Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 2.2, ed. Kühn, 1825, vol. 9, p. 275-278. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.2

11. Ἐν δὲ τῷ παρόντι μετιτέον ἐστὶν
12. ἐπὶ τὸν περὶ πυκνότητός τε καὶ ἀραιότητος λόγον. διττῆς δ’
13. οὔσης ἑκατέρας, ὅτι καὶ τὰς ἠρεμίας τῆς ἀρτηρίας δύο εἶναι
14. συμβέβηκε, τὴν μὲν ἐπὶ τὸ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι,
15. τὴν δὲ ἐπὶ τὸ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι, τὸ μέν τι
16. κοινὸν ἀμφοτέραις ὑπάρχει, τὸ δ’ ἴδιον ἑκατέρᾳ· κοινὸν μὲν,
17. ὅτι βραχύνονταί τε κατὰ διττὴν αἰτίαν, ἤτοι τῆς προηγουμένης
18. κινήσεως μηκυνθείσης ἢ τῆς ἑπομένης πρωϊαίτερον ἀρξαμένης, 
1. μηκύνονται τε πάλιν ἤτοι τῆς προηγουμένης κινήσεως
2. βραχυνθείσης, ἢ τῆς ἑπομένης ὀψιζούσης· ἴδιον δ’ ἑκατέρας
3. ὃ σημαίνειν πεφύκασιν. δῆλον δ’ ὡς ἐκεῖνο σημαίνουσιν ὅπερ
4. ἂν ἐκ τοῦ μεμηκύνθαι τὴν ἑτέραν κίνησιν, ἢ πρωϊαίτερον ἄρχεσθαι
5. τὴν ἑτέραν ὑπάρχει δηλούμενον, ἢ πάλιν ἐκ τοῦ βραχεῖαν
6. μὲν γεγονέναι τὴν ἑτέραν, βραδύνειν δὲ τὴν λοιπήν.
7. ἐπειδὴ γὰρ ἡ μὲν καθαρὰ θερμότης καὶ ἥκιστα περιττωματικὴ
8. τὴν διαστολὴν ἐργάζεται μείζονά τε ἅμα καὶ ὠκυτέραν,
9. ἡ δὲ τεθολωμένη σηπεδονώδεσι περιττώμασι τὴν συστολὴν,
10. ὅταν δὲ ἐπὶ τῷ πρωϊαίτερον μὲν ἐπὶ τῷ μεγέθει τῆς διαστολῆς
11. ὁ σφυγμὸς γένηται πυκνότερος, ηὐξῆσθαι δηλώσει θερμότητα
12. πολλὴν ἐν τῷ σώματι καθαρὰν, ὅταν δ’ ἐπὶ τῷ πρωϊαίτερον
13. ἄρχεσθαι τὴν συστολὴν, ἀκαθάρτου τε καὶ περιττωματικῆς
14. θερμασίας ἐνδείξεται πλῆθος. ὡσαύτως δὲ κᾂν ἀραιότερος
15. ὁ σφυγμὸς γένηται κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἰ μὲν ἐπὶ βραχύτητι
16. τῆς διαστολῆς, ἐψῦχθαι τὴν ἐν τῷ ζώῳ θερμότητα δηλώσει,
17. εἰ δὲ διὰ τὸ βραδύνειν τὴν συστολὴν, ἐλάττω γεγονέναι
18. τὰ καπνώδη περιττώματα· κατὰ δὲ τὴν ἐντὸς ἠρεμίαν
19. ἔμπαλιν, εἰ μὲν ἐπὶ τῷ μηκυνθῆναι τὴν συστολὴν
1. ὁ σφυγμὸς πυκνωθείη, πλῆθος ὑποτρέφεσθαι καπνωδῶν περιττωμάτων,
2. εἰ δὲ διὰ τὸ πρωϊαίτερον ἄρχεσθαι τὴν διαστολὴν,
3. ηὐξῆσθαι τὴν θερμότητα. πάλιν δ’ αὖ κατὰ τὴν ἠρεμίαν
4. ταύτην ἀραιούμενος ὁ σφυγμὸς, εἰ μὲν διὰ τὸ μεμειῶσθαι τὴν
5. συστολὴν, ἠλαττῶσθαι τὰ περιττώματα δηλώσει, εἰ δὲ διὰ
6. τὸ βραδύνειν τὴν διαστολὴν, μεμειῶσθαι τὴν θερμότητα.
7. συνελθόντων δὲ ἀμφοῖν ἅμα, τοῦ τε μεμηκύνθαι τὴν προτέραν
8. κίνησιν καὶ τοῦ πρωϊαίτερον ἄρχεσθαι τὴν δευτέραν,
9. εἴτε κατὰ τὴν ἐκτὸς ἠρεμίαν, εἴτε κατὰ τὴν ἐντὸς τοῦτο συμβαίνει,
10. σύνθετον ἐνδείξεται διάθεσιν ἐξ ἐκείνων, ὧν ἑκάτερον
11. ἐδήλου κατὰ μόνας. ὁμοίως δὲ κᾂν ἀραιὸς ὁ σφυγμὸς γένηται,
12. καθ’ ὁποτερανοῦν τῶν ἠρεμιῶν ἀμφοῖν ἅμα συνελθόντων, τοῦ
13. τε συνῃρῆσθαι τὴν προτέραν κίνησιν καὶ τοῦ μετὰ πλέον
14. ἄρχεσθαι τὴν ἑτέραν, ἡ διάθεσις ἔσται καὶ οὕτω διττή τε καὶ
15. σύνθετος ἐξ ἑκατέρας τῶν ἤδη προδεδηλωμένων, ὑπομεμειωμένης
16. μὲν ὁποτερασοῦν τῶν κινήσεων, ἀναβεβλημένης δὲ καὶ
17. μετὰ πλέον ἀρχομένης τῆς ἑτέρας. οὐ μὴν ἥ γε διάγνωσις εἰς
18. ἴσην ἐνέργειαν ἥκει καθ’ ἑκατέρας τὰς ἡσυχίας. ἡ μὲν γὰρ ἐκτὸς
19. ἐναργῶς αἰσθητὴ, τὴν δ’ ἐντὸς οὐχ ὅπως ἐναργῶς, ἀλλ’
1. οὐδ’ ἀμυδρῶς ἔνεστιν αἰσθήσει διαγνῶναι. στοχασμῷ δ’ ἂν
2. μόνῳ τις αὐτὴν ἐξεύροι, συλλογισάμενος ἐκ τῆς καθ’ ἑκατέραν
3. τὴν κίνησιν ὁρμῆς, καὶ μᾶλλον ἐπ’ ἐκείνων τῶν σφυγμῶν
4. ἐν οἷς ἐναργῶς ἔστιν αἰσθήσει διαγνῶναι τὴν συστολήν.
5. εἴρηταί μοι καὶ περὶ τούτου τοῦ γένους τῶν σφυγμῶν ὅσον
6. ἱκανὸν εἰς τὰ παρόντα.

Cliquer un n° de page pour en afficher l’image