Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 2.13, ed. Kühn, 1825, vol. 9, p. 327-329. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.13

7. Ὑπόλοιπον δ’ ἐστὶ περὶ τάξεως καὶ
8. ἀταξίας διελθεῖν. δοκεῖ μὲν δὴ πᾶσα τάξις ἀταξίας ὁμογενοῦς
9. ἀμείνων εἶναι. πρόσκειται δ’ ὁμογενῶς τῷ λόγῳ διὰ
10. τὸ δύνασθαί ποτε τὴν ἐξ ἑτέρου γένους ἀταξίαν αἱρετωτέραν
11. ὑπάρχειν ἑτερογενοῦς τάξεως, οἷον εἰ οὕτως ἔτυχεν ὁ κατὰ
12. μέγεθος ἢ τάχος ἄτακτος ἧττόν ἐστι χαλεπὸς τοῦ διαλείποντος
13. ἐν τάξει τινί. οὕτω δὲ καὶ ὁ μεμηκυσμένος ἀραιὸς, εἰ
14. καὶ φυλάττοι τάξιν τινὰ, χείρων ἐστὶ τοῦ κατὰ σφοδρότητα
15. καὶ μέγεθος καὶ τάχος ἀνωμάλου. ἀλλ’ ἥ γε ὁμογενὴς τάξις
16. ἐπιεικεστέρα τῆς ἀταξίας εἶναι δοκεῖ, διὰ τὸ τῆς φύσεως ἡμῶν
17. εἴπερ τι ἄλλο καὶ τὴν τάξιν οἰκείαν ὑπάρχειν. οὐ μὴν ἁπλῶς
18. γε οὕτως ῥητέος ὁ λόγος, ἀλλὰ μετὰ τοιοῦδε διορισμοῦ.
1. ἡ μὲν τάξις ἐστηριγμένον πως εἶναι δοκεῖ δηλοῦν τὸ αἴτιον,
2. ἡ δ’ ἀταξία μεταῤῥέον τε καὶ μὴ μένον ἐφ’ ἑνὸς ἢ μεγέθους
3. ἢ εἴδους ἢ χωρίου. τὸ δὲ τοιοῦτον αἴτιον οὐκ ὀλεθριώτερον,
4. ἀλλὰ σφαλερώτερον εἶναι χρὴ νομίζειν. ἐνδέχεται γὰρ
5. αὐτὸ μεταῤῥέον ἔστιν ὅτε μὲν εἰς ἀκυρώτερον, ἔστιν ὅτε δ’
6. εἰς κυριώτερον ἀφικέσθαι χωρίον, ὥστε ἤτοι θάνατον ἐξαπιναῖον,
7. ἢ σωτηρίαν ἐνεγκεῖν. τὸ μέντοι τῆς τάξεως οὐκ ἀδόκητον,
8. ἀλλ’ ὡρισμένην ἔχει τὴν ἔκβασιν. ἡ μὲν γὰρ ἐπὶ χαλεπῆς
9. ἀνωμαλίας τάξις, ὥσπερ εἰ οὕτως ἔτυχε τῆς διαλειπτικῆς,
10. ὀλέθριος βεβαίως ἐστίν· ἡ δ’ ἐπὶ μετρίας, ὥσπερ ἐπὶ
11. τῆς κατὰ μέγεθος καὶ μικρότητα, βεβαίως ἐπιεικής· ἡ δ’ ἀταξία
12. καὶ τὴν ἐπιεικῆ χαλεπὴν ἐργάσασθαι δύναται, μεταῤῥυείσης
13. εἰς κυριώτερον χωρίον τῆς τὴν ἀνωμαλίαν ἐργαζομένης αἰτίας·
14. καὶ μέντοι καὶ τὴν χαλεπὴν ἐπιεικῆ, μετελθούσης καὶ
15. νῦν τῆς αἰτίας ἐκ τῶν κυριωτέρων εἰς ἀκυρώτερα. οὐδὲν οὖν
16. ἀσφαλὲς οὐδὲ βέβαιον ἐπὶ τῆς ἀταξίας ἐστὶν, οὔτε τοιοῦτον
17. οἷον ἐπὶ τῆς τάξεως οὔτε ἀγαθὸν οὔτε κακόν. ἂν μέντοι
18. μετὰ σφοδρότητος σφυγμοῦ γίγνηταί τις ἀταξία, εἴτ’ οὖν ὁμαλοῦς
1. εἴτε καὶ ἀνωμάλου τῆς σφοδρότητος οὔσης, παρόντων
2. καὶ τῶν τῆς πέψεως σημείων, ἐλπίζειν χρὴ κρίσιν ἔσεσθαί
3. τινα, καὶ μᾶλλον, εἰ καὶ τὰ ἄλλα σημεῖα κρίσεως γένοιτο, ὅτε
4. καὶ κατὰ τοῦτο διαφέρουσιν αἱ ἀταξίαι τῶν τάξεων, καθ’
5. ὅσον ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς αὐτοῖς ἑτοιμότερον ἐπὶ κρίσιν
6. ἡ φύσις ἐξορμᾷ κατὰ τὰς ἀρτηρίας.

Cliquer un n° de page pour en afficher l’image