Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 2.11, ed. Kühn, 1825, vol. 9, p. 322-325. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.11

4. Γεγράφασι δέ τινες ὡς ἀνεστραμμένον
5. εὑρίσκοντές ποτ’ εἶδος σφυγμοῦ τοῖς εἰρημένοις. ἐπὶ γοῦν τῆς
6. κατὰ τὸν καρπὸν ἀρτηρίας, ἦς δὴ καὶ συνηθέστατον ἅπτεσθαι,
7. πεφαγκέναι φασὶν ἑαυτοῖς εὐρύτερον τὸν ἐν τῷ κάτω
8. πέρατι σφυγμὸν, μύουρον μὲν ὄντα δηλονότι καὶ τοῦτον,
9. ἀλλὰ τὸ λεπτότερον αὐτοῦ μέρος οὐ κάτω τετραμμένον ὡς
10. ἐπὶ τοὺς δακτύλους, ἀλλ’ ἄνω τε καὶ πρὸς τὰ κατ’ ἀγκῶνα
11. χωρία ἔχοντα. ἐγὼ δ’ ἡγοῦμαι τοὺς ἀνθρώπους ἐφ’ ὧν εὑρηκέναι
12. φασὶ τοὺς τοιούτους σφυγμοὺς οὐ πρόσκαιρόν τινα
13. τὴν αἰτίαν, ἀλλ’ ἐπὶ φυσικῇ διαπλάσει τῶν κατὰ τὸν καρπὸν
14. ἐσχηκέναι μορίων. σπανίως μὲν γὰρ, εὑρίσκεται δ’ οὖν ποτε
15. τοιαύτη διάπλασις, ὡς τὸ μὲν πρὸς τῷ καρπῷ μέρος τῆς
16. ἀρτηρίας ὑπ’ αὐτῷ τῷ δέρματι τετάχθαι, τὸ δ’ ἄνω πᾶν
17. αὐτῆς τῷ μὲν ἀνωτέρω κεκαλύφθαι πλέονι σαρκὶ, τῷ δὲ
1. κατωτέρω τε καὶ κατ’ αὐτὸν τὸν καρπὸν ἀθρόον εἰς τὸ βάθος
2. ἐνδύεσθαι. τοῖς τοιούτοις οὖν ἀνθρώποις οὐ νοσοῦσι
3. μόνον, ἀλλὰ καὶ ὑγιαίνουσιν ὁ σφυγμὸς φαίνεται μύουρος,
4. ἄνω μὲν ὡς πρὸς τὸν πῆχυν ἔχων τὸ στενώτερον, ἐν δὲ τοῖς
5. κάτω τε καὶ πρὸς τὸν καρπὸν ὅσον εὐρύτερον. εὔδηλοι δέ
6. εἰσιν οἱ γράψαντες ὑπὲρ τῶν τοιούτων σφυγμῶν ὡς νοσωδῶν
7. οὐ προσεσχηκότες τῷ πράγματι τὴν διάνοιαν ἀκριβῶς
8. ἔκ τε τῶν ἄλλων ὧν γράφουσι κᾀκ τοῦ μηδ’ ὅ τι σημαίνουσι
9. προσγράψαι τῷ λόγῳ. πρόδηλον γὰρ ὡς οὐδὲν εὗρον ἐξαίρετον
10. ὑπ’ αὐτῶν σημαινόμενον, ἐπὶ φυσικῇ διαπλάσει τοιούτων
11. γινομένων, οὐ νοσώδει διαθέσει. διὸ καὶ πολλάκις εἴρηταί
12. μοι πρὸς τὰς διαγνώσεις τῶν σφυγμῶν οὐδὲν οὕτως εἶναι
13. χρήσιμον ὡς τὸ γινώσκειν ὁποῖός τίς ἐστιν ἑκάστῳ φύσει
14. σφυγμός. καὶ γὰρ οὖν καὶ ἄλλαι τινὲς ἀρτηρίαι ταῖς εἰρημέναις
15. ἔμπαλιν ἔχουσιν, ὡς ἐν μὲν τοῖς ἄνω μέρεσιν ὑπὸ τῷ δέρματι
16. μόνῳ τετάχθαι γυμνῷ, κατωτέρω δ’ ἐρχόμεναι πρὸς τὸν καρπὸν
17. εἰς τὸ βάθος καταδύεσθαι. καὶ διὰ τοῦτο καὶ τούτων
18. ὁ σφυγμὸς φαίνεται μύουρος. ἑτέρων δέ γε φύσει περινενευκώς
1. τε καὶ ἐπινενευκὼς ἑκατέρωσε πλέον ἢ κατὰ τὴν κοινὴν
2. φύσιν, οὐ νοσήματος, ἤ τινος ὅλως αἰτίας παρὰ φύσιν, ἀλλὰ
3. φυσικῆς διαπλάσεως ἐργασαμένης αὐτόν. ἅπερ εἰ μὴ γινώσκομεν,
4. ὁπότ’ εἴη φύσει, μέγιστα σφαλησόμεθα. γίγνεται μὲν
5. γὰρ, ὡς εἴρηται, μύουρος ὁ σφυγμὸς ἔν τισι παρὰ φύσιν αἰτίοις·
6. εὑρίσκεται μέντοι τισὶ καὶ κατὰ τὴν τῆς διαπλάσεως
7. ἰδιότητα, καθάπερ καὶ ὁ ἐπινενευκώς τε καὶ περινενευκὼς
8. ὀνομαζόμενός ἐστιν, ὅ γε μὲν οὖν οὕτω τῆς ἀρτηρίας κατασκευασθείσης
9. ὡς τὸ μέσον αὐτῆς μόνον ὑπὸ τῷ δέρματι
10. τετάχθαι ψιλῷ, τὰ δ’ ἑκατέρωθεν ἀθροώτερον ἐγκαταβαίνειν
11. τῷ βάθει. γίνεται δὲ καὶ δι’ ἀῤῥωστίαν δυνάμεως, ἀδυνατούσης
12. ἐπαίρειν τὰ βαρύνοντα· καὶ ὅταν γε τὸ τοιοῦτον πάθος
13. ἰσχυρότερον αὐτῇ γένηται, καμπήν τινα φαίνεται κατὰ
14. τὸ ὕψος ἔχειν ὁ σφυγμὸς, οὐ κύκλου περιφέρειαν, ἥντινα
15. καμπὴν οὐ κακῶς ὁ Ἀρχιγένης ὀνομάζει γωνίωσιν. οὐκέτι
16. γὰρ ὡς κύκλου περιφέρεια τὸ ὕψος τῆς ἀρτηρίας, ἀλλ’ ὡς
17. τριγώνου κορυφὴ κινεῖ τὴν ἁφήν. ἔτι δὲ μᾶλλον αὐτῇ γίγνεται
18. τοῦτο φριττούσῃ τε καὶ πηγνυμένῃ διὰ ψύξιν, ἢ ὁπωσοῦν
1. ἄλλως σκληρυνθείσῃ, καὶ διὰ τοῦθ’ εὑρεῖν αὐτὸν ἔστι πλειστάκις
2. ἐν ταῖς μετὰ ψύξεως ἐμβαλλούσαις ἰσχυραῖς ἐπισημασίαις·
3. οὐ γὰρ δὴ ἐν ἁπάσαις γε, ἢ μόναις, ὡς ἔνιοι νομίζουσι.
4. ἂν γὰρ ἥ τε σκληρότης τῶν ἀρτηριῶν ἔχῃ τὰ δυσκαμπῆ
5. ἥ τε δύναμις ἀσθενὴς οὖσα βαρύνηται καθ’ ἑκάτερα, τὴν μὲν
6. οἷον κύκλου περιφέρειαν ἀπόλλυσιν, ὁμοιοῦται δὲ τριγώνου
7. κορυφῇ, μὴ δυναμένης τῆς ἀρτηρίας διὰ σκληρότητα κατὰ
8. βραχὺ κάμπτεσθαί τε καὶ πρὸς τὸ βάθος ἐπινεύειν ἑκατέρωθεν,
9. ἀλλὰ κλωμένης μᾶλλον ἢ καμπτομένης διὰ τὴν σκληρότητα.
10. ταῦτ’ οὖν αὐτῇ τὰ παθήματα πολλάκις μὲν ἐν ταῖς
11. ψυχούσαις ἱκανῶς ἐπισημασίαις γίνεται, συμπίπτει μὴν ἐνίοτε
12. καὶ χωρὶς εἰσβολῆς παροξυσμῶν· ὥσπερ αὖ πάλιν ἐν ταῖς
13. ἀπεριψύκτοις ἐπισημασίαις οὐδ’ ὅλως γίνεται τοιοῦτος ὁ
14. σφυγμός· ἄμεινον δ’ ἴσως ἐστὶ μηδὲ χρονίζειν ἔτι κατὰ τὸν
15. τόπον, ἐν τοῖς μετὰ ταῦτα μέλλοντας ἐπιπλέον ὑπὲρ αὐτῶν
16. διεξέρχεσθαι.

Cliquer un n° de page pour en afficher l’image