Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 2.1, ed. Kühn, 1825, vol. 9, p. 271-275. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ

ΣΦΥΓΜΩΝ ΒΙΒΛΙΟΝ Β.

1. Περὶ μὲν δὴ τῶν πρώτων τε καὶ ὡς ἂν
2. εἴποι τις στοιχειωδεστάτων σφυγμῶν, ὧν ἐν τῇ διαστολῇ
3. τῆς ἀρτηρίας ἡ διάγνωσις, ἐν τῷ πρὸ τούτου λόγῳ διῄρηται·
4. περὶ δὲ τῶν ὑπολοίπων ἑξῆς ἂν εἴη ῥητέον ἀπὸ τῆς συστολῆς
5. ἀρξαμένοις. ἔστι μὲν οὖν κᾀν ταύτῃ τὰ τέσσαρα γένη
6. τῶν σφυγμῶν, ὅσα περ κᾀπὶ τῆς διαστολῆς. καὶ γὰρ ὠκυτέρα
7. καὶ βραδυτέρα καὶ μείζων καὶ μείων καὶ σφοδροτέρα
8. καὶ ἀμυδροτέρα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πράγματος
9. ἡ ἐν τῇ συστολῇ κίνησις γίνεται, ὥσπερ γε καὶ τὸ σῶμα
1. τῆς ἀρτηρίας ἤτοι σκληρὸν ἢ μαλακὸν ἀποτελεῖται, οὐ μὴν
2. διαγνῶναί γε δυνατόν ἐστι τῶν εἰρημένων γενῶν οὐδὲν, ὅτι
3. μὴ βραδύτητα μόνην καὶ τάχος, οὐδὲ ταῦτ’ ἐπὶ πάντων, ἀλλ’
4. ἐν ἐκείνοις τοῖς σφυγμοῖς ἐν οἷς αἰσθητὴ διάγνωσίς ἐστι τῆς
5. συστολῆς, ὡς ἐν τῷ πρώτῳ περὶ διαγνώσεως σφυγμῶν ἐπιδέδεικται.
6. καὶ μὲν δὴ κᾀν τῷ περὶ χρείας σφυγμῶν ἐδέδεικτο
7. τῆς ἀρτηρίας ἐνέργειά τις εἶναι, καὶ ἡ συστολὴ τῆς
8. διαστολῆς οὐδὲν ἧττον. ἀμφότεραι γὰρ διαφυλάττουσι τὴν
9. συμμετρίαν τῆς κατὰ φύσιν θερμότητος. ἡ μὲν γὰρ διαστολὴ
10. καθάπερ εἰσπνοή τις ἐμψύχουσά τε τὸ ὑπερβάλλον τῆς φλογώσεως
11. καὶ τῷ ῥιπίζειν ἀνάπτουσα τὸ σβεννύμενον, ἡ δὲ
12. συστολὴ τὸ λιγνυῶδες ἀποχέουσα δίκην ἐκπνοῆς. δηλώσει
13. τοιγαροῦν τὸ μὲν τάχος τῆς συστολῆς ἀξιόλογόν τι πλῆθος
14. αἰθαλωδῶν περιττωμάτων ἀθροίζεσθαί τε ἅμα καὶ ἐκκρίνεσθαι
15. κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ περ ἂν εὑρίσκηται· ἡ δὲ
16. βραδύτης τοὐναντίον οὔτε ἀθροίζεσθαι πολὺ τὸ τοιοῦτο
17. περίττωμα, καὶ διὰ τοῦτο μηδὲ κενώσεως δεῖσθαι. πάμπολυ
18. μὲν γὰρ ἀθροίζεται κατὰ τὰς σήψεις τῶν χυμῶν, ἐφ’ αἷς
1. ἀνάγκη πυρετοὺς ἀνάπτεσθαι· παντάπασι δ’ ὀλίγον, ὅταν
2. εὔχυμον ᾖ τὸ σῶμα· κατὰ δὲ τὰς ἄλλας διαθέσεις ὁπόσαι μεταξὺ
3. τούτων εἰσὶν, ἀνάλογον ἑκάστης τῶν διαθέσεων, ἐπὶ
4. μὲν ταῖς ἐδωδαῖς τε καὶ τοῖς ὕπνοις πλέον, ἐγρηγορούντων
5. δὲ καὶ ἀσιτούντων ἔλαττον. οὕτως δὲ καὶ κατ’ αὐτὴν τῶν
6. ἐδεσμάτων τὴν φύσιν ἐπὶ μὲν τοῖς κακοχύμοις πλέον, ἐπὶ δὲ
7. τοῖς εὐχύμοις ἔλαττον. ἀνάλογον δὲ καὶ κατὰ τοὺς πυρετοὺς
8. ἐν μὲν ταῖς ἐπισημασίαις πλέον, ἐν δὲ τοῖς ἄλλοις καιροῖς
9. ἧττον· καὶ πλέον μὲν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς,
10. οἷοί περ οἱ φλεγματώδεις εἰσὶ καὶ οὓς ὀνομάζουσιν ὠμοὺς,
11. ἧττον δὲ ἐπὶ τοῖς πικροχόλοις τε καὶ μελαγχολικοῖς· ἐν δὲ τῷ
12. μεταξὺ τούτων ἐφ’ αἵματι. καὶ γὰρ καὶ τοῦτο σήπεται κατὰ
13. τὰς φλεγμονὰς, ἐφ’ αἷς πυρέττουσι, τάς τε ἄλλας καὶ ὧν
14. ἡ φλόγωσις εἰς τοσοῦτον ἄμετρος ὡς κατακαίειν τε τὸ δέρμα
15. καὶ πάθος ἐργάζεσθαι τὸ προσαγορευόμενον ἄνθρακα. τῆς
16. αὐτῆς δέ πώς εἰσι φύσεως καὶ οἱ μετὰ ἀναβρώσεως ἕρπητες,
17. οὓς ἐσθιομένους Ἱπποκράτης ὠνόμαζεν. ἐν ἅπασι γὰρ τοῖς
18. τοιούτοις οἱ χυμοὶ σήπονται. καθ’ ἕτερον δ’ αὖ τρόπον οἱ
19. ἐν ταῖς τραχείαις ἀρτηρίαις χυμοὶ σηπόμενοι, μεταδιδόασι γὰρ
1. τοῦ σφετέρου κακοῦ τῷ πνεύμονι, καὶ σήπεται καὶ τοῦτο τὸ
2. σπλάγχνον ἐν τῷ χρόνῳ. ἀθροίζονται μὲν οὖν ἐν ταῖς τραχείαις
3. ἀρτηρίαις ἤτοι διὰ τὸν ἀπὸ τῆς κεφαλῆς κατάῤῥουν,
4. ἢ ἐκ πλευρίτιδος, ἢ περιπνευμονίας, ἢ τοῦ πνευμονώδους
5. πάθους, ἢ συνάγχης, ἢ ἐξ ἐμπυήματος μεταληφθέντος. τὴν
6. δ’ ἀρχὴν τοῦ σήπεσθαι λαμβάνουσι διὰ τὸ μὴ καλῶς ἀναπτύεσθαι.
7. δέονται γὰρ ἐν τάχει κενοῦσθαι διά τε τὴν σφετέραν
8. μοχθηρίαν καὶ τὴν ἐν τῷ χωρίῳ θερμότητα, πολλάκις
9. δὲ καὶ ῥῆξις ἀγγείου κατὰ τὸν πνεύμονα γενομένη προχεῖ τι
10. τοῦ αἵματος εἰς τὰς τραχείας ἀρτηρίας, ὃ δὴ σηπόμενον ἐν
11. τῷ χρόνῳ φθόην ἐργάζεται. θᾶττον δ’ εἰς τοῦτ’ ἔρχεται τὸ
12. κατὰ διάβρωσιν τῶν ἀγγείων ἐκχυθέν. ἐν ἁπάσαις δὴ ταύταις
13. αἷς κατέλεξα διαθέσεσιν, ὅσαι τ’ ἄλλαι σηπεδόνα τινα χυμῶν
14. ἔχουσιν, ἡ ἔσω κίνησις αὐξάνεται τῶν ἀρτηριῶν, καὶ κατὰ
15. τὸ ποσὸν μὲν, ὡς ἐπιπλέον αὐτὰς συστέλλεσθαι, ἀλλὰ τοῦτό
16. γε οὐκ ἂν αἰσθήσει διαγνοίης ἀκριβῶς. ἡ γοῦν εἰς τάχος ἐπίδοσις
17. ἐναργής τ’ ἐστὶ καὶ διαγνῶναι ῥᾳδία τῷ τετριμμένῳ
18. περὶ τοὖργον, ὃν οὐδ’ ἄρξασθαι τριβῆς οἷόν τε πρὶν ῾τὰ περὶ
1. διαγνώσεως ὑφ’ ἡμῶν γεγραμμένα μάθεῖν, ὧν οὐδὲν οὐδεὶς
2. τῶν ἔμπροσθεν ἰατρῶν ἐδίδαξεν ἡμᾶς. ἀλλ’ ἔνιοι μὲν
3. ἄχρι λόγου πιθανοῦ προέρχονται, τεχνολογίας δή τινας Ἡροφιλείας
4. ὑπὲρ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν γράφοντες, ἔνιοι
5. δὲ περιλάλησίν τε τὴν τοιαύτην θεωρίαν ἀποκαλοῦσι καὶ τελέως
6. αὐτῆς ἀφίστανται. τὸ δ’ ἀληθὲς οὐδέτεροι κατεῖδον,
7. ὡς εἰς τάχος τε καὶ βραδύτητα χρὴ βλέπειν τῆς διαστολῆς καὶ
8. τῆς συστολῆς, ἑκατέρας πολλὰ σημαίνειν δυναμένης, ὥσπερ γε
9. ἤδη νῦν εἴρηται ἡμῖν διὰ κεφαλαίων ἔν τε τοῖς ἑξῆς ἐπιπλέον
10. εἰρήσεται κατὰ τὸν περὶ τῶν νοσημάτων λόγον.

Cliquer un n° de page pour en afficher l’image