16. Αἱ μὲν οὖν αὐξάνουσαι τὴν ῥώμην τῆς
17. δυνάμεως αἰτίαι προηγούμεναι αἱ μὲν ἐν αὐτῷ τῷ σώματι
18. χυμοί τέ τινές εἰσιν ἡμίπεπτοί τε καὶ ἄπεπτοι, πεττόμενοι
19. νῦν, ἥ τ’ ἐπὶ τὴν κρίσιν ὁρμὴ τῆς φύσεως, εἰ μὴ
1. ἄρα καὶ ἥδε κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, ἔτι δὲ πρὸς
2. τούτοις θυμός· αἱ δ’ ἔξωθεν οἶνός τε καὶ τροφαὶ καὶ
3. γυμνάσια μέτρια, καὶ προσέτι τὰ τὴν δυσκρασίαν ἐπανορθούμενα
4. τοῦ σώματος αὐτοῦ τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν
5. εἴτουν ἐδέσματα εἴτε πόματα, εἴτε καὶ φάρμακα
6. εἴη. καταλύουσι δὲ τὴν δύναμιν ἀσιτίαι τε καὶ ἀγρυπνίαι
7. καὶ φροντίδες καὶ λῦπαι καὶ κενώσεις ἄμετροι διὰ γαστρὸς,
8. ἢ οὔρων, ἢ ἐμέτων, ἢ μήτρας, ἤ τινος αἱμοῤῥαγίας,
9. καὶ αἱ σφοδραὶ τῶν ὀδυνῶν, ἢ μετά τινος ἰδιότητος γινόμεναι,
10. καθάπερ ἡ καὶ στομαχικὴ καλουμένη διάθεσις, ἐφ’ ᾗ
11. συγκόπτονται. ἔτι τε πρὸς τούτοις ἅπανθ’ ὅσα δυσκρασίαν
12. ἐργάζεται κατὰ τὴν καρδίαν, ἢ τὰς ἀρτηρίας, εἴτουν
13. ἐν τῷ σώματι περιεχόμενα, τὰ μὲν ἐν ὑγροῖς, τὰ δ’ ἐν
14. τοῖς στερεοῖς, εἴτε καὶ τούτων ἔξωθεν προηγούμενα. καὶ
15. ταῦτα σύμπαντα καταλύει τὴν δύναμιν ἀμέτρως ὑγραίνοντα
16. καὶ ξηραίνοντα καὶ θερμαίνοντα καὶ ψύχοντα καὶ
17. διαφοροῦντα. ὅσαι δὲ αἰτίαι προηγούμεναί τε καὶ προκατάρχουσαι
18. τὸν σφυγμὸν ἐργάζονται σκληρότερον, εἴρηνται
19. πρόσθεν ἐν τῷ περὶ τοῦ μακροῦ τε ἅμα καὶ στενοῦ καὶ
1. ταπεινοῦ λόγῳ. ὥστ’ οὐδὲν ἔτι δεῖ νῦν αὐτὰς ἐπέρχεσθαι,
2. μόνας δὲ τὰς τοῦ μαλακοῦ προσθέντας ἐνταυθοῖ που καταπαύειν
3. ἤδη τὸν λόγον.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 1.8, ed. Kühn, 1825, vol. 9, p. 267-269. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:1.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩