Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 1.6, ed. Kühn, 1825, vol. 9, p. 262-264. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:1.6

15. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται
16. πρός γε τὰ παρόντα, βραχύ τι τὸν λόγον ἐπιστήσαντες
17. ἐνταῦθα πρὶν ἐπ’ ἄλλο τι μεταβῆναι γένος εἴπωμέν
18. τινα πρός τε τὰ προειρημένα καὶ πρὸς τὰ μέλλοντα
1. λεχθήσεσθαι χρήσιμα. τεττάρων γὰρ οὐσῶν γενικῶν διαφορῶν
2. ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν, πρώτης μὲν οἰκειοτάτης
3. τοῖς σφυγμοῖς τῆς κατὰ τὸ ποιὸν τῆς κινήσεως,
4. δευτέρας δὲ τῆς κατὰ τὸ ποσὸν τῆς διαστολῆς, ἡμεῖς καὶ
5. νῦν κᾀν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν
6. οὐ τῆς κυριωτέρας διαφορᾶς ἐμνημονεύσαμεν, ὅτι χαλεπωτέραν
7. ἔχει τὴν διάγνωσιν, ἀλλὰ τῆς τοῖς εἰσαγομένοις
8. διαγνωσθῆναι σαφεστέρας καὶ διὰ τοῦτο καὶ δηλῶσαί τι
9. χρησιμωτέρας. ὑπάρχει δ’ αὐτῇ καὶ τοῦτ’ ἴδιον ἐξαίρετον,
10. ὅπερ οὐδεμιᾷ τῶν ἄλλων, τὸ φαίνεσθαι μὲν ἑπτὰ καὶ εἴκοσι
11. διαφορὰς σφυγμῶν ἐν αὐτῇ, κατ’ ἀλήθειαν δ’ εἶναι
12. τρεῖς. ἐν γὰρ τοῖς ἄλλοις ἅπασι γένεσιν ὅσαι πέρ εἰσιν
13. αἱ διαφοραὶ φύσει, τοσαῦται καὶ φαίνονται. λοιπὰ δὲ
14. ἄλλα δύο γένη σφυγμῶν ἐστι κατὰ τὴν διαστολὴν, τὸ μὲν
15. ἕτερον ἐνδεικτικὸν τῆς δυνάμεως, τὸ δὲ ἕτερον τοῦ χιτῶνος
16. τῆς ἀρτηρίας, ἔσχατόν τε καὶ ὡς ἂν φαίη τις οὐκ οἰκεῖον
17. οὐδὲ συγγενὲς, ἀλλ’ ἐπίκτητον γένος σφυγμῶν. ὑπάρχει δὲ
18. τοῖς μὲν δύο τούτοις γένεσιν ἀεὶ τὴν αἰτίαν ὑφ’ ἧς γίνεται
1. σαφῶς ἐνδείκνυσθαι, τοῖς δ’ ἄλλοις δύο τοῖς προειρημένοις
2. οὐκ ἀκί. καὶ γὰρ καὶ συμβέβηκε τοῖς μὲν δύο τοῖς ὑστέροις
3. γένεσιν ὑπὸ μιᾶς αἰτίας ἑκάτερον δημιουργεῖσθαι, τοῖς
4. πρώτοις δὲ δύο πρὸς ἁπασῶν τῶν αἰτιῶν, ἃς τρεῖς εἶναι
5. πολλάκις ἐδείξαμεν. ὅθεν καὶ χαλεπώτερος ἐπὶ τῶν πρώτων
6. δύο γενῶν ὁ λόγος ἐστὶν καὶ διορισμῶν χρῄζων πλειόνων
7. εἰς τὴν τῆς αἰτίας εὕρεσιν. ἐπὶ δὲ τῶν ὑπολοίπων δυοῖν
8. τό τε γένος τῆς αἰτίας ἓν καθ’ ἑκάτερον ἥ τε τοῦ ποσοῦ
9. διάγνωσις ἀφωρισμένη.

Cliquer un n° de page pour en afficher l’image