρὸς τὴν ἡμετέραν ἁφὴν ἡ κίνησις ᾖ, καθ’
13. ὅλον μὲν τὸ ζῶον συμβάντος τούτου, ὡς μηδαμόθι μηδεμίαν
14. ἀρτηρίαν φαίνεσθαι κινουμένην, ἀσφυξία τὸ πάθημα προσαγορεύεται,
15. κατὰ μὲν τὴν ἀλήθειαν οὐδέποτε ἐν ζῶντι σώματι
16. γινομένη, κινεῖται γὰρ ἡ καρδία διαπαντὸς ἅμα ταῖς
17. ἀρτηρίαις ἁπάσαις, ὡς μέντοι πρὸς τὴν ἡμετέραν ἁφὴν ἔξωθεν
18. ἐπιβαλλομένην πολλάκις εὑρισκομένη. πρόκεινται γὰρ
1. δὴ τοῦ τῶν ἀρτηριῶν σώματος πάντως μὲν ὑμένες τέ τινες
2. καὶ δέρμα, πολλαχόθι δὲ καὶ πιμελὴ καὶ σὰρξ ὑφ’ ὧν οὐ μόνον
3. ἀποκρύπτεσθαι τὸν σφυγμὸν, ἀλλὰ καὶ κωλύεσθαι συμβαίνει.
4. τελέως μὲν οὖν ἀποκρυπτομένης τῆς κινήσεως, εἰ μὲν
5. ἐν ἅπασι τοῖς μέρεσι τῶν ἀρτηριῶν ἁπασῶν τοῦτο συμβαίνῃ,
6. τὸ πάθος ἀσφυξίαν ὀνομάζουσιν, εἰ δὲ κατὰ μὲν τινὰ μέρη
7. φαίνοιτο κινούμενα, τὰ δὲ μὴ, κατὰ τὸ μῆκος ἐν τούτῳ διαφορὰν
8. ἴσχουσιν οἱ σφυγμοί. καὶ δὴ καὶ καλοῦνται μακροὶ
9. μὲν οἷς ἂν τὸ τῆς αἰσθητῆς κινήσεως μῆκος ὑπὲρ τὸ κατὰ
10. φύσιν, βραχεῖς δὲ οἷς ἂν ἔλαττον τοῦ κατὰ φύσιν, οἷς δ’
11. ἴσον τῷ κατὰ φύσιν σύμμετροι. τοσοῦτον γὰρ ἀεὶ φαίνεται
12. τῆς κινήσεως τῶν ἀρτηριῶν ὅσον ἐπιτρέπει τὰ προβεβλημένα
13. σώματα. καὶ διὰ τοῦτο τοῖς μὲν παχέσι βραχεῖς οἱ
14. σφυγμοὶ, τοῖς δ’ ἰσχνοῖς μακροὶ, καθάπερ καὶ τοῖς εὐσάρκοις
15. τε καὶ συμμέτροις σύμμετροι φαίνονται. καὶ αὐτῆς μέντοι
16. τῆς φαινομένης κινήσεως οὐκ ἀεὶ ὁμοίως κωλύεται τῷ
17. βάθει τὸ πλάτος, ἀλλ’ ἐπειδὰν μὲν αἱ κατὰ τὰ πλάγια χῶραι
18. τῶν ἀρτηριῶν ἤτοι πιμελῆς, ἢ σαρκὸς, ἢ ἀτμῶν, ἢ ὑγρῶν
1. ὦσι πλήρεις, τὸ δ’ ἐπικείμενον ἄνωθεν δέρμα καὶ μηδὲν αὐτὰς
2. βαρύνῃ, τοῦ πλάτους ἡ κίνησις ἀμαυροῦται μόνον, καὶ
3. μᾶλλον, εἰ σφοδρὸς ὁ σφυγμὸς εἴη καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ.
4. ἐπειδὰν δὲ καθαραὶ μὲν αἱ παρακείμεναι χῶραι, ῥυσσὸν
5. δ’ ᾖ τὸ ἐπικείμενον αὐταῖς δέρμα, τοῦ βάθους ἡ κίνησις ἐν
6. τῷ τοιούτῳ σώματι πλέον ἀφανίζεται, καὶ μᾶλλον, εἰ μήτε
7. σφοδρὸς εἴη ὁ σφυγμὸς καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ. ὅταν
8. οὖν εὕρῃς μακρότερον τοῦ κατὰ φύσιν σφυγμὸν, εἰ μὲν καὶ
9. τὸ πλάτος αὐτοῦ καὶ τὸ βάθος εἴη συνηυξημένον, ἐπισκέπτου
10. πότερον ὁ ἄνθρωπος ἰσχνότερος ἑαυτοῦ γέγονεν,
11. ἢ θερμότερος, ἀφωρισμένης τῆς ἐπικτήτου κινήσεως. εἰ μὲν
12. γὰρ ἰσχνότερος εἴη γεγενημένος, εἰ μὲν ἐπὶ τοσοῦτον ἐφ’
13. ὅσον καὶ ὁ σφυγμὸς μείζων, ἓν τοῦτο μόνον ἠλλοίωσεν αὐτὸν,
14. εἰ δ’ ἐπ’ ἔλαττον, οὐ μόνον τοῦτ’ ἐστὶν αἴτιον, ἀλλὰ
15. καὶ θερμότης, εἰ δ’ ἐν αὐτῷ μένοι τὰ τῆς τοῦ σώματος σχέσεως,
16. ἡ θερμότης ηὔξηται μόνον, εἰ δὲ καὶ παχύτερος εἴη γεγονὼς,
17. διπλάσιον ηὐξῆσθαι λογίζου τὴν θερμότητα. τὸ δ’
18. ὑπὸ τίνος αἰτίας ηὔξηται διορίζεσθαι τοῖς ἔμπροσθεν εἰρημένοις.
19. εἰ μέντοι μακρότερος ὁ σφυγμὸς εἴη γεγονὼς καὶ 
1. πλατύτερος, μὴ μέντοι κατὰ τὴν αὐτὴν ἀναλογίαν εἰς ὕψος
2. ηὐξημένος, ἀλλὰ διαμένων σύμμετρος, ἐπὶ τοῖς προειρημένοις
3. διορισμοῖς ἔτι καὶ τοῦτ’ ἐξαίρετον ὑπάρχειν ἀναγκαῖον αὐτῷ,
4. ῥυσσότερον γεγονέναι τὸ κατὰ τῆς ἀρτηρίας ἄνωθεν ἐπικείμενον
5. δέρμα. καὶ εἰ καταστρέφοις τὸ κῶλον, ὥσθ’ ὅπερ ἄνωθεν
6. ἦν αὐτοῦ πρότερον εἶναι νῦν κάτωθεν, οὐδὲν οὕτως ἐκκεκολοῦσθαι
7. φανεῖται τὸ βάθος. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ
8. πρῶτοι πάντων εἰσὶ γεγραμμένοι κατὰ τὸ διάγραμμα τῶν
9. ἑπτὰ καὶ εἴκοσι σφυγμῶν ἐν τῷ προτέρῳ περὶ τῆς διαφορᾶς
10. αὐτῶν, ὃ περὶ τῶν κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν ταῖς
11. τρισὶν ἅμα διαστάσεσι συνισταμένων ἐποιήσαμεν. ἑξῆς δὲ αὐτῶν
12. γέγραπται τρίτος ὁ κατὰ τὸ μῆκός τε καὶ τὸ πλάτος
13. ὑπερβάλλων τὸν κατὰ φύσιν, ἐν δὲ τῇ κατὰ βάθος διαστάσει
14. ταπεινὸς, ὃς καὶ σπανιάκις εὑρίσκεται. μεγάλως γὰρ ὑπὸ τῶν
15. ὑποκειμένων σωμάτων βαρυνομένης γίνεται τῆς ἀρτηρίας, ὅπερ
16. οὐκ ἄν ποτε συμβαίη χωρὶς τοῦ καὶ τὴν δύναμιν ἀσθενεστέραν
17. γενέσθαι καὶ τὸν χιτῶνα τῆς ἀρτηρίας ἐσχάτως μαλακὸν,
18. ὧν τὸ μὲν ἀτονώτερον τοῦ κατὰ φύσιν, τὸ δὲ μαλακὸν ἱκανῶς
19. ἐργάζεται τὸν σφυγμόν. ὥστε μετὰ μὲν τούτων γίνοιτ’ ἄν ποτε
1. μακρὸς ἅμα καὶ πλατὺς καὶ ταπεινὸς, ἄλλως δ’ οὐκ ἂν γένοιτο.
2. καὶ μὲν δὴ καὶ ὁπότε φαίνεται τοιοῦτον, οὐδὲ τότε
3. πολὺ τοῦ κατὰ φύσιν οὔτ’ ἐπὶ τὸ ταπεινότερον οὔτε ἐπὶ τὸ
4. πλατύτερον ἐξίσταται, οὐ γὰρ ἐγχωρεῖ κατὰ μὲν τὸ βάθος
5. ἐσχάτως βαρύνεσθαι τὴν ἀρτηρίαν, κατὰ δὲ τὸ πλάτος οὐδ’
6. ὅλως, ὥσπερ γε οὐδ’ ἐπὶ πλεῖστον μὲν ὕψος ἀνέρχεσθαι, παντάπασι
7. δ’ ἐστενῶσθαι. πλέον μὲν γὰρ ἐπιδίδωσιν ὕψος ὡς
8. τὰ πολλὰ, καὶ μάλισθ’ ὅταν ᾖ σφοδρὸς ὁ σφυγμὸς, οὐ μὴν
9. εἰς τοσοῦτόν γε ὡς τὸν αὐτὸν ὑψηλότατόν τε ἅμα καὶ στενώτατον
10. ὑπάρχειν. εἰ μέντοι περιστραφείη κᾀπὶ τούτου σφυγμοῦ
11. τὸ κῶλον, ὡς τὰ τέως ὑπερκείμενα μέρη νῦν ὑποκείμενα
12. γενέσθαι, καὶ ἡ κατὰ τὸ βάθος αὐτῶν διάστασις ἐπίδοσιν ἕξει
13. καὶ οὐκ ἔτι φαίνεται ταπεινός. ἀλλ’ ὥσπερ μακρὸς καὶ πλατὺς,
14. οὕτω καὶ ὑψηλὸς, ὅπερ ἐστὶ μέγας. ὁ γὰρ κατὰ τὰς
15. τρεῖς διαστάσεις αὐξηθεὶς μέγας λέγεται. διοριστέον
16. οὖν ἐπ’ αὐτῷ πρὸς τοῖς εἰρημένοις καὶ τὰ τῶν πρώτων ἁπάντων
17. εἰρημένα. προσεπισκεπτέον δὲ καὶ εἰ τοῦ πλάτους ἀφαιρεῖ
18. τι περιστρεφομένου τοῦ κώλου. γίνεται γὰρ καὶ τοῦτ’
1. ἐνίοτε, καὶ δηλοῖ πόσον ὑπὲρ τὴν τοῦ βάθους ἀναλογίαν ἔμπροσθεν
2. ἐπλατύνετο τὸ ἀγγεῖον. ὁ δ’ ἐπὶ τοῖσδε τέταρτος ὁ
3. μακρὸς ἅμα καὶ ὑψηλὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος, ὅσον
4. μὲν ἐφ’ ἑαυτοῦ πλατύς ἐστιν, ὥσπερ καὶ ὑψηλὸς, ἀλλὰ ὑπὲρ
5. τοῦ στενοχωρεῖσθαι κατὰ τὰ πλάγια κεκολοῦσθαι τὴν εἰς
6. τοῦτο κίνησιν. ὅλως γὰρ ἐπειδὰν ἤτοι τὸ πλάτος ὑπὲρ τὴν
7. τοῦ βάθους ἀναλογίαν, ἢ τὸ βάθος ὑπὲρ τὴν τοῦ πλάτους ᾖ,
8. παραποδίζεται τὸ ἕτερον αὐτῶν ἤτοι διὰ πλῆθος, ἤ πάχος,
9. ἢ σκληρότητα τῶν προκειμένων σωμάτων, ἃ μεταξὺ τῆς ἀρτηρίας
10. ἐστὶ καὶ τῆς ἐπιβαλλομένης ἁφῆς. καὶ γὰρ καὶ ἡ ῥυσσότης
11. πλέονα τὰ ἐπικείμενα σώματα ποιεῖ, κατὰ τὰς ῥυτίδας
12. ἐνδιπλοῦσα τὸ δέρμα. ὥστε καὶ ὁ τοιοῦτος σφυγμὸς ἢ
13. ὄντως μέγας ὑπάρχων ἐμποδίζεται κατὰ τὸ πλάτος, ἢ φαίνεσθαι
14. μέγας δυνάμενος ἐπὶ λεπτότητος τοῦ σώματος, ὅμως
15. οὐ φαίνεσθαι, διότι κατὰ μίαν τῶν διαστάσεων ἐστενοχώρηται.
16. ὁ δὲ πέμπτος ἐν τῷ διαγράμματι γεγραμμένος ὁ μακρότερος
17. μὲν τοῦ κατὰ φύσιν, ἐν δὲ ταῖς ἄλλαις ταῖς δύο διαστάσεσι
1. σύμμετρος, ἰσχνότερον μὲν δηλοῖ ἑαυτοῦ τὸν ἄνθρωπον
2. γεγονέναι, τὸν σφυγμὸν δὲ ὅσον ἐφ’ ἑαυτῷ μικρότερον τοῦ
3. κατὰ φύσιν. ἐπειδὴ γὰρ ὁ μακρὸς σφυγμὸς ἢ διὰ μέγεθος
4. οἰκεῖον, ἢ διὰ λεπτότητα φαίνεται τοιοῦτος, οὐ μὴν νῦν γε
5. διὰ μέγεθος ἐγένετο μακρὸς, ἦν γὰρ ἂν οὕτω καὶ ὑψηλὸς ἅμα
6. καὶ πλατὺς, ἢ πάντως γε τὸ ἕτερον αὐτῶν ἀπολείπεται διὰ
7. λεπτότητα μακρὸς γεγονέναι. ἀλλ’ ἐπεὶ τοῖς ἰσχνοτέροις τοῦ
8. κατὰ φύσιν οἱ σφυγμοὶ μείζους φαίνονται, δῆλον ὡς στενώτερός
9. τε καὶ ταπεινότερος ὁ σφυγμός ἐστι τοῦ κατὰ φύσιν
10. ὅσον ἐφ’ ἑαυτῷ· εἰ δὲ ταῦτα, καὶ μικρότερος ὅσον ἐφ’ αὑτῷ.
11. ὁ δ’ ἐφεξῆς τῷδε γεγραμμένος ἕκτος ὁ μακρὸς καὶ ταπεινὸς
12. καὶ σύμμετρος κατὰ τὸ πλάτος, διὰ τὰς προειρημένας αἰτίας
13. ἥττων τοῦ κατὰ φύσιν ὑπάρχων, ὅσον ἐφ’ ἑαυτῷ διὰ λεπτότητα
14. φαίνεται μακρός. ἀλλὰ τοῦτο μὲν αὐτῷ κοινὸν πρὸς τὸν
15. πέμπτον· ἴδιον δ’ ἐξαίρετον κεκολοῦσθαι τὸ βάθος δι’ ἣν
16. ὀλίγον ἔμπροσθεν εἶπον αἰτίαν. ἕβδομος δ’ ἦν ἐν τῷ διαγράμματι
17. σφυγμὸς μακρὸς ἅμα καὶ στενὸς καὶ ὑψηλὸς, ὃς
18. ἐφαίνετ’ ἂν ὁμοίως τῷ πάντων πρώτῳ μέγας, μὴ τὸ πλάτος
1. ἐστενοχωρεῖτο. τὰ δὲ ἄλλα καὶ περὶ τοῦδε παραπλησίως τῷ
2. πρώτῳ πάντων δεῖ διορίζεσθαι. καὶ μὲν δὴ καὶ ὅσα κατὰ
3. τὸν τρίτον εἴρηται, καὶ ταῦτ’ ἐνταῦθα προστιθέναι, τὸ μήτε
4. πολλάκις φαίνεσθαι τὸν τοιοῦτον σφυγμὸν μήθ’ ὅταν φαίνηται,
5. πλεῖστον ὅσον ὑπερβάλλειν μὲν τοῦ συμμέτρου κατὰ
6. τὸ ὕψος, ἀπολείπεσθαι δὲ κατὰ τὸ πλάτος. ὁ δ’ ἐφεξῆς
7. αὐτῷ γεγραμμένος ὄγδοος ὁ μακρὸς ἅμα καὶ στενὸς καὶ σύμμετρος
8. κατὰ τὸ βάθος ὅτι μὲν μικρός ἐστι κατὰ τὴν οἰκείαν
9. οὐσίαν, εὔδηλον ἐκ τῶν ἐπὶ τοῦ πέμπτου προειρημένων·
10. ἰσχνοῦ δὲ τοῦ σώματος γενομένου φαίνεται μακρότερος.
11. τὸ δὲ ἴδιον ἐξαίρετον αὐτῷ παρὰ τὸν πέμπτον, ἡ
12. τοῦ πλάτους στενότης, ἐστενοχωρῆσθαι κατὰ τοῦτο δηλοῦσα
13. τὴν ἀρτηρίαν. ὁ δὲ ἔννατος σφυγμὸς ὁ μακρὸς καὶ στενὸς
14. καὶ ταπεινὸς ἔτι δὴ καὶ μᾶλλον ἐνδείκνυται μικρὸς μὲν ὢν
15. ὅσον ἐφ’ ἑαυτῷ, φαινόμενος δὲ μακρὸς δι’ ἔκτηξιν τοῦ σώματος.
16. ὡς ἐπὶ τὸ πολὺ δὲ αὐτῷ σύνεστιν ἀμυδρότης καὶ
17. σκληρότης. εἰ δὲ μήτε σκληρὸς ᾖ μήτ’ ἄγαν ἀμυδρὸς, ἐπὶ καταψύξει
18. τοιοῦτος ἀποτελεῖται. οὕτως μὲν οὖν ἅπαντες οἱ εἰρημένοι
19. νῦν ἐννέα σφυγμοὶ μακρότερον ἔχουσι τὸ μῆκος τοῦ 
1. κατὰ φύσιν, ἐξαλλάττονται δὲ κατὰ τὰς λοιπὰς δύο διαστάσεις.
2. οἱ δ’ ἐφεξῆς ἐννέα σύμμετροι κατὰ τὸ μῆκος ὄντες
3. ὑπαλλάττονται κατά τε τὸ βάθος καὶ τὸ πλάτος. ὁ μὲν
4. οὖν δέκατος ὑψηλὸς ἅμα καὶ πλατὺς φαινόμενος ἐφ’ ἑνὸς
5. μὲν ἀνθρώπου τῷ συμμέτρῳ παραβαλλόμενος ἀδύνατος συστῆναι,
6. πλὴν εἴ ποτε κατὰ τὸ σπάνιον ἡ θέσις ὅλη τῆς ἀρτηρίας
7. ἐξαλλάττοιτο, πρὸς δὲ τὸν ἁπλῶς σύμμετρον εἰ παραβάλλοιτο,
8. καὶ γενέσθαι δυνατός ἐστι. καὶ αἰτία τῆς γενέσεως
9. αὐτοῦ κατὰ τὴν τῆς διαπλάσεως ἰδιότητα. σύμπτωμα γάρ
10. ἐστιν ἀρτηρίας, ἑκατέρωθεν μὲν ὑπὸ βαθείᾳ σαρκὶ κρυπτομένης,
11. κατὰ δέ τι μέσον ὀλίγον ἐκκειμένης προπετοῦς. ὁ δὲ
12. ἑνδέκατος τοῦ προγεγραμμένου παραλλάττων ἑνὶ μόνῳ, τῷ βάθος
13. ἴσον ἔχειν τῷ κατὰ φύσιν, ἐκ περιττοῦ προσερχομένην ἔχει
14. τὴν τοῦτο ταπεινοῦσαν αἰτίαν. τὰ δ’ ἄλλα τῷ δεκάτῳ ταὐτά.
15. ὁ δὲ δωδέκατος ὁ πλατὺς καὶ ταπεινὸς ἐπὶ συμμέτρῳ μήκει,
16. περιστραφέντος τοῦ κώλου γίνεται. ἤτοι γὰρ φανεῖται πάντῃ
17. σύμμετρος ἢ μέγας. εἰ μὲν οὖν πάντη σύμμετρος φαίνοιτο,
18. δηλώσει τὸ μὲν ὕψος ἔμπροσθεν ἐπ’ ὀλίγον τεθλίφθαι,
19. τὸ δὲ πλάτος ἐκτετάσθαι διὰ μαλακότητα τῆς ἀρτηρίας·
1. εἰ δὲ μέγας, ἐπὶ πλεῖστον τεθλίφθαι τὸ ὕψος. ὁ δὲ ιγ΄ ὑψηλὸς
2. ἅμα καὶ σύμμετρος ἐν ταῖς λοιπαῖς δύο διαστάσεσιν
3. ὅμοια μὲν τῷ δεκάτῳ κατά τε τὴν φυσικὴν διάπλασιν ἀποτελεῖται
4. καὶ προσέτι τὴν τῆς κατὰ φύσιν θέσεως ἀλλοίωσιν.
5. ἐκ περιττοῦ δ’ αὐτῷ πρόσεστι παρ’ ἐκεῖνον ἡ στενοχωρία τοῦ
6. πλάτους. ὁ δὲ ιδ΄ ὁ κατὰ τὰς τρεῖς διαστάσεις σύμμετρος
7. ὅτι μὲν τῷ κατὰ φύσιν ὁ αὐτὸς φαίνεται πρόδηλον· εἰ δὲ καὶ
8. ὄντως ἐστὶν ἴσος τῷ κατὰ φύσιν ἐκ τῆς τοῦ σώματος σχέσεως
9. διορίζεται. εἰ μὲν γὰρ ἰσχνότερος εἴη τοῦ κατὰ φύσιν, οὗτος ἂν
10. ὅσον ἐφ’ ἑαυτῷ μικρότερος ὢν ὁ σφυγμὸς ἴσος φαίνοιτο τῷ
11. συμμέτρῳ· εἰ δὲ παχύτερον εἴη τὸ σῶμα τοῦ κατὰ φύσιν, ὁ
12. σφυγμὸς ὅσον μὲν ἐφ’ ἑαυτῷ μέγας ἐστὶ, φαίνεται δὲ σύμμετρος
13. ὑπὸ πολυσαρκίας κολουόμενος· εἰ δὲ μήτ’ εἰς ἰσχνότητα
14. μήτ’ εἰς παχύτητα παραλλάττοι τὸ σῶμα, σύμμετρον ἐν τῷ
15. τοιῷδε τὸν σφυγμὸν ἀναγκαῖον οὐ φαίνεσθαι μόνον, ἀλλὰ
16. καὶ εἶναι. καὶ δέδεικταί γε ἡμῖν ἐν τῷ δευτέρῳ περὶ σφυγμῶν
17. διαγνώσεως ὅτι πρὸς τοῦτον οἱ ἄλλοι πάντες παραβαλλόμενοι
18. μεγάλοι καὶ μικροὶ καὶ μακροὶ καὶ βραχεῖς καὶ πλατεῖς
1. καὶ στενοὶ καὶ ὑψηλοὶ καὶ ταπεινοὶ λέγονται. ὁ δὲ πεντεκαιδέκατος
2. ὁ ταπεινὸς μὲν κατὰ τὸ βάθος, σύμμετρος δὲ ταῖς
3. λοιπαῖς δύο διαστάσεσιν, ὁ αὐτός ἐστιν τῷ προγεγραμμένῳ
4. τεσσαρεσκαιδεκάτῳ κατὰ πάντα, πλὴν ὅσα τὸ βάθος αὐτοῦ
5. τέθλιπται. ὥσθ’ ὅσα ἐπ’ ἐκείνου προείρηται, ταῦτα κᾀπὶ
6. τούτου χρὴ δοκεῖν εἰρῆσθαι. μεμνῆσθαι δὲ περὶ τῶν τοιούτων
7. ἁπάντων προσήκει, τὸ δὲ καταστρεφομένον τοῦ κώλου μηκέτι
8. φαίνεσθαι ταπεινόν. ὁ δὲ ἑκκαιδέκατος ὁ σύμμετρος μὲν ἐν
9. τῷ μήκει, στενὸς δὲ καὶ ὑψηλὸς, ἤτοι κατὰ τὴν τῆς διαπλάσεως
10. ἰδιότητα γίνεται φύσιν τοιοῦτος, ἢ κατὰ τὸ πλάτος, ἐπὶ
11. τῇ κατὰ τὰ πλάγια θλίψει τῶν ἀρτηριῶν. ὁ δὲ ιζ΄ σύμμετρος
12. μὲν κατὰ τὸ μῆκός τε καὶ βάθος, ἐν δὲ τῇ λοιπῇ διαστάσει
13. στενὸς, ὅτι μὲν στενοχωρεῖται κατὰ τὰ πλάγια πρόδηλον ἐκ
14. τῆς τοῦ βάθους συμμετρίας, τὰ δ’ ἄλλα πάντα κᾀπὶ τούτου
15. τοῖς κατὰ τὸν ιδ΄ τε καὶ πεντεκαιδέκατον ὡσαύτως ἔχει. ὁ δὲ
16. ιη΄ ὁ σύμμετρος μὲν κατὰ τὸ μῆκος, στενὸς δὲ καὶ ταπεινὸς,
17. κατὰ μὲν τὴν οἰκείαν οὐσίαν μικρός ἐστι, φαίνεται δὲ τῷ
18. μήκει σύμμετρος ἐπ’ ἰσχνότητα. συλλήβδην γὰρ εἰπεῖν ὅταν
1. ὑπὲρ τὴν τοῦ βάθους τε καὶ τοῦ πλάτους ἀναλογίαν ἐκταθῇ
2. τὸ μῆκος, ἰσχνότητα τοῦ σώματος ἐνδείκνυται, οὐ μὴν
3. ὅταν γε μειωθῇ παρὰ τὴν ἀναλογίαν τοῦ βάθους, εὐσαρκίαν
4. σημαίνει, ἀλλ’ ἤτοι φυσικήν τινα διάπλασιν ἢ θέσιν τῆς
5. ἀρτηρίας ἀνώμαλον. ὁ δὲ ιθ΄ βραχὺς καὶ πλατὺς καὶ
6. ὑψηλὸς ἤτοι φύσει φαίνεται τοιοῦτος ἐπὶ διαπλάσεως ἰδιότητα
7. ἢ κατὰ τὸ πάθος ἐν τῇ θέσει διαστρεφομένης τῆς ἀρτηρίας.
8. καὶ εἰκοστὸς δὲ κατὰ μὲν τὰς ἄλλας δύο διαστάσεις ὁ
9. αὐτὸς τῷ ιθ΄ φαινόμενος, ἐν δὲ τῷ βάθει σύμμετρος. ἐξαίρετον,
10. ὡς ἐπ’ ἐκείνου προείρηται, τὸ κεκολοῦσθαι τὸ ὕψος
11. ἔχει. ὁ δὲ κα΄ ὁ βραχὺς καὶ πλατὺς καὶ ταπεινὸς ἐπὶ τοῖς αὐτοῖς
12. αἰτίοις ἔτι κᾀκεῖνα προσλήψεται τὰ πλατὺν ἅμα καὶ
13. ταπεινὸν ἀπεργαζόμενα τὸν σφυγμόν. ὡσαύτως δὲ ὁ κβ΄ ὁ
14. βραχὺς ἅμα καὶ ὑψηλὸς καὶ σύμμετρος κατὰ τὸ πλάτος ἐπὶ
15. ταῖς αὐταῖς αἰτίαις προσλήψεται τὰ ποιοῦντα σύμμετρον ἐν
16. τῷ πλάτει καὶ ὑψηλὸν σφυγμὸν, ὥσπερ γε καὶ ὁ κγ΄ ὁ βραχὺς
17. μὲν κατὰ τὸ μῆκος, ἐν δὲ ταῖς λοιπαῖς δύο διαστάσεσι σύμμετρος,
18. εἰς τὰς αὐτὰς αἰτίας ἀναχθήσεται. ὁ δὲ κδ΄ ἐξαίρετον
1. ἐπὶ ταῖς αὐταῖς αἰτίαις προσλήψεται τὴν ταπεινοῦσαν τὸ ὕψος
2. αἰτίαν. οὕτως δὲ καὶ οἱ ἐφεξῆς δύο κατὰ τὸν αὐτὸν τρόπον εἰς
3. τὰς προειρημένας αἰτίας ἀναχθήσονται, μεμνημένων ἡμῶν ὡς
4. ἂν ἐν οἷς σφυγμοῖς ἀπολείπεται τὸ μῆκος τῆς κατὰ τὸ βάθος καὶ
5. κατὰ τὸ πλάτος ἀναλογίας, ἐν τούτοις ἤτοι φυσικῇ διαπλάσει τὴν
6. αἰτίαν ἀνατιθέναι προσῆκεν, ἢ διαστρόφῳ θέσει τῆς ἀρτηρίας.
7. εἴρηται δὲ κᾀπειδὰν ὑπερέχῃ τὸ μῆκος τῆς κατὰ τὸ πλάτος,
8. ἢ τὸ βάθος ἀναλογίας, ἤτοι κεκολοῦσθαι τὸ ἕτερον αὐτῶν
9. μόνον ὑπὸ στενοχωρίας ἢ καὶ τὸ ἕτερον ηὐξῆσθαι, καὶ ὡς
10. τὸ μὲν κεκολοῦσθαι πολλάκις συμπίπτει, τὸ δὲ ηὐξῆσθαι σπανιάκις,
11. ἐπὶ μὲν τοῦ πλάτους, ὅταν βαρύνηται τὸ ὕψος ἐπὶ
12. μαλακῷ τῷ χιτῶνι τῆς ἀρτηρίας, εὐθὺς δὲ καὶ ὡς οὐδὲ σφοδρὸς
13. ὁ τοιοῦτός ἐστι σφυγμὸς, ἐπὶ δὲ τοῦ βάθους, ὅταν στενοχωρῆται
14. μὲν τὸ πλάτος, ὁ σφυγμὸς δὲ ᾖ σφοδρός τε ἅμα
15. καὶ μέγας ὅσον ἐφ’ ἑαυτῷ. λοιπὸς δὲ ἐπὶ πᾶσιν ὁ κζ΄ ἐστὶν
16. ὁ βραχὺς καὶ στενὸς καὶ ταπεινὸς, ὅσπερ δὴ καὶ μικρός
17. ἐστιν, ἤτοι φαινόμενος τοιοῦτος ἢ κατὰ τὴν ἑαυτοῦ φύσιν
18. ὑπάρχων. ἃ γὰρ ἐπὶ τοῦ πρώτου πάντων διώρισται τοῦ
19. μεγάλου, ταῦτα κᾀπὶ τούτου διορίζεσθαι χρή. κατὰ φύσιν 
1. μὲν γὰρ ἐχούσης τοῦ σώματος τῆς σχέσεως, ὁ τοιοῦτος σφυγμὸς
2. οὐ μόνον φαίνεται μικρὸς, ἀλλὰ καὶ ὄντως ἐστί· παχυτέρας
3. δὲ γενομένης, εἰ μὲν ὅσον περ ἑαυτοῦ παχύτερος ὁ ἄνθρωπος
4. ἐγένετο, τοσούτῳ καὶ ὁ σφυγμὸς μικρότερος, εἴη ἂν
5. οὕτω γε σύμμετρος μὲν ὅσον ἐφ’ ἑαυτῷ, διὰ δὲ παχύτητα τοῦ
6. σώματος ἐλάττων τοῦ κατὰ φύσιν φαινόμενος· εἰ δὲ πλέονι
7. παχύτερος ἤπερ ὁ σφυγμὸς μικρότερος, μείζων ἂν εἴη τοῦ
8. κατὰ φύσιν ὁ τοιοῦτος σφυγμὸς ὅσον ἐφ’ ἑαυτῷ· εἰ δ’
9. ἔλαττον παχύτερος ἤπερ ὁ σφυγμὸς μικρότερος, ἐλάττων ἂν
10. εἴη τοῦ κατὰ φύσιν ὁ τοιοῦτος ὅσον ἐφ’ ἑαυτῷ. λεπτοτέρου
11. μέντοι τοῦ σώματος ὄντος ἤπερ ὁ σφυγμὸς φαίνοιτο μικρὸς,
12. ἔσται μὲν καὶ οὗτος τῇ φύσει μικρὸς, ἀλλ’ ἔλαττον φαίνεται
13. μικρὸς ἢ ὄντως ἐστίν. ἡ γὰρ ἰσχνότης τοῦ σώματος εἰς ὅσον
14. ἐξέστη τοῦ κατὰ φύσιν εἰς τοσοῦτον μέγεθος αὐτῷ προσδίδωσι
15. φαντασίαν. ἃ δ’ ἐπὶ τοῦ μικροῦ τε καὶ μεγάλου σφυγμοῦ
16. διώρισται, ταῦτα κᾀπὶ τῶν ἄλλων ἁπάντων διορίζεσθαι
17. χρὴ, γινώσκοντας ὡς κᾀκείνων ἕκαστος ἤτοι μικρὸς, ἢ μέγας,
18. ἢ σύμμετρός ἐστιν ὅσον ἐφ’ ἑαυτῷ. καὶ τρεῖς οὗτοι
19. σφυγμοὶ κατὰ τὸ ποσὸν τῆς διαστολῆς εἰσὶν ὡς πρὸς τὴν
1. φύσιν αὐτοῦ τοῦ πράγματος. φαίνονται δ’ ἑπτὰ καὶ κ΄ διὰ
2. πάχος ἢ λεπτότητα τοῦ σώματος, ἢ ῥυσσοτέρου τοῦ δέρματος,
3. ἢ στενοχωρίαν ἀνώμαλον τῶν περὶ ταῖς ἀρτηρίαις χωρίων,
4. ἢ διαπλάσεως ἰδιότητα. χρὴ τοίνυν ἕκαστον ὅστις μὴ
5. μέχρι λόγου ψιλοῦ μετέρχεται, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἔργων
6. ἀσκεῖν προαιρεῖται, μεμνημένον ἁπάντων ὧν νῦν δὴ πέπαυμαι
7. λόγων, ἐπειδὰν ἐπισκέπτηταί τινα τῶν κατὰ τὸ
8. ποσὸν τῆς διαστολῆς συνισταμένων σφυγμῶν, πρῶτον μὲν
9. ἐπισκοπεῖσθαι τίς ἐστι τῶν ἑπτὰ καὶ εἴκοσιν, εἶθ’ ἑξῆς αὐτοῦ
10. χωρίσαντα τὰς διὰ τὰ παρακείμενα σώματα γινομένας ἀλλοιώσεις
11. ἐξευρεῖν εἴτε σύμμετρός ἐστιν, εἴτε μέγας, εἴτε
12. μικρὸς, εἶθ’ ἑξῆς τὰς διαθέσεις ὑφ’ ὧν τοιοῦτος ἐγένετο.
13. διδάσκουσι γὰρ αὗται τά τε προγεγονότα καὶ τὰ μέλλοντα,
14. οἷον εὐθέως ἐπὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ, παραδείγματος
15. γὰρ ἕνεκα τὸν λόγον ἐπὶ τούτου διδάξομεν· ὅτι μέν
16. ἐστιν ὅσον ἐφ’ ἑαυτῷ μικρὸς εὔδηλον ἐκ τοῦ τὴν μὲν κατὰ
17. κύκλον αὐτοῦ μεμειῶσθαι διάστασιν, ηὐξῆσθαι δὲ τὴν κατὰ
18. μῆκος. εἰ γὰρ ὑπὸ δυοῖν αἰτίων ὁ κύκλος τῆς διαστολῆς ἐλάττων
19. φαίνεται, διά τε πολυσαρκίαν καὶ ὅτι μικρότερος ὄντως
1. ὁ σφυγμὸς ἐγένετο, νυνὶ δὲ οὔκ ἐστι πολυσαρκία, πάντως
2. γὰρ ἂν μόνον οὐδὲν ηὔξητο τοῦ μήκους, ἀλλὰ καὶ ἐμεμείωτο,
3. δῆλον ὡς κατὰ τὴν οἰκείαν οὐσίαν ὁ σφυγμὸς μικρὸς ἐγένετο.
4. ὁπότ’ οὖν κεχώρισται τὸ παρὰ τὴν τοῦ σώματος σχέσιν ἐγγινόμενον
5. αὐτῷ φάντασμα τοῦ μήκους, ἐκ τῶν μικρῶν ὑπάρχοντι
6. κατὰ τὴν ἰδίαν οὐσίαν, ἑξῆς ἐπισκεψώμεθα διὰ τίνα
7. ποτ’ αἰτίαν ἐγένετο μικρός. μέγιστον δ’ εἰς τοσοῦτον συντελεῖ
8. τὸ διαγινώσκειν δύνασθαι τὸ ποσὸν τῆς τε μικρότητος καὶ
9. τοῦ μήκους. ἤτοι γὰρ ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν ἐγένετο μικρότερος,
10. ἢ πολλῷ, ἢ ὡς ἂν εἴποι τις μετρίῳ, καὶ δὴ καὶ
11. κατὰ τὸ μῆκος ἢ ὀλίγον, ἢ μέτριον, ἢ πολὺ τῶν κατὰ φύσιν
12. ὑπερβάλλει. ἔστω δὴ τὸ ἕτερον ἐπὶ πλεῖστον μὲν εἰς μῆκος ἐκτεταμένος,
13. ἐπὶ πλεῖστον δὲ καὶ μικρότητος ἥκων, τουτέστι
14. στενὸς καὶ ταπεινός· ὁ τοιοῦτος σφυγμός ἐστι μὲν τῇ φύσει
15. πολὺ μικρότερος ἢ φαίνεται, ὑπάρχει δ’ αὐτῷ τὸ μὲν φαίνεσθαι
16. τοιοῦτος δι’ ὑπερβάλλουσαν ἰσχνότητα, τὸ δὲ εἶναι
17. φύσει μικρότερον διὰ τὰς μικροτέρας γεννώσας αἰτίας, ψύξιν,
18. ἀτονίαν, ἰσχνότητα. τίς οὖν ἐκ τούτων ἐστὶν, ἢ τίνες ποιήσασαι
19. τὸν νῦν φαινόμενον σφυγμὸν μακρὸν καὶ στενὸν καὶ
1. ταπεινόν; λέλεκται μὲν ἤδη καὶ πρόσθεν ὡς ἀχώριστόν ἐστι
2. σημεῖον τῆς μὲν σκληρότητος τῶν ἀρτηριῶν ὁ σκληρὸς σφυγμὸς,
3. τῆς δὲ ἀῤῥώστου δυνάμεως ὁ ἀμυδρὸς, ὅσπερ δὴ καὶ ἄτονός
4. τε καὶ ἄῤῥωστος ὀνομάζεται, καθάπερ γε καὶ ὁ ἐναντίος
5. αὐτῷ σφοδρὸς καὶ εὔτονος καὶ εὔρωστος. ἀλλ’ ἐπὶ τοῦ προκειμένου
6. σφυγμοῦ κᾀκεῖνο χρὴ γινώσκειν, ὡς ἐξ ἀνάγκης ἐστὶν
7. ἀμυδρός. οὐδέποτε γὰρ ἐσχάτως μικρὸς γίνεται σφυγμὸς εὐρωστούσης
8. δυνάμεως· ἡ μέντοι σκληρότης οὐκ ἐξ ἀνάγκης
9. σύνεστι. περὶ δὲ τῆς ψύξεως οὐχ ἁπλῶς εἰπεῖν ἐγχωρεῖ, ἀλλὰ
10. χρὴ πρῶτον μὲν γινώσκειν ὡς ἕτερον μέν τί ἐστι τὸ ἐψῦχθαι
11. τὴν καρδίαν ἅμα ταῖς ἀρτηρίαις, ἕτερον δὲ τὸ ψύχεσθαι, καὶ
12. ὡς τὸ μὲν ἐψῦχθαι κεκακῶσθαι τὴν δύναμίν ἐστι, τὸ δὲ ψύχεσθαι
13. τὴν χρείαν ἠλλοιῶσθαι. πάνυ δ’ ἀκριβῶς χρὴ προσέχειν
14. τῷ λεγομένῳ τὸν νοῦν, εὖ εἰδότας ὡς οὐ μόνον εἰς τὰς
15. διὰ τῶν σφυγμῶν προγνώσεις, ἀλλὰ καὶ τὰς ἄλλας σχεδὸν
16. ἁπάσας οὐδέν ἐστιν αὐτοῦ χρησιμώτερον. εἴρηται δ’ ἅπας
17. ὁ λόγος οὗτος ἐκ τοῦ γινώσκειν τὴν οὐσίαν τῆς δυνάμεως,
18. ὑπὲρ ἧς ἐν μὲν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων πραγματείᾳ
19. διὰ τὸ μηδεμίαν ἀνάγκην εἶναι παρελίπομεν εἰπεῖν,
1. ἐνταυθοῖ δὲ, πρὸς γὰρ ἐπιστήμην ἀκριβῆ τῶν λεχθησομένων
2. ἡ γνῶσις αὕτη συντελεῖ, καιρὸς εἶναί μοι δοκεῖ διελθεῖν,
3. οὔτ’ ἐνταῦθα μετὰ τῶν οἰκείων ἀποδείξεων, ἑτέρωθι
4. γὰρ εἴρηται μακρότερον, ἀλλ’ ὅσον ἐν κεφαλαίῳ ῥηθὲν εἰς τὰ
5. ἐνεστῶτα νῦν χρηστόν.

Cliquer un n° de page pour en afficher l’image