Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 1.5, ed. Kühn, 1825, vol. 9, p. 256-262. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:1.5

3. Περὶ δὲ τῆς εἰς τάχος τε καὶ βραδύτητα
4. μεταβολῆς αὐτῶν, ὅπερ ἰδιαίτατόν ἐστι γένος αὐτῆς τῆς κινήσεως
5. τῶν ἀρτηριῶν, ἑξῆς ἂν εἴη ῥητέον. ἀρκτέον δὲ κᾀνταῦθα
6. πάλιν ἀπὸ τοῦ διαστείλασθαι τὴν ὁμωνυμίαν. λέγεται
7. δὴ ταχὺς σφυγμὸς ὁ μὲν ὡς πρὸς τὸν σύμμετρον, ὁ
8. δὲ ὡς πρὸς ὁντιναοῦν τὸν ἐπιτυχόντα. καὶ μὲν δὴ καὶ αὐτὸς
9. ὁ σύμμετρος ὁ μὲν ἁπλῶς ἐστιν ὁ κατὰ τὴν ἀρίστην δηλονότι
10. φύσιν, ὁ δὲ καθ’ ἕκαστον ἄνθρωπον ἀμέμπτως ὑγιαίνοντα.
11. κρίνεται δ’ οὗτος ἐν τῇ πρὸς τὸν ἁπλῶς σύμμετρον
12. παραβολῇ, καὶ διδάσκει τὴν κρᾶσιν ὁποία τίς ἐστιν. ὁ μὲν
13. οὖν θάττων θερμοτέραν, ὁ δὲ βραδύτερος ψυχροτέραν ἐνδείκνυται
14. τὴν κρᾶσιν. οὐ μὴν εὑρεῖν γ’ ἀκριβῶς ἔστι μόνην
15. εἰς τάχος καὶ βραδύτητα μεταβολὴν οὔτ’ ἐν τοῖς κατὰ φύσιν
16. οὔτ’ ἐν τοῖς οὐ κατὰ φύσιν ἔχουσι σώμασιν. ὁ γὰρ
17. θερμότερος τῆς ἁπλῶς συμμέτρου κράσεως εἰ θάττονα φαίνοιτο
18. τὸν σφυγμὸν ἔχων, ἐξ ἀνάγκης αὐτὸν ἔχει μείζονα,
1. ὅ τε τοῦ κατὰ φύσιν ἑαυτοῦ σφυγμὸν κατά τινα καιρὸν ἔχων
2. θάττονα καὶ μείζονα πάντως ἔχει. οὐ μὴν πυκνότερός γε
3. οὐδέτερος αὐτῶν ἐξ ἀνάγκης. ἐν γὰρ τῷ παραύξεσθαι τὴν
4. θερμασίαν ἐπὶ πλέον ἡ πυκνότης αὐτοῖς προσγίνεται. τῷ
5. τάχει τοίνυν ἐνίοτε μὲν καὶ τὸ μέγεθος, ἔστι δ’ ὅτε καὶ ἡ
6. πυκνότης σύνεστι, ὥσπερ αὖ πάλιν ἐνίοτε πυκνότης μόνον,
7. ὅταν ἀπολιπόντες τινὰ τὴν ἐνδεχομένην ἐν ἐκείνῳ τῷ καιρῷ
8. μεγίστην διαστολὴν ἔχοντα, μετὰ ταῦτ’ ἐπανελθόντες εὕρωμεν
9. ἴσον μὲν τὸ μέγεθος, ἐπιτεταμένον δὲ τὸ τάχος. ἐξ ἀνάγκης
10. γὰρ τῷ τοιούτῳ καὶ ἡ πυκνότης συνεπιτέταται. εἰ δὲ ἐκλελυμένην
11. τὴν χρείαν τῶν σφυγμῶν ἔχοντά τινα καταλιπόντες
12. ἐπανελθόντες εὕροιμεν εἰς τάχος ἐπιδεδωκότα τὸν σφυγμὸν,
13. οὐδὲ τότε μόνον εἰς τάχος ἐπέδωκεν, ἀλλὰ καὶ εἰς πυκνότητα
14. μὲν πάντως ἐγχωρεῖ καὶ εἰς μέγεθος, ἐπειδή περ ἡ τῆς χρείας
15. ἔκλυσις εἰς ἀραιότητα μὲν ἐναργέστερον, ἐφεξῆς δὲ εἰς βραδύτητα,
16. καὶ τρίτον εἰς μικρότητα τρέπει τὸν σφυγμόν. οὕτω
17. δὲ καὶ αἱ εἰς βραδύτητα μεταβολαὶ τῶν σφυγμῶν αἱ μὲν ἐκ
18. τοῦ κατὰ φύσιν εὐθὺς καὶ εἰς ἀραιότητα τρέπονται, πολλάκις
19. δὲ καὶ εἰς μικρότητα, ὅταν ἐπιπλέον ἡ χρεία μεμείωται·
1. αἱ δ’ ἐκ τῶν οὐ κατὰ φύσιν καταστάσεων αἱ μὲν ἐπὶ παρηυξημένῃ
2. τῇ χρείᾳ, πολλάκις μὲν μετὰ τῆς εἰς μικρότητα τροπῆς,
3. ἔστι δ’ ὅτε μετὰ τῆς ἀραιότητος, καί ποτε μετὰ τῆς εἰς
4. ἀμφότερα· αἱ δ’ ἐπὶ μεμειωμένῃ τῇ χρείᾳ μεταβολαὶ τῶν
5. σφυγμῶν εἰς βραδύτητα μετὰ ἀραιότητός τε καὶ μικρότητος γίνονται.
6. αὗται μὲν αἱ πρῶταί τε καὶ ἁπλούσταται τροπαὶ τῶν
7. σφυγμῶν εἰς τάχος καὶ βραδύτητα, καὶ τούτων αἰτίαι προηγούμεναί
8. τε καὶ προκατάρχουσαι κατὰ τὸν αὐτὸν τρόπον εὑρισκόμεναι
9. ταῖς ἐπὶ μεγέθους τε καὶ μικρότητος εἰρημέναις. αἱ δ’ ἐπίμικτοί
10. τε καὶ σύνθετοι τροπαὶ μετὰ σφοδρότητός τε καὶ ἀμυδρότητος
11. ἢ μαλακότητος συνίστανται. περὶ ὧν καὶ αὐτῶν ἐπισκέπτεσθαί
12. τε καὶ διορίζεσθαι προσήκει κατὰ τὴν αὐτὴν μέθοδον,
13. ἣν ἐν τῷ περὶ τοῦ μακροῦ καὶ στενοῦ καὶ ταπεινοῦ λόγῳ διήλθομεν,
14. ἕνεκα τοῦ γνῶναι διὰ τίνα τὴν αἰτίαν εἰς τάχος ἢ
15. βραδύτητα τὴν ἀλλοίωσιν ὁ σφυγμὸς ἐποιήσατο. δυνατὸν μὲν
16. γάρ ἐστιν, ὡς εἴρηται, διὰ τὴν χρείαν ἐπιταθεῖσαν εἰς τάχος
17. ἐπιδοῦναι τὸν σφυγμὸν, οὐκ ἀδύνατον δὲ καὶ διὰ τὴν μαλακότητα
18. τῆς ἀρτηρίας καὶ τὴν ἰσχὺν τῆς δυνάμεως. ἀλλ’ ὅταν
1. μὲν ἄτρεπτος ᾖ κατὰ μαλακότητα καὶ σκληρότητα καὶ σφοδρότητα
2. καὶ ἀμυδρότητα, διὰ τὴν χρείαν μόνην ᾖ ἀλλοίωσις·
3. ὅταν δὲ καὶ μετὰ τούτων τινὸς, ἐπισκέπτεσθαί τε καὶ διορίζεσθαι
4. προσήκει τὸ ἐπικρατοῦν αἴτιον, ὡς ἔμπροσθεν ἐδείκνυμεν,
5. οἷον εὐθέως εἰ μετὰ τοῦ θάττων εἶναι μαλακώτερος φαίνοιτο,
6. προσήκει σκοπεῖσθαι πότερον τοσούτῳ θάττων ὅσῳ
7. μαλακώτερος, ἢ πλέονι. εἰ μὲν γὰρ ὅσῳ περ μαλακώτερος
8. τοσούτῳ καὶ θάττων, ἐπὶ τῇ μαλακότητι μόνῃ τὴν ἀλλοίωσιν
9. ἔσχεν· εἰ δὲ πλέονι θάττων ἢ μαλακώτερος, οὐκ ἐπὶ
10. τῇ μαλακότητι μόνον, ἀλλὰ καὶ διὰ τὴν χρείαν ἐπιταθεῖσαν.
11. εἰ δ’ αὖ πλέονι μαλακώτερος ἤπερ θάττων, ὅσῳ πλέονι μαλακώτερος,
12. τοῦτ’ ἐκ τῆς κατὰ μόνην τὴν χρείαν ἐκλύσεως
13. ἀφῃρέθη. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ μετὰ τοῦ θάττων
14. γενέσθαι καὶ σφοδρότερος γένοιτο, σκεπτέον εἰ τοσούτῳ θάττων
15. ὅσῳ σφοδρότερος. οὕτω μὲν γὰρ ἂν ἡ ῥώμη μόνη τῆς
16. δυνάμεως τοῦ τάχους αἰτία εἴη. εἰ δ’ ἔλαττον σφοδρότερος
17. ἤπερ θάττων, ὅσῳ θάττων, τοῦτ’ ἐκ τῆς χρείας αὐξηθείσης
18. προσῆλθεν. εἰ δὲ πλέονι σφοδρότερος ἤπερ θάττων, οὐχ ἡ
19. ῥώμη τῆς δυνάμεως μόνον, ἀλλὰ καὶ ψύξις τις ἠλλοίωσε τοὺς 
1. σφυγμούς. εἰ δὲ θάττων τε ἅμα καὶ μαλακώτερος καὶ σφοδρότερος
2. φαίνοιτο, ἱκανῶς γεγυμνασμένου δεῖται, γνωσομένου
3. πότερον τοσούτῳ θάττων ἐστὶ τοῦ κατὰ φύσιν ὅσον
4. ἐξ ἀμφοῖν τῶν αἰτίων ἐγένετο, τῆς τε μαλακότητος καὶ τῆς
5. εὐτονίας, ἢ οὐ τοσούτῳ. εἰ μὲν γὰρ τοσούτῳ, δι’ ἐκεῖνα μόνα
6. τὴν ἀλλοίωσιν ἔσχεν· εἰ δὲ πλέονι, καὶ διὰ τὴν τῆς χρείας
7. ἐπίτασιν· εἰ δ’ ἐλάττονι, καὶ διὰ τὴν τῆς χρείας ἔκλυσιν.
8. οὕτω δὲ κᾀπὶ τῆς εἰς βραδύτητα τροπῆς τῶν σφυγμῶν
9. ἐπισκεπτέον εἴτε διὰ τὴν χρείαν μόνην ἐκλυθεῖσαν, εἴτε
10. δι’ ἀῤῥωστίαν τῆς δυνάμεως, εἴτε διὰ σκληρότητα τῶν ὀργάνων
11. ἡ ἀλλοίωσις ἐγένετο. διὰ μὲν οὖν τὴν χρείαν μόνην
12. εὔλογον ἠλλοιῶσθαι τὸν σφυγμὸν, ὅταν μήτε σκληρότερος
13. εὑρίσκηται μήτ’ ἀτονώτερος· διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως,
14. ὅταν ὅσῳ περ ἀμυδρότερος, τοσούτῳ καὶ βραδύτερος.
15. οὕτῳ δὲ καὶ διὰ τὴν σκληρότητα τῶν ὀργάνων, ἐπειδὰν
16. ὅσῳ σκληρότερος τοσούτῳ καὶ βραδύτερος. εἰ μέντοι φαίνοιτο
17. πλέονι τοῦ συμμέτρου βραδύτερος, ἐλάττονι δ’ ἀμυδρότερος,
18. ἐξ ἀτονίας τε καὶ καταψύξεως ἐγένετο τοιοῦτος. καὶ τό γε
19. δυναστεῦον ἐν αὐτῷ τῶν αἰτίων εὑρήσεις ἐκ τῆς πρὸς τὸν
1. κατὰ φύσιν τε καὶ σύμμετρον παραβολῆς. εἰ μὲν γὰρ ἡ ἀμυδρότης
2. ἀριθμοῖς εἰ τύχοι πέντε τοῦ κατὰ φύσιν ἐξίστασθαι
3. φαίνοιτο, πέντε καὶ δέκα ἀριθμοῖς ἡ βραδύτης, ἐπικρατεῖν
4. ἐν τῇ τοῦ τοιούτου σφυγμοῦ γενέσει τὸ ψυχρὸν αἴτιον, οὐ
5. τὴν ἀτονίαν τῆς δυνάμεως αἰτίαν ὑποληπτέον· εἰ δὲ πεντεκαίδεκα
6. μὲν ἀριθμοῖς ἡ βραδύτης φαίνοιτο, δέκα δ’ ἀριθμοῖς ἡ
7. ἀμυδρότης, ἡ ἀτονία πλέον ἐν τῇ τοῦ σφυγμοῦ γενέσει δύναται
8. τῆς ψυχρότητος· εἰ δ’ ἐλάττονι μὲν εἴη βραδύτερος,
9. ἀμυδρότερος δὲ πλέονι, διά τε τὴν ἀτονίαν τῆς δυνάμεως
10. καὶ προσέτι θερμότητα τοιοῦτος ἐγένετο. καὶ τό γε μέγεθος
11. ἑκατέρου τῶν αἰτίων ἐκ τῆς κατὰ τὴν ἀναλογίαν ὑπεροχῆς
12. εὑρήσεις, μεμνημένων ἡμῶν ὡς ἅπαντα ταῦτα λέγεται τῆς
13. ἐπικτήτου κινήσεως ἀφωρισμένης. ὡσαύτως δὲ κᾀπειδὰν εἰς
14. βραδύτητα τῆς τροπῆς γενομένης εὑρίσκηται τις σκληρότης,
15. ἐπισκεπτέον εἴθ’ ὑπὸ μόνης τῆς σκληρότητος ἡ ἀλλοίωσις,
16. εἴθ’ ὑπ’ ἀμφοῖν ἐγένετο. εἰ μὲν γὰρ ὅσῳ περ ὁ σφυγμὸς βραδύτερος
17. ἐγένετο τοσούτῳ καὶ σκληρότερος φαίνοιτο, διὰ
18. τὴν σκληρότητα μόνην ἡ ἀλλοίωσις, εἰ δὲ πλέονι βραδύτερος
1. ἤπερ σκληρότερος, οὐ διὰ τὴν σκληρότητα μόνην, ἀλλὰ καὶ
2. διὰ τὴν ψύξιν. εὑρήσεις δὲ κᾀνταῦθα τὸ ἰσχυρότερον
3. αἴτιον, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται. εἰ δὲ πλέονι μὲν εἴη
4. σκληρότερος, ἐλάττονι δὲ βραδύτερος, οὐ διὰ τὴν σκληρότητα
5. μόνον, ἀλλὰ καὶ διὰ τὴν θερμότητα τοιοῦτος ἐγένετο.
6. γνώσῃ δὲ κᾀνταῦθα τὸ μέγεθος ἑκατέρου τῶν αἰτίων
7. ἐκ τῆς κατὰ τὴν ἀναλογίαν ὑπεροχῆς. εἰ δὲ βραδύτερός
8. τε ἅμα καὶ σκληρότερος καὶ ἀμυδρότερος εἴη, γεγυμνασμένου
9. κᾀνταῦθα χρεία τοῦ γνωσομένου, πότερον τοσούτῳ
10. βραδύτερός ἐστι τοῦ κατὰ φύσιν ὅσον ἐξ ἀμφοῖν τῶν αἰτίων
11. ἐγένετο, τῆς ἀτονίας τε καὶ σκληρότητος, ἢ οὐ τοσούτῳ.
12. εἰ μὲν γὰρ τοσούτῳ, δι’ ἐκεῖνα μόνα τὴν ἀλλοίωσιν
13. ἔσχεν· εἰ δὲ πλέονι, καὶ διὰ τὴν τῆς χρείας ἔκλυσιν· εἰ δ’
14. ἐλάττονι, καὶ διὰ τὴν τῆς χρείας ἐπίτασιν.

Cliquer un n° de page pour en afficher l’image