Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 2.3, ed. Kühn, 1825, vol. 9, p. 278-279. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.3

7. Ἑξῆς δ’ ἐστὶν ἐπί γε τῇ τάξει τοῦ
8. λόγου περὶ ῥυθμῶν διελθεῖν, ὑπὲρ ὧν Ἡροφίλῳ μὲν ἐπὶ
9. πλέον εἴρηται τήρησίν τινα καὶ ἐμπειρίαν ἱστοροῦντι μᾶλλον
10. ἢ λογικὴν μέθοδον ἐκδιδάσκοντι. τοὺς γὰρ καθ’ ἑκάστην ἡλικίαν
11. ὡς τὸ πολὺ φαινομένους ῥυθμοὺς τῶν σφυγμῶν ἔγραψε,
12. πρῶτον μὲν οὐδ’ ἐφ’ ὧν τινων φύσεων ἐτήρησεν αὐτοὺς οὐδὲν
13. ἡμῖν εἰπών· εἶτ’ ἐξ αὐτῶν ὧν διδάσκει δῆλον ὅτι συγκέχυταί
14. τε καὶ ἀδιάρθρωτός ἐστι περὶ τὴν τῆς συστολῆς τε καὶ
15. τῶν ἠρεμιῶν διάγνωσιν. εἴπερ γὰρ ἡγεῖταί ποτε δύνασθαι γενέσθαι
16. συστολὴν ἐπὶ τῶν γεγηρακότων, ἄχρι δὴ τῶν δέκα
17. πρώτων χρόνων ἐκτεταμένην, εὔδηλός ἐστι τῆς ὄντως συστολῆς
18. ἀναισθήτως ἔχων. αὕτη γὰρ ἐνίοτε μὲν ὀλιγοχρονιωτέρα
19. τῆς διαστολῆς ἐστιν, ἐνίοτε δ’ ἰσόχρονός ἐστιν, ὁτὲ δὲ, ὡς
1. ἐκεῖνος γράφει, πολυχρονιωτέρα μὲν, οὐ μὴν, ὡς οἴεται, πενταπλασίων,
2. ἀλλὰ βραχεῖ τινι μείζων. ὅσα δ’ ἄλλα μοχθηρὰ
3. καὶ ἀδιάρθρωτα καὶ ἀδύνατα πρὸς τὰς προγνώσεις ἔχει τὰ
4. περὶ ῥυθμῶν ὑφ’ Ἡροφίλου λεγόμενα, τὰ μὲν ἐκ τοῦ τρίτου
5. περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔνεστι μαθεῖν, τὰ δ’ ἐξ
6. ὧν ἰδίᾳ γράψομεν ὑπὲρ τῆς Ἡροφίλου περὶ τοὺς σφυγμοὺς
7. τέχνης. νῦν δὲ, οὔτε γὰρ ἱστορικὴν οὔτ’ ἀντιλογικὴν ποιοῦμαι
8. πραγματείαν, ἀλλὰ τῶν ἡμῖν ἐγνωσμένων διδασκαλικὴν,
9. ἐπὶ τὸν περὶ τῶν ἀνωμάλων σφυγμῶν ἤδη μεταβήσομαι
10. λόγον.

Cliquer un n° de page pour en afficher l’image