3. Ἑξῆς τοῖς εἰρημένοις σφυγμοῖς εἰσιν οἱ
4. προσαγορευόμενοι μύουροι. διττὸν δὲ τὸ γένος αὐτῶν ἐστι,
5. τὸ μὲν ἕτερον ἐν μιᾷ διαστολῇ τῆς ἀρτηρίας, τὸ δὲ ἕτερον ἐν
6. ἀθροίσματι. τὸ μὲν οὖν ἐν μιᾷ διαστολῇ γιγνόμενον ἀσθένειαν
7. ἐνδείκνυται δυνάμεως ἅμα σώματος ἰσχνότητι. χρὴ δ’
8. ἐπιβάλλοντα τοὺς δακτύλους ἅπτεσθαι τῆς ἀρτηρίας, εἶθ’
9. ὅταν ἐν τούτῳ φαίνηται κατὰ μὲν τὰ πρῶτα μέρη τῆς ἀρτηρίας
10. μείζων ὁ σφυγμὸς, ἢ σφοδρότερος, ἢ συναμφότερον, ἐν
11. δὲ τοῖς ὑποκάτω μικρότερος, ἢ ἀμυδρότερος, ἢ ἄμφω, τὸ
12. μὲν πρῶτον τῶν ἐπιβεβλημένων δακτύλων ἐπαίρειν καὶ σκοπεῖσθαι
13. πότερον ὁμοίας τῇ πρὶν ἀρθῆναι τοῦτον αἰσθάνονται
14. κινήσεως οἱ ἐφεξῆς, ἢ σφοδροτέρας τε καὶ μείζονος.
15. ἀμυδροτέρας μὲν γὰρ, ἢ μικροτέρας ἀδύνατον αἰσθάνεσθαι, τοῦ
16. πρώτου δακτύλου μετεωρισθέντος. εἰ μὲν οὖν ὁμοίας
17. ἔτι κινήσεως οἱ μετὰ τὸν ἐπαρθέντα δάκτυλον αἰσθάνονται, κατὰ
18. τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία μυούρως διεστέλλετο, καὶ εἴη
1. ἂν τοῦτο σημεῖον ἀτόνου δυνάμεως, ἣν ἀπὸ τῆς καρδίας
2. ἐπιῤῥεῖν αὐταῖς ἐπεδείξαμεν. ἐν μὲν γὰρ τῷ κατὰ φύσιν ἔχειν
3. ἄχρι τοῦ πέρατος ἁπασῶν τῶν ἀρτηριῶν ὁ διαστέλλων αὐτάς
4. τόνος ὁμοίως ἐξικνεῖται· κατὰ δὲ τοὺς μυουρίζοντας ἐκλύεται
5. κατὰ βραχὺ τοσοῦτον ἑαυτοῦ γινόμενος ἀσθενέστερος
6. ὅσον ἀποχωρεῖ τῆς ἀρχῆς. εἰ δ’ ἐπάραντός σου τὸν πρῶτον
7. δάκτυλον, μετ’ αὐτὸν ἰσχυροτέρας τε καὶ μείζονος ἢ πρόσθεν
8. αἰσθάνοιο τῆς κινήσεως, ἐνδείκνυται μὲν δήπου καὶ νῦν
9. ἀῤῥωστίαν τῆς κατὰ τὴν ἀρτηρίαν δυνάμεως, ἀλλ’ ἐλάττονα
10. τῆς προειρημένης. ἐν ἐκείνῃ μὲν γὰρ ἡ δύναμις ἐξελύετο τῆς
11. ἀρχῆς ἀποχωροῦσα, νυνὶ δὲ διαμένει μὲν ἴση κατά γε τὸν ἑαυτῆς
12. λόγον, ἡ δ’ ἀρτηρία βαρυνομένη πρὸς τῆς τῶν δακτύλων
13. ἐπιβολῆς ἀσθενέστερον κινεῖται. ἧττον δ’ ἔσται τοῦτο κινδυνῶδες.
14. οὐ γὰρ αὐτῆς καρδίας τοσοῦτον ὅσον τῆς ἀρτηρίας
15. ἧς ἁπτόμεθα τὴν διάθεσιν ἐνδείκνυται. τὸ δ’ ἕτερον
16. αὐτὴν μᾶλλον ἀῤῥωστεῖν ἐνδείκνυται τὴν καρδίαν, μὴ δυναμένην
17. ὁμοίως ὡς πρόσθεν ἐκτείνειν ἀφ’ ἑαυτῆς ἄχρι τῶν
18. ἐσχάτων τοῦ ζώου μορίων τὴν ἐνέργειαν. πολυειδῶς οὖν ἐπιβάλλειν
19. ἐν τοῖς τοιούτοις σφυγμοῖς χρὴ τοὺς δακτύλους ὑπὲρ
1. τοῦ μαθεῖν ἀκριβῶς ἅπασαν τῶν ἀρτηριῶν τὴν διάθεσιν.
2. ἡ μὲν γὰρ πιέζουσα τὴν ἀρτηρίαν ἐπιβολὴ τῶν δακτύλων
3. ἀσφυξίαν εἶναι δόξει κατὰ τὰς τοιαύτας διαθέσεις, ἡ δ’ ἐπιπολῆς
4. ψαύουσα μυούρου φαντασίαν ἕξει τοῦ σφυγμοῦ, καὶ
5. ἤτοι μόνοις δύο δακτύλοις, ἢ τρισὶν, ἢ καὶ τοῖς τέσσαρσιν
6. ὑποπίπτοντος. ἔσται δὲ τοῦτο παρά τε τὴν ἰσχνότητα τοῦ
7. ζώου καὶ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως. εἰς ὅσον μὲν γὰρ
8. ἰσχνότερόν ἐστιν, εἰς τοσοῦτον πλεῖον ἡ ἀρτηρία σημαίνει· εἰς
9. ὅσον δ’ ἧττον ἰσχνὸν, εἰς τοσοῦτον ἔλαττον. οὕτω δὲ καὶ κατὰ
10. τὴν δύναμιν εἰς ὅσον μὲν εὐρωστοτέρα, πλέον, ἔλαττον
11. δ’ εἰς ὅσον ἀσθενεστέρα. κατὰ δὲ τὴν τοιαύτην ἐπιβολὴν,
12. ὁπόταν ἀρθέντος τοῦ πρώτου δακτύλου μηκέτι παραπλήσιος
13. ὁ σφυγμὸς διαμένῃ κατὰ τὸν δεύτερον, ἀλλὰ μείζων τε φαίνηται
14. καὶ ἰσχυρότερος, ὁ μὲν ἀπὸ τῆς καρδίας τόνος εὐρωστότερος,
15. ὁμαλῶς γὰρ ἄχρι πέρατος ἐπιῤῥεῖ, βαρυνθεῖσα δ’ ἡ
16. ἀρτηρία κατὰ τὴν ἐπιβολὴν τοῦ πρώτου δακτύλου χεῖρον ἐν
17. τῷ μετ’ αὐτὸν διαστέλλεται, καὶ διὰ τοῦτο τοῦ βαρύνοντος
18. ἀρθέντος ἄμεινον. εἰ δ’ ὅμοιος ὁ σφυγμὸς φαίνοιτο κατὰ
19. τὸν δεύτερον δάκτυλον τῷ φαινομένῳ, πρὶν ἀρθῆναι τὸν
1. πρῶτον, τὸ μύουρον τῆς κινήσεως ἐν αὐταῖς ταῖς ἀρτηρίαις
2. ἐστὶν, οὐκ ἐν τῇ πρὸς τὴν ἁφὴν διαγνώσει. καὶ γίγνεται
3. τοῦτο τῆς ἀπὸ καρδίας αὐταῖς ἐπιῤῥεούσης δυνάμεως ἐκλυομένης
4. κατὰ βραχύ. εἰ δὲ κρείττων μὲν ἡ κίνησις φαίνοιτο τῆς
5. ἀρτηρίας ἀρθέντος τοῦ πρώτου δακτύλου, μὴ μέντοι γε
6. ἀκριβῶς ἴση τῇ κατὰ τὸν πρῶτον, ἀμφοτέρας ἐνδείκνυται τὰς
7. διαθέσεις ὑπάρχειν ἅμα. καὶ ὡς τὰ πολλά γε οὕτω συμπίπτειν
8. εἴωθεν ἐν ἁπάσαις ταῖς τοιαύταις ἀνωμαλίαις. ἐπιβλέπειν
9. οὖν χρὴ μετὰ τοῦτο πολλοὺς ἐφεξῆς σφυγμοὺς καὶ παραβάλλειν
10. ἀκριβῶς ἀλλήλαις τὰς κινήσεις. ἐνίοτε μὲν γὰρ οἷά περ
11. ᾖ κατὰ τὴν πρώτην ἐπιβολὴν, τοιαῦται γίνονται πᾶσαι. πολλάκις
12. δὲ ἐπὶ τὸ μικρότερόν τε καὶ ἀμυδρότερον ἴασιν. ἐφ’ ὧν
13. δηλονότι καὶ ἡ δύναμίς ἐστιν ἀσθενεστέρα. εἰ δὲ καὶ τελέως
14. ἐκλείποιεν, ἔτι δὴ καὶ μᾶλλον ἐνδείξονται τὴν ἀῤῥωστίαν τῆς
15. δυνάμεως. ἐν τούτῳ δὲ χρὴ πάντας ἄραντας τοὺς δακτύλους,
16. εἶτ’ ὀλίγον τινὰ διαλιπόντας χρόνον αὖθις ἐπιβάλλειν. εὑρεθήσονται
17. γὰρ τὰ πολλὰ κατὰ τὴν δευτέραν ἐπιβολὴν αἱ
18. ἀρτηρίαι σφύζουσαι. ὡς εἴ γέ ποτε παντελὴς ἀσφυξία φαίνοιτο
19. καὶ κατὰ ταύτην τὴν ἐπιβολὴν, ἰστέον ἐν ἐκείνῳ
1. γ’ αὐτῷ τῷ χρόνῳ πεποιῆσθαι τὴν προτέραν ἐπαφὴν, ἐν ᾧ
2. συνέβαινε ταῖς ἀρτηρίαις εἰς ἀσφυξίαν ἀφικνουμέναις ὀλίγον
3. ἔτι τῆς κινήσεως ἀποσώζειν. ἀλλὰ τοῦτο μὲν, ὡς ἔφην, σπάνιον,
4. ὡς τὰ πολλὰ δὲ διαλείποντες, εἶτ’ αὖθις ἁπτόμενοι
5. σφυζούσας εὑρίσκομεν, ᾧ καὶ δῆλον ὡς οὐ φέρουσαι τῶν
6. δακτύλων τὴν ἐπιβολὴν εἰς ἐσχάτην ἀμυδρότητα κινήσεως
7. ἀφικνοῦνται. καὶ τοῦτ’ ἦν αἴτιον ἄρα τὸ διαλανθάνειν ἡμᾶς
8. τὸν σφυγμὸν, ὡς ἂν καὶ αὐτῆς τῆς ἀσφυξίας κατὰ διττὸν τρόπον
9. γινομένης, ἢ τῷ μὴ σφύζειν ὅλως τὰς ἀρτηρίας, ὅπερ ἂν
10. εἴη κακὸν ἔσχατον, ἢ τῷ σφύζειν μὲν, ἀλλ’ οὕτως μὲν ἀμυδρόν
11. τε καὶ μικρὸν, ὡς ἐκφεύγειν τὴν αἴσθησιν. ἔστι μὲν δὴ καὶ ἡ
12. τοιαύτη διάθεσις, εἰ χωρὶς λειποθυμίας τινὸς προσφάτου γίνοιτο,
13. χαλεπωτάτη, πολὺ δὲ ἔτι χείρων ἡ ἑτέρα, καθ’ ἣν
14. ὄντως οὐ σφύζουσι, μᾶλλον δ’ οὐ πολὺ χείρονα χρὴ λέγειν
15. ἐκείνην, ἀλλ’ ὀλεθριωτάτην τε καὶ χειρίστην, ὡς ἂν ἤδη νενεκρωμένων
16. τῶν ἀρτηριῶν. εἰ μέντοι πλέονι χρόνῳ τῶν
17. δακτύλων ἐπικειμένων ἀβιάστως τε καὶ ὡς ψαύειν μόνον
18. ἐπανέρχοιτο πάλιν ἡ κίνησις, ἧττον ὀλέθριος ἡ τοιαύτη
19. διάθεσις. ἐπανέρχεται δὲ ποτὲ μὲν εἰς ἀσφυξίαν ἐσχάτην
1. ἀφικνουμένη, ποτὲ δ’ εἰς μικροσφυξίαν τε καὶ ἀμυδρότητα.
2. καὶ τοίνυν καὶ καλοῦνται παλινδρομοῦντες μὲν ἀμφότεροι,
3. διαφέρουσι δὲ τῷ τοὺς μὲν μυούρους εἶναι παλινδρομοῦντας,
4. τοὺς δ’ ἐκλείποντας παλινδρομοῦντας. ἄμεινον δ’ ἐν ταῖς
5. τοιαύταις ἐπισκέψεσιν οὕτω σχηματίζειν τὸ μόριον, ὅτου περ
6. ἂν ἁπτόμενοι τύχωμεν, ὡς ὑποκάτω τῆς ἀρτηρίας εἶναι τὴν
7. ἡμετέραν ἁφὴν, οὕτω γὰρ ἥκιστα πρός τε τῶν δακτύλων θλίβοιτο
8. καὶ αὐτοῦ τοῦ προβεβλημένου δέρματος. ἔνεστι δ’
9. ἔργῳ μαθεῖν ἑκάστῳ τῶν βουληθέντων, ὁπόσον εἰς διάγνωσιν
10. ἀφανῆ κινήσεως ἡ τοιαύτη τῶν δακτύλων ἐπιβολὴ συντελεῖ.
11. πολλάκις γοῦν ἡμεῖς ἄνωθεν μὲν ἐπιβεβληκότες τοὺς
12. δακτύλους κατὰ τὰς ἀρτηρίας οὐδὲ μιᾶς αἰσθανόμεθα κινήσεως,
13. ἐν δὲ τῷ καταστρέψαι τὸ κῶλον εὐθέως ᾐσθόμεθα.
14. χείριστοι δὲ πάντων εἰσὶν οἳ ἂν εἰς ἀκινησίαν τελευτήσαντες
15. αὖθις μηκέτι ἐπανέρχωνται τοῦ κώλου περιστραφέντος. ἧττον
16. δὲ τούτων οἳ ἂν ἐν τῷ περιστραφῆναι φαίνονται κινούμενοι,
17. τούτων δ’ ἔθ’ ἧττον οἱ μύουροι μὲν γινόμενοι, μὴ μέντοι
18. γ’ εἰς ἀκινησίαν παντελῆ τελευτῶντες, καὶ τούτων ἔθ’ ἧττον
19. οἱ ἐπανερχόμενοι μύουροι, καὶ μᾶλλον, ἐπειδὰν ὑποπίπτωσιν
20. ἅμα πλείοσι δακτύλοις· ᾧ καὶ αὐτῷ μάλιστα προσέχειν ἀξιῶ
1. καὶ σκοπεῖσθαι τὸ ποσὸν τῆς ἰσχνότητος τοῦ σώματος ἀκριβῶς.
2. εἰ μὲν γὰρ ἐσχάτως ἰσχνοῦ τοῦ σώματος ὄντος ἡ τῶν
3. ἀρτηριῶν κίνησις ὑποπίπτει πλείοσι δακτύλοις, οὐ διὰ ῥώμην
4. δυνάμεως, ἀλλὰ δι’ ἔκτηξιν τοῦ σώματος οὕτω συμβαίνει.
5. μετρίως δ’ ὄντος ἰσχνοῦ, τρισὶν ἢ τέσσαρσιν ὑποπίπτειν δακτύλοις
6. τὴν κίνησιν τῆς ἀρτηρίας οὐ μικρὸν ἀγαθὸν, ὡς ἐν
7. τοιούτοις. ἐμφαίνεται γὰρ ἀποσώζειν τι τοῦ τόνου κατὰ τὴν
8. ἐνέργειαν. ὁ δ’ ἀριθμὸς τῶν δακτύλων, ὅσοις ὑποπίπτειν ἡ
9. κίνησις μέλλει, καθ’ ἑκάστην τῶν ἀρτηριῶν ἴδιός ἐστιν. οὐ
10. γὰρ ἁπασῶν ἴσον ἐξέχει τε καὶ διασυμβαίνει κατὰ τὸ δέρμα.
11. κάλλιον δ’ εἰς τοῦτο τῆς φύσεως αὐτοῦ τοῦ κάμνοντος ἔχειν
12. ἐμπείρως. τοῖς μὲν γὰρ φύσει μικρότερος ὁ σφυγμός ἐστι,
13. τοῖς δὲ βραχύτερος. ἑκάστῳ δὲ τοῦ ποσοῦ τὸ μέτρον ὡς
14. πρὸς τὴν ἑαυτοῦ φύσιν ἐστίν· ἀγνοοῦντες οὖν τὸ κατὰ τὴν
15. φύσιν ἴδιον αὐτοῦ τοῦ κάμνοντος, ἀπὸ τῶν κοινοτέρων
16. διαφορῶν στοχαζόμεθα τῶν κατά τε τὴν κρᾶσιν τοῦ
17. σώματος καὶ τὴν ἕξιν, ἐν μὲν τῇ κράσει μάλιστα τὴν κατὰ
18. τὸ θερμόν τε καὶ ψυχρὸν ἐπισκοπούμενοι διαφορὰν, ἐν
19. δὲ ταῖς ἕξεσι τὴν κατὰ λεπτότητά τε καὶ πολυσαρκίαν.
1. ἐνίοτε μὲν οὖν ἅμα καὶ συμπίπτουσιν αἱ δύο ἀνωμαλίαι
2. τῶν σφυγμῶν, ἥ τε κατὰ μίαν κίνησιν ἥ τε ἐν ἀθροίσματι.
3. πολλάκις δὲ ἡ μὲν κατὰ μίαν οὐκ ἔστιν, ἡ δ’ ἐν
4. ἀθροίσματι σαφῶς εὑρίσκεται. καὶ τοῦ μὴ φαίνεσθαι τότε
5. τὴν κατὰ μίαν αἴτιον διττὸν, ἤτοι τῆς διαθέσεως ἡ σμικρότης
6. ἢ τῶν σφυγμῶν αὐτῶν ἡ βραχύτης. ἄν τε γὰρ ἡ διάθεσις
7. ἡ τοὺς ἐν ἀθροίσματι μυούρους ἐργαζομένη μὴ πάνυ
8. τις ᾖ χαλεπὴ, κατὰ τὴν μίαν διαστολὴν ὁμαλός ἐστιν, ἐν
9. πλείοσι δὲ τὴν μυουρίζουσαν ἀνωμαλίαν λαμβάνει· ἄν τε μεγάλη
10. μὲν ἡ διάθεσις ὑπάρχῃ, βραχὺς δ’ ᾖ κατὰ τὸ μῆκος ὁ
11. σφυγμὸς, ὡς ἑνὶ μόνῳ ὑποπίπτειν δακτύλῳ, κᾂν ὅτι μάλιστα
12. κατ’ ἀλήθειάν τε καὶ ὄντως ᾖ μύουρος, οὐχ ἕξει τὴν ἀνωμαλίαν
13. αἰσθητήν. πλείοσι γὰρ ὑποπίπτειν χρὴ δακτύλοις τὴν
14. καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν μυουρίζουσαν. ἐξ οὖν τῶν εἰρημένων
15. εὔδηλον ὡς ἄμφω μὲν τὰ γένη τῶν μυούρων σφυγμῶν
16. ἀσθένειαν ἐνδείκνυται δυνάμεως, ἀλλὰ τὸ μὲν κατὰ
17. μίαν διαστολὴν συνενδείκνυται λεπτότητα τοῦ κάμνοντος
18. σώματος, τὸ δ’ ἐν ἀθροίσματι δύναιτ’ ἄν ποτε καὶ χωρὶς
1. ἰσχνότητος γενέσθαι. δέδεικται δὲ καὶ ὡς ἄν τις ἐξευρίσκοι τὸ
2. ποσὸν τῆς βλάβης ἐν ἑκατέρῳ τῷ γένει. περὶ μὲν οὖν τῶν
3. μυουριζόντων σφυγμῶν ἱκανὰ καὶ ταῦτα.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 2.10, ed. Kühn, 1825, vol. 9, p. 314-322. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩