6. Ἡ οὐσία τῆς δυνάμεως ἑκάστου τῶν μορίων
7. ἐν τῇ καθ’ ἕκαστον αὐτῶν εὐκρασίᾳ τέτακται. τότε γὰρ
8. ἐπιτελεῖ τὸ ἴδιον ἔργον εὐρώστως, ὅταν εὐκρατότατον ᾖ. καὶ
9. μέντοι καὶ κακῶς ἐργάζεται δύσκρατον γενόμενον, καὶ εἰς τοσοῦτόν
10. γε κακῶς εἰς ὅσον δύσκρατον. οὕτως οὖν καὶ αὐτὸ
11. τὸ τῆς καρδίας σῶμα ψυχθὲν μὲν ἢ θερμανθεν, ἢ ὑγρανθὲν
12. ἢ ξηρανθὲν ἀμέτρως εἰς ὅσον δύσκρατον ἐγένετο, καὶ τοὺς
13. σφυγμοὺς εἰς τοσοῦτον ἀμυδροὺς ἀποτελεῖ. καὶ τοῦτο μέν
14. ἐστιν αὐτῷ βεφλάφθαι τὴν δύναμιν· τὸ δὲ ὁμιλεῖν ἤτοι τῷ
15. περιεχομένῳ κατὰ τὰς κοιλίας ἑαυτῆς αἵματι καὶ πνεύματι
16. θερμοτέρῳ πολὺ τοῦ κατὰ φύσιν, ἢ τῷ κατὰ τὸ περικάρδιον
17. σκέπασμα, ἢ τὸν πνεύμονα, ἢ καὶ αὐτῷ τῷ περικαρδίῳ καὶ
18. τῷ πνεύμονι, τὴν χρείαν ἐστὶ μόνον ὑπηλλάχθαι χωρὶς τοῦ
1. βεβλάφθαι τὴν δύναμιν. ὡσαύτως δὲ κᾀν τῷ κατεψῦχθαί τε
2. καὶ ψύχεσθαι κατὰ μὲν αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐπικρατοῦντος
3. ἐν τῇ κράσει τοῦ ψυχροῦ ψυχροῦ στοιχείου βλάβη τῆς δυνάμεως,
4. κατὰ δὲ τὸν περικάρδιον χιτῶνα καὶ τὸν πνεύμονα
5. καὶ τὸ κατὰ τὰς κοιλίας αὐτῆς αἷμα καὶ τὸ πνεῦμα τῆς
6. χρείας ἔκλυσις, αἱ δ’ ὑγρότητες καὶ ξηρότητες αἱ μὲν κατ’
7. αὐτὸ τῆς καρδίας τὸ σῶμα βλάβαι τῆς δυνάμεώς εἰσιν, αἱ
8. δὲ κατά τι τῶν ὁμιλούντων οὐκ ἐξαλλάττουσι τὴν χρείαν.
9. αἱ μὲν γὰρ εὐκρασίαι κατὰ τὰ τέτταρα γίνονται στοιχεῖα,
10. αἱ δὲ τῆς χρείας ἐπιτάσεις τε καὶ ἀνέσεις ἐν τῷ θερμῷ καὶ
11. ψυχρῷ μόνοις. ὅταν οὖν εἰς ἔσχατον ἐκλύσεως ἥκῃ τὰ τῆς
12. χρείας, ἐψυγμένων ἰσχυρῶς τῶν ὁμιλούντων τῇ καρδίᾳ σωμάτων,
13. ἀνάγκη πᾶσα καὶ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἴσχειν
14. δυσκράτως, ὅπερ ἐστὶν οὐδὲν ἄλλο τοῦ τὴν δύναμιν ἀῤῥωστοτέραν
15. γίνεσθαι. καὶ διὰ τοῦτ’ ἔλεγον ἀδύνατον εἶναι
16. τῆς ψύξεως ἁπλῶς εἰπεῖν. οὐ γὰρ ὥσπερ ἐπὶ μόνῃ καταπτώσει
17. δυνάμεως, ἢ ὀργάνων σκληρότητι μόνῃ, γίνεταί ποτε
18. μικρότερος ὁ σφυγμὸς, οὕτω καὶ διὰ κατάψυξιν μόνην, ὡς
1. εἴρηται νῦν, οὐ τῆς καταψύξεως ἀκουομένης ἐπὶ τῆς κατὰ τὴν
2. χρείαν ἐκλύσεως· οὐ γὰρ ἐνδέχεταί ποτε τὴν καρδίαν εἰς τὸ
3. καταψύχεσθαι μὲν σφοδρῶς ἀφῖχθαι, μὴ κατεψῦχθαι δὲ καὶ
4. αὐτήν. ἐναργέστατα δ’ ἂν ὃ λέγω μάθοις, εἰ πειραθείης ποτὲ
5. τῶν ἐν ὁδοιπορίαις ἀποθνησκόντων ἐπὶ κρύει καρτερῷ. πάντες
6. μὲν γὰρ εὐθέως ἅμα τῷ ψυχρὸν ἐκπνεῖν τὸν ἀέρα καὶ
7. τὸν σφυγμὸν ἴσχουσι μικρότερον, οὐ μὴν μικρότατόν γε οὐδεὶς
8. αὐτῶν ἴσχει, πρὶν εἰς ἔσχατόν γε ἀφικέσθαι καταψύξεως, ἡνίκ’
9. οὐ μόνον ἡ χρεία τέτραπται τῆς τῶν σφυγμῶν γενέσεως, ὅπερ
10. ἐξ ἀρχῆς ὑπῆρχεν αὐτοῖς, ἀλλὰ καὶ ἡ δύναμις ἀῤῥωστεῖ, μηκέτι
11. φυλαττομένης ἐν τῇ καρδίᾳ τῆς φυσικῆς εὐκρασίας. καὶ
12. ἀθρόως γε τοῦτ’ αὐτοῖς εἴωθεν ὡς τὸ πολὺ συμβαίνειν, οὐ
13. κατὰ βραχὺ, καθάπερ ἐν ἄλλαις διαθέσεσιν, ὧν ἐστι μία καὶ
14. ἡ νῦν προκειμένη, καθ’ ἣν ἅμα τε μικρὸς ὁ σφυγμὸς φαίνεται
15. καὶ στενὸς καὶ ταπεινὸς ἐν νοσήμασι χρονίοις. οἱ γὰρ οὕτω
16. διακείμενοι τὸν μὲν κίνδυνον οὐχ ἧττον ἐφεδρεύοντα τῶν ἐν
17. ὁδοιπορίαις ἔχουσιν, οὐ μὴν ἐξαίφνης γε μικρὸς αὐτοῖς ὁ
18. σφυγμὸς, ἀλλὰ κατὰ βραχὺ γίνεται μαραινομένοις· ἓν γὰρ
1. καὶ τοῦτ’ εἶδός ἐστι μαρασμοῦ τὸ πρὸς τοῦ Φιλίππου καλούμενον
2. γῆρας ἐκ νόσου. ὡς ὅ γε περιφρυγὴς μαρασμὸς οὐ διὰ
3. ψύξιν, ἀλλὰ δι’ ἀῤῥωστίαν μόνην δυνάμεως ἀσθενεῖς καὶ μικροὺς
4. ἀποτελεῖ τοὺς σφυγμούς. διορίζεται δὲ τοῦ προτέρου
5. τῷ τε τάχει τῆς κινήσεως καὶ τῇ πυκνότητι καὶ τῇ
6. σκληρότητι καὶ τῷ πυρώδει τῆς θερμότητος. ἀλλὰ περὶ μὲν
7. τούτων οὐ τοῦ νῦν ἐνεστῶτος λόγου διελθεῖν· ἐπὶ δὲ τὸ
8. προκείμενον ἐπάνειμι. ὁ μικρὸς καὶ στενὸς καὶ ταπεινὸς σφυγμὸς
9. ὁ ἐπὶ πλέον ἐξεστηκὼς τοῦ κατὰ φύσιν ἐν ταῖς τρισὶ
10. διαστάσεσιν, ἐπειδὰν μὲν ἄνευ σκληρότητος φαίνηται τοιοῦτος,
11. ὑπὸ τίνων γίνεται καὶ πόσων αἰτίων αὐτάρκως διήρηται·
12. ἐπειδὰν δὲ μετὰ σκληρότητος, εὐθὺς μὲν καὶ ταύτῃ σύνεστιν
13. ἤτοι γ’ ὁ ἀμυδρὸς σφυγμὸς ἢ ὁ μέσος ἀμυδροῦ καὶ σφοδροῦ,
14. ὁ μήτ’ ἀνατρέπων τὴν ἁφὴν μήτ’ ἀνατρεπόμενος ὑπ’ αὐτῆς,
15. μεμνημένων γε ἡμῶν ὡς καθ’ ἕτερον τρόπον οὐδείς ἐστι μέσος
16. ἀμυδροῦ καὶ σφοδροῦ· δηλοῦται δ’ ἐπικροτεῖν ἐν τῷ σώματι
17. διάθεσις ἡ σκληρὰν ἀποτελοῦσα τὴν ἀρτηρίαν. τοῦτο
18. δ’ ἐστὶν ἤτοι ξηρότης, ἢ πῆξις ὑπὸ ψύξεως, ἢ τάσις· ξηρότης
19. μὲν ἐν τοῖς καυσωδεστάτοις πυρετοῖς, ὅταν κακοήθως χρονίσωσιν,
1. καὶ μάλιστα τῷ περιφρυγεῖ μαρασμῷ καὶ τισιν εἴδεσι
2. μελαγχολικῶν τε καὶ τεταρταίων πυρετῶν· πῆξις δ’ ἐκ ψύξεως
3. ἐπί τε τοῦ ψυχροῦ πόσεσιν ἀκαίροις ἢ ἀμέτροις, ἢ λουτροῖς
4. ὁμοίοις, ἐπί τε ταῖς ψυχούσαις ὀπώραις ἀκαίροις ἢ ἀμέτροις,
5. ἢ ὅλως ὅσα τὸ ψυχρὸν φλέγμα γεννᾷν πέφυκεν ἱκανῶς, ὅν
6. περ ὑαλώδη χυμὸν ὁ Πραξαγόρας ὀνομάζειν εἴωθεν· τάσις δὲ
7. κατά γε τὰς σπασμώδεις διαθέσεις καὶ τὰς μεγάλας φλεγμονάς.
8. ἐν δὲ τοῖς σκίῤῥοις καὶ πῆξις καὶ τάσις γίνεται τῶν ἀρτηριῶν.
9. συμβαίνει δὲ τὸ τοιοῦτον ἐφ’ ἥπατι μάλιστα καὶ σπληνί. ἐπὶ
10. τούτοις γὰρ τοῖς σπλάγχνοις οἱ σφυγμοὶ σαφέστατα καὶ συνεχέστατα
11. σκληροὶ φαίνονται, μάλιστα μὲν σκιῤῥουμένοις, ἤδη
12. δὲ κᾀν ταῖς μεγάλαις φλεγμοναῖς. ἀλλὰ τὰ μὲν τοιαῦτα πάθη
13. καὶ διὰ τῆς ἁφῆς ἔστι γνωρίσαι καὶ δι’ οὔρων καὶ διαχωρημάτων
14. καὶ τοῦ χρώματος, ὅλου τε τοῦ σώματος καὶ τῆς γλώττης,
15. ἤδη δὲ καὶ διὰ τῆς ἰδέας τῶν πυρετῶν· ὅσαι δ’ ἄλλαι
16. διαθέσεις τὸν σφυγμὸν σκληρὸν ἀποτελοῦσιν, αἱ μὲν ἐξ ἁμαρτημάτων
17. προσφάτων ἐξαιφνίδιον ἴσχουσι τὴν γένεσιν, αἱ δ’
18. ἄλλαι πᾶσαι κατὰ βραχύ. τὰ δ’ ἁμαρτήματα τὰ τὰς τοιαύτας
1. ἐργαζόμενα διαθέσεις οἴνου πόσις ἄκαιρός ἐστι καὶ ψυχροῦ,
2. πολλάκις δὲ καὶ ὀπῶραι ψύχουσαι καὶ ψυχρὸν λουτρόν. διαγνώσῃ
3. δὲ τὴν μὲν ἀπ’ οἴνου βλάβην, ὅταν ἐξαιφνίδιον ὁ σφυγμὸς
4. μὴ μόνον ᾖ σκληρὸς, ἀλλὰ καὶ μείζων καὶ θάττων γένηται
5. καὶ σφοδρότερος, τὰς δὲ ἄλλας κοινῇ μὲν ἁπάσας οἴνου
6. διακρινεῖς τῷ μήτε μέγεθος αὐταῖς προσγίνεσθαι μήτε σφοδρότητα
7. μήτε τάχος, ἰδίᾳ δ’ ἑκάστην ἔστιν ὅτε μὲν ἐπιφανεστέρως,
8. ἔστιν ὅτε δὲ ἀμαυροτέρως τε καὶ στοχαστικωτέρως·
9. ἐπιφανεστέρως μὲν, ὅταν καὶ σύμπτωμά τι συμπαρέπηται τῶν
10. ὀπώραις ἕπεσθαι πεφυκότων, λέγω δὲ ἐμφύσωσιν γαστρὸς,
11. ἢ δῆξιν διαφθαρέντων, ἢ θλίψιν τινὰ κατὰ τὸν στόμαχον, ἢ
12. παραφροσύνην, ὡς ἐπὶ ταῖς οἰνώδεσιν ὀπώραις, ἢ ἔμετον, ἢ
13. διαχώρησιν ὑγροτέραν τε καὶ πλείονα. ταῦτα μέν γε οὐδὲ διὰ
14. σημείων, ἀλλ’ ἄντικρυς αὐτὴν τὴν οὐσίαν τῶν ἐδηδεσμένων
15. ἐνδείκνυται. ὅταν δὲ μήτε τούτων τι παρῇ μήτε τῶν ἀπ’
16. οἴνου σημείων, ὕδωρ ψυχρόν ἐστι τὸ τὴν βλάβην ἐργασάμενον
17. ἤτοι ποθὲν ἢ οὐ προσηκόντως ἐν αὐτῷ λουσαμένοις. εἰς δὲ
18. τὴν ἀσφαλεστέραν ἐπὶ τούτων ἁπάντων ἀπόφασιν οἱ τῶν
19. φοβουμένων τε καὶ ἀγωνιώντων σφυγμοὶ μέγιστον γνώρισμα.
1. καὶ εἰ τοῖς εἰρημένοις ἔμπροσθεν ὕστερον ἐπάγοις ἀεὶ
2. τοῦτο, ὅτι ἠτάκτησεν ἡ νόσος, βεβαιοτέραν τε καὶ θαυμασιωτέραν
3. ἐργάζεται τὴν πρόῤῥησιν, ὥστ’ ἐνίοτε τοὺς ἀκούοντας
4. ἀπιστεῖν καὶ νομίζειν οὐκ ἐκ τῶν σφυγμῶν εἰρῆσθαί τι
5. τῶν τοιούτων, ἀλλ’ ἐξαγγείλαντός τινος τῶν εἰδότων τὸ
6. πλημμεληθὲν τῷ κάμνοντι. χρὴ δὲ προαψάμενον ἀκριβῶς τῶν
7. σφυγμῶν, εἶτα τὸ φανὲν ὑπὸ τῶν σημείων ἀποφηνάμενον
8. ἅπτεσθαι πάλιν ἐπισκοπούμενον εἰ τετάρακταί πως ὁ κάμνων.
9. εἰ μὲν γὰρ ὅλως μὴ ταραχθείη, σκόπει μή τινα τῶν προειρημένων
10. γνωρισμάτων ᾒ παρέλιπες, ἢ ὀρθῶς οὐκ ἐπεσκέψω·
11. εἰ δὲ ταραχθείη καί σοι δόξειεν ἀγωνιᾷν, ἢ φοβεῖσθαι, μὴ
12. παραχρῆμα πίστευε τῷ σημείῳ, πολλάκις γὰρ οὐχ ὑπὸ τοῦ
13. συνειδέναι τοιοῦτόν τι πεποιηκόσιν ἑαυτοῖς οἱ κάμνοντες
14. ἀγωνιῶσιν, ἀλλὰ φύσει πως ὄντες εὐπτόητοι. τούτοις μὲν
15. ὀλίγον ὕστερον ὁ σφυγμὸς καθίσταται, τοῖς δὲ ὄντως ἐργασαμένοις
16. εἰς ὅσον ἂν ἀποφαίνηταί τι περὶ αὐτοῦ, εἰς τοσοῦτον
17. καὶ ὁ τοῦ φόβου σφυγμὸς ἴδιος ὑπάρχει. πάντα δὲ τὰ εἰρημένα
18. νῦν ἁμαρτήματα τῶν καμνόντων ἤτοι τὰς φλεγμονὰς,
1. ἢ τοὺς σκίῤῥους, ἢ τὰς ξηρότητας, ἢ τὰς διὰ τὴν ψύξιν πήξεις
2. τῶν σπλάγχνων ἐπιτείνοντα τὴν ἀλλοίωσιν οἵαν εἰρήκαμεν
3. ἐργάζεται· κατὰ δὲ τὴν τῶν νεύρων ἀρχὴν εἴ τι τούτων
4. ἀποτελεσθείη, τὴν σπασμώδη διάθεσιν ἐργάζεται. καλῶ
5. δ’ ἐκείνας τὰς διαθέσεις ὅσαις ἐξ ἀνάγκης πρὸ τοῦ θανάτου
6. σπασμῶδές τι γίνεται σύμπτωμα. καὶ ἀποθνήσκουσί γε οἱ
7. τοιοῦτοι πάντες ἔτι θερμοὶ, ἔμπαλιν τοῖς συγκοπτομένοις.
8. οὗτοι μὲν γὰρ ἱκανῶς ὄντες ἤδη ψυχροὶ ζῶσιν ἔτι· οἷς δ’ ἡ
9. σπασμώδης διάθεσίς ἐστιν ἐν τῇ τῶν νεύρων ἀρχῇ, νεκροὶ κείμενοι
10. παντάπασιν ἐπιπλεῖστον διαμένουσι θερμοί. εἰσὶ μὲν
11. τῶν τοιούτων ἁπάντων οἱ σφυγμοὶ τῷ γεγυμνασμένῳ τὴν
12. ἁφὴν εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ τήν τε τάσιν ἐνδεικνύμενοι
13. καὶ τὴν οἷον σπασμώδη κίνησιν ἐμφαίνοντες. εἰ δέ τισι
14. τῶν τὸν προειρημένον ἐχόντων σφυγμὸν αἱ διαχωρήσεις γένωνται
15. πολλαὶ, συμβαίνει δὲ τοῦτο μάλιστα κατὰ τοὺς σκίῤῥους
16. τοῦ ἥπατος, οὐκ ἔτι τούτοις ὁ σφυγμὸς μακρός ἐστιν,
17. ἀλλ’ ἤτοι τῷ κατὰ φύσιν ἐν τῷ μήκει παραπλήσιος ἢ καὶ
18. βραχύτερος ἔτι. καὶ μὴν καὶ τοῦτο περὶ ἁπάντων τῶν σκληρῶν
19. τε ἅμα καὶ μικρῶν σφυγμῶν ἐπίστασθαι καλὸν, ὡς κλονώδεις
1. γίνονται τάχιστα, καὶ ὡς ὅσοι γ’ οὐκ εἰσὶ κλονώδεις, ἤτοι δι’
2. ἀῤῥωστίαν τῆς ζωτικῆς δυνάμεως, ἢ δι’ ἔκλυσιν τῆς χρείας,
3. ἢ δι’ ἄμφω συνελθόντα τὴν τοιαύτην κίνησιν οὐ προλαμβάνουσιν.
4. ὡς ὅταν γε καὶ ἡ χρεία δέηται μεγάλης διαστολῆς,
5. καὶ ὁ τόνος ὁ ζωτικὸς ἐργάζεσθαι δύνηται, μόνον δ’ ἀντιλέγῃ
6. τὸ σῶμα τῆς ἀρτηρίας, ὑπὸ σκληρότητος ἀδυνατοῦν εἰς μεγάλην
7. ἐξαίρεσθαι διαστολὴν, ὁ κλόνος ἐν τῇ τοιαύτῃ καταστάσει
8. γίνεται· ἄλλως δὲ ἀμήχανον γενέσθαι κλονώδη κίνησιν ἀρτηρίας.
9. ὥστε καὶ ὁ προκείμενος σφυγμὸς ἄκλονος μὲν φαινόμενος
10. ἢ ἄῤῥωστίαν ἐσχάτην τῆς δυνάμεως, ἢ τῆς χρείας μεγίστην
11. ἔκλυσιν ἐνδείκνυται, κλονώδης δὲ γενόμενος εὐθὺς μὲν
12. καὶ τόνου τι προειληφέναι δηλοῖ τὴν δύναμιν, εὐθὺς δὲ καὶ
13. τὴν χρείαν τῆς τῶν σφυγμῶν γενέσεως οὐκ εἰς ἔσχατον ἐκλελύσθαι.
14. καὶ μὲν δὴ καὶ μικρότητος οὐκ ἐπὶ πλεῖστον ἥκει,
15. ὥσπερ ὁ προκείμενος σφυγμὸς ἥκειν ἐλέγετο. κατὰ δὲ τὸν
16. αὐτὸν τρόπον εἰ καὶ χωρὶς κλόνου μακρότερος μὲν εἴη τοῦ
17. κατὰ φύσιν ὁ σφυγμὸς, στενώτερος δὲ καὶ ταπεινότερος, οὐ
18. μὴν ἐπὶ πλεῖστόν γε καθ’ ἕκαστον αὐτῶν ἀποκεχωρηκὼς τοῦ
19. κατὰ φύσιν, ἀλλ’ ἐπ’ ὀλίγον ἐπισκέπτεσθαι προσήκει, πότερα
1. σκληρὸς ὢν οὐκ ἔτι κλονώδης, ἢ ὅλως οὐ μετέχει σκληρότητος.
2. εἰ μὲν γὰρ σκληρὸς ὢν ἄκλονος εἴη, ψύξιν, ἢ ἀῤῥωστίαν
3. δυνάμεως, ἢ τὸ συναμφότερον ἐνδείκνυται, διορίζεσθαι δ’
4. ἐκ τῶν παρεπομένων· ὅτῳ μὲν γὰρ ἐπὶ καταψύξει μόνῃ τοιοῦτος
5. ὁ σφυγμός ἐστιν, εὐθὺς καὶ βραδύτης αὐτῷ καὶ ἀραιότης
6. συνυπάρχει· ὅτῳ δ’ ἐπ’ ἀσθενείᾳ δυνάμεως, ἡ ἀμυδρότης
7. ἀχώριστος. ἀλλ’ εἰ μὲν τὰ τῆς χρείας ἄτρεπτα διεφυλάττετο,
8. τοσούτῳ τοῦ κατὰ φύσιν ὁ σφυγμὸς ἔσται θάττων τε καὶ
9. πυκνότερος ὅσον ἡ μικρότης ἐξετράπετο τοῦ συμμέτρου. εἰ
10. δ’ ὅσῳ περ ἡ δύναμις ἀῤῥωστοτέρα, τοσούτῳ καὶ ἡ τῆς χρείας
11. ἔκλυσις, ὅμοιος τῷ κατὰ φύσιν ὁ σφυγμὸς φανεῖται κατ’ ἀμφοτέρας
12. τὰς διαφορὰς καὶ οὔτε θάττων οὔτε βραδύτερος,
13. οὔτε πυκνότερος οὔτε ἀραιότερος· εἰ δὲ θάτερον
14. ὑπερέχει, κατὰ τὴν τῆς ὑπεροχῆς ἀναλογίαν, ὡς ἔμπροσθεν
15. εἴρηται. εἰ δὲ ἅμα τε σκληρὸς εἴη καὶ κλονώδης, τὰς μὲν αὐτὰς
16. ἐνδείξεται διαθέσεις ὑφ’ ὧν ἔμπροσθεν ἐλέγομεν ἀποτελεῖσθαι
17. τὸν σκληρὸν σφυγμὸν, οὐ μὴν οὔτε ἄτονον, ὡς ἐπ’
18. ἐκείνων τὴν δύναμιν, οὔτε ἐκλελύσθαι τὴν χρείαν· εἰς ὅσον δὲ
19. ἑκάτερον αὐτῶν βεβλαμμένον, ἐπὶ μὲν τῆς δυνάμεως ἡ κατὰ
1. σφοδρότητά τε καὶ ἀμυδρότητα δηλώσει διαφορὰ σὺν τῷ
2. ποσῷ τοῦ κλόνου, ἐπὶ δὲ τῆς χρείας ἡ κατὰ τάχος τε καὶ
3. πυκνότητα, κᾀνταῦθα σὺν τῷ ποσῷ τοῦ κλόνου, τὰ δ’ ἄλλα
4. ἐκ τῶν προειρημένων συντεκμαίρεσθαι· ὡσαύτως δὲ κᾂν μήτ’
5. ὀλίγῳ μήτε πολλῷ τοῦ κατὰ φύσιν ἐξίστηται κατὰ τὰς τρεῖς
6. διαφορὰς, ἀλλὰ μετρίως πως καὶ μέσως, ἐκ τῶν εἰρημένων
7. διαιρεῖσθαι. πολλάκις δ’ ἐπὶ τῶν τοιούτων σφυγμῶν, λέγω
8. δὲ τῶν ὀλίγῳ τινὶ τοῦ κατὰ φύσιν εἰς μῆκός τε καὶ στενότητα
9. καὶ ταπεινότητα τὴν μεταβολὴν ἐσχηκότων, οὐ μόνον
10. οὐδέν τι φαίνεται σκληρότητος, ἀλλὰ καὶ μαλακότης αὐτοῖς
11. σύνεστιν ἐπιφανής. καὶ γίνεται μὲν καὶ τῇδε διὰ τὰς αὐτὰς
12. κατὰ γένος αἰτίας, ἐξαλλάττεται δὲ τῷ ποσῷ καθ’ ἑκάστην.
13. εἴτε γὰρ διὰ τὴν τῆς δυνάμεως ἀσθένειαν ἐλάττων ὁ σφυγμὸς
14. ἀποτελοῖτο τοῦ συμμέτρου, μείζων ἡ βλάβη δηλοῦται τῆς δυνάμεως,
15. εἴτε διὰ τὴν τῆς χρείας ἔκλυσιν, ἐπιπλέον ἥκειν καὶ
16. ταύτην κακώσεως. εἰς ὅσον γὰρ ἡ μαλακότης τοῦ χιτῶνος
17. ἑτοιμοτέρα πρὸς τὸ μέγεθος τῆς διαστολῆς ἐστιν, εἰς τοσοῦτο
18. τὴν μικρὸν ἐργαζομένην τὸν σφυγμὸν αἰτίαν ἐπιτετάσθαι δηλώσει.
19. τῆς μὲν οὖν κατὰ τὴν δύναμιν ἀῤῥωστιᾶς τὸ ποσὸν
1. αὐτάρκως ἐδηλοῦτο διὰ τοῦ ποσοῦ τῆς ἀμυδρότητος· ἐξ
2. ἐπιμέτρου δ’ ἂν εἴη καὶ τὸ νῦν εἰρημένον. ἡ δὲ τῆς χρείας
3. ἔκλυσις εἰς ὅσον ἥκει κακώσεως ἐκ μόνων τῶν εἰρημένων
4. σημείων εὑρίσκεται, περὶ ὧν εἰρήσεταί τι καὶ διὰ τῶν
5. ἐφεξῆς, ὅταν ἐπιπλέκωμεν ἀλλήλοις τὰ γένη τῶν σφυγμῶν.
6. νυνὶ γὰρ οὐ τοῦθ’ ἡμῖν τὸ προκείμενον, ἀλλὰ περὶ τοῦ
7. κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐγχειρήσαντες λέγειν ἠναγκάσθημεν
8. ἐφάψασθαι καὶ τῶν ἄλλων. αὖθις οὖν ἐπὶ τὸ
9. προτεθὲν ἐξ ἀρχῆς ἐπανέλθωμεν, ἐπὶ τὰ λοιπὰ γένη μεταβαίνοντες.
10. οὐδὲν γὰρ οἶμαι δεῖν ἔτι τοὺς ἄλλους ὁμοίως
11. ἐπανέρχεσθαι σφυγμοὺς ἐκ τοῦ διαγράμματος, ἀλλὰ κατὰ
12. τὴν αὐτὴν μέθοδον ἣν νῦν ἐπὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ
13. ταπεινοῦ πεποιήμεθα, καὶ περὶ τῶν ἄλλων ἑκάστου διορίζεσθαι,
14. πρῶτον μὲν ἀποχωρίζοντας ὅσα διὰ τὴν τοῦ
15. σώματος σχέσιν ἐξαλλάττονται κατὰ μῆκος, ἢ πλάτος, ἢ
16. βάθος, ὡς μὴ μεγάλοι μόνον, ἢ μικροὶ φαίνεσθαι· δεύτερον
17. δὲ τὰς αἰτίας ἐπισκεπτομένους δι’ ἃς ἤτοι μείζονες
18. τοῦ κατὰ φύσιν ἢ μικρότεροι γίνονται. περὶ μὲν δὴ τοῦ
1. κατὰ τὸ ποσὸν τῆς διαστολῆς γένους τῶν σφυγμῶν αὐτάρκως
2. εἴρηται πρός γε τὰ παρόντα.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 1.4, ed. Kühn, 1825, vol. 9, p. 244-256. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩