10. Σφοδρὸς μὲν ὁ σφυγμὸς ὑπὸ ῥώμης ἀεὶ
11. γίνεται δυνάμεως, καὶ ὅσῳ γε σφοδρότερος τοσούτῳ καὶ
12. τὴν ῥώμην τῆς δυνάμεως ἐπιτετάσθαι δηλοῖ· ἀμυδρὸς δὲ διὰ
13. τὴν ἀσθένειαν τῆς δυνάμεως, καὶ ὅσῳ γ’ ἂν ἀμυδρότερος ᾖ
14. τοσούτῳ καὶ τὴν δύναμιν ἀσθενεστέραν ὑπάρχειν ἐνδείκνυται.
15. κατὰ ταὐτὰ δὲ καὶ ὁ μὲν σκληρὸς σφυγμὸς ὑπὸ σκληροῦ
16. χιτῶνος τῆς ἀρτηρίας ἀποτελεῖται, ὁ δὲ μαλακὸς ὑπὸ τοῦ
17. μαλακοῦ. καὶ δὴ τὸ ποσὸν τῆς κατὰ τὸν σφυγμὸν σκληρότητός
18. τε καὶ μαλακότητος ἐνδεικτικόν ἐστι τοῦ ποσοῦ
19. τῆς κατὰ τὴν ἀρτηρίαν σκληρότητος καὶ μαλακότητος.
1. ἀλλ’ ὁ μὲν τοῦ σκληροῦ καὶ μαλακοῦ μέσος, ὅσπερ καὶ σύμμετρος
2. ὀνομάζεται, πρῶτός τ’ ἐστὶν αὐτῶν τῇ φύσει καὶ
3. μόνος κατὰ φύσιν. ἀμυδροῦ δὲ καὶ σφοδροῦ κατὰ τοῦτον
4. μὲν τὸν λόγον οὐδείς ἐστι μέσος. ὁ μὲν γὰρ ἀμυδρὸς ἀῤῥωστούσης
5. τε καὶ παρὰ φύσιν ἐχούσης τῆς δυνάμεώς ἐστιν
6. ἔγγονος, ὁ δὲ σφοδρὸς εὐρωστούσης τε καὶ κατὰ φύσιν διακειμένης.
7. καθ’ ἕτερον δὲ τρόπον, ὡς κᾀν τοῖς ἔμπροσθεν
8. ἐλέγομεν, εἴη ἄν τις μέσος ἀμυδροῦ καὶ σφοδροῦ. ὁ δὲ τρόπος
9. ὁ κατὰ τὴν διάγνωσίν ἐστι τῆς ἐπιβαλλομένης ἁφῆς,
10. ἡνίκα μὲν ἀνατρέπηται πρὸς τοῦ σφυγμοῦ, σφοδρὸν ἡμῶν
11. αὐτὸν ὀνομαζόντων, ἡνίκα δ’ ἀνατρέπῃ τὸν σφυγμὸν, ἀμυδρὸν,
12. ἡνίκα δὲ οὐδέτερον, ἐν τῷ μέσῳ τοῦτον εἶναι λεγόντων
13. ἀμυδροῦ τε καὶ σφοδροῦ, παρὰ φύσιν ὄντα καὶ αὐτὸν,
14. ὥσπερ καὶ τὸν ἀμυδρόν. αἱ δ’ ἀλλοιώσεις τῶν σφυγμῶν
15. αἱ μὲν εἰς ἀμυδρότητα καὶ σφοδρότητα καὶ μόναι
16. γίνονται πολλάκις καὶ ὑφ’ ἑνὸς αἰτίου. ὅταν γὰρ τοῦ χιτῶνος
17. τῆς ἀρτηρίας ἅμα τῇ χρείᾳ κατὰ φύσιν ἔχοντος ἐπὶ
18. βραχύ πως ἀλλοιωθῇ τὰ τοῦ τόνου τῆς δυνάμεως, ἀμυδρότερος
1. μὲν ἢ σφοδρότερος ἐν τούτῳ τοῦ πρόσθεν ὁ σφυγμὸς
2. γίνεται, τῶν δὲ ἄλλων γενῶν οὐδὲν αὐτῷ συμμεταβάλλει.
3. οὕτως μὲν δὴ μόναι γίγνονται καὶ ὑφ’ ἑνὸς αἰτίου· καθ’
4. ἕτερον δ’ αὖ τρόπον ὑπὸ μιᾶς μὲν αἰτίας, οὐ μόναι δέ.
5. τῆς μὲν οὖν δυνάμεως ἐπὶ πλέον ἐκλυθείσης, ἢ ἐπιταθείσης, εἰ
6. καὶ τῶν ἄλλων αἰτίων τῶν συνεκτικῶν μηδέποτε ἀλλοιωθείη,
7. τὴν μὲν τροπὴν τῶν σφυγμῶν ὑφ’ ἑνὸς αἰτίου γενέσθαι συμβήσεται,
8. γένος δ’ οὐχ ἓν ἀλλοιωθῆναι μόνον. ἥ τε γὰρ
9. ἐπὶ πλέον ἀῤῥωστοτέρα δύναμις οὐ μόνον ἀμυδρὸν, ἀλλὰ καὶ
10. μικρὸν ἐργάζεται τὸν σφυγμὸν, καὶ διότι μικρὸν, διὰ τοῦτο
11. καὶ πυκνὸν, ἥ τ’ ἐπὶ πλεῖστον ῥωσθεῖσα σὺν τῷ σφοδρότατον
12. εὐθέως καὶ μείζονα τὸν σφυγμὸν ἀποτελεῖ, καὶ εἰ
13. μηδὲν ὑπαλλάττοιτο ἡ χρεία, καὶ ἀραιότερον. ἡ δ’ εἰς σκληρότητά
14. τε καὶ μαλακότητα μεταβολὴ τῶν σφυγμῶν εἰ μὲν
15. ὑφ’ ἑνὸς αἰτίου γίνοιτο, πάντως καὶ τῶν ἄλλων τι συμμεταβάλλοι
16. γενῶν. εἰ δὲ μόνη συνίσταται, τῶν πλειόνων αἰτίων
17. συνελθόντων ἀποτελεῖται. ἅμα δὲ μόνη τε καὶ ὑφ’
18. ἑνὸς αἰτίου κατ’ οὐδένα τρόπον γίνεται, πλὴν εἰ παντελῶς
1. ἐλάχιστον ἐκτραπῇ τοῦ κατὰ φύσιν, ὥστε βραχυτάτῳ μέν
2. τινι γενέσθαι σκληρότερον τὸν σφυγμὸν, ἴσον μέντοι κατὰ
3. τὸ μέγεθος. οὕτω γὰρ οὐδὲ τὸ τάχος οὐδ’ ἡ πυκνότης
4. ὑπαλλαχθήσεται. σαφεστέρας δὲ καὶ μείζονος τῆς σκληρότητος
5. γινομένης ἀνάγκη καὶ τὸν σφυγμὸν γενέσθαι μικρότερον,
6. καὶ τοσοῦτόν γε πυκνότερον ὅσον μικρότερον. εἰ δ’
7. ἅμα τε σκληρότερος ὁ χιτὼν τῆς ἀρτηρίας γένοιτο καὶ ἡ
8. θερμότης αὐξηθείη, σκληρότερος μὲν ἂν ὁ σφυγμὸς ἐπὶ τοσοῦτον
9. εἴη τοῦ κατὰ φύσιν ἐφ’ ὅσον καὶ ὁ χιτὼν τῆς ἀρτηρίας·
10. ἐν μέντοι τῷ μεγέθει τῷ κατὰ φύσιν ἴσος, εἴπερ
11. ὅσον τὸ θερμὸν ἐγένετο τοῦ συμμέτρου τοσούτῳ καὶ ὁ
12. χιτὼν τῆς ἀρτηρίας σκληρότερος τοῦ κατὰ φύσιν. ἐπεὶ δὲ
13. καὶ περὶ τούτων εἴρηται τὰ μέτρια πρός γε τὴν ἐνεστῶσαν
14. ὑπόθεσιν, ἑξῆς ἂν εἴη τὰς προηγουμένας καὶ προκαταρχούσας
15. αἰτίας τῶν προειρημένων δύο γενῶν διελθεῖν.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 1.7, ed. Kühn, 1825, vol. 9, p. 264-267. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩