11. Διττὸν δ’ αὐτῶν ἐστι τὸ γένος· ἔνιοι μὲν
12. ἐν μιᾷ πληγῇ τὴν ἀνωμαλίαν λαμβάνοντες, ἄλλοι δ’ ἐν
13. ἀθροίσματι. καὶ καλεῖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς
14. συστηματικὴν τὴν τοιαύτην ἀνωμαλίαν, ὅτι, οἶμαι, καὶ τὸ
15. ἄθροισμα σύστημα προσαγορεύουσιν. ἰστέον οὖν ὑπὲρ τῶν
16. ἀνωμάλων σφυγμῶν κοινῇ μὲν τοῦτο κατὰ πάντων, ὅπερ ἐν
17. τῷ δευτέρῳ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπιδέδεικται, δι’ ἐμφράξεις
18. αὐτοὺς, ἢ θλίψεις ὀργάνων, ἢ πλῆθος τὸ πρὸς τὴν
19. δύναμιν νοούμενον, ἢ τὴν τῆς καρδίας ἀνώμαλον δυσκρασίαν
1. συνίστασθαι, χαλεπωτέραν δ’ εἶναι τὴν καθ’ ἕνα σφυγμὸν
2. ἀνωμαλίαν τῆς ἐν ἀθροίσματι. καὶ μὲν δὴ καὶ τὸ μηδόλως
3. κινεῖσθαι τὴν ἀρτηρίαν, ὅπερ ὀνομάζεται διαλείπειν, ἄν τε
4. καθ’ ἕνα σφυγμὸν ἄν τε κατὰ σύστημα γένηται, χαλεπόν
5. ἐστιν ὡς οὐδὲν ἁπάντων τῶν εἰδῶν ἄλλο τῶν ἀνωμάλων γινομένων.
6. ἰδίᾳ δὲ καθ’ ἑκάτερον γένος ὑπὲρ ἁπάντων τῶν
7. εἰδῶν ἐπίστασθαι χρὴ, ἀπὸ τῆς ἐν ἀθροίσματι τῶν σφυγμῶν
8. ἀνωμαλίας ἀρξαμένους. γυμνάσωμεν δὲ τὸν λόγον, καὶ πρῶτον
9. ἐν τῇ κατὰ σύστημα, ἐπειδὴ σαφεστέρα τῆς καθ’ ἕνα τετύχηκεν
10. οὖσα. τοὺς μὲν δὴ διαλείποντας σφυγμοὺς ἤτοι διὰ
11. τὸ βαρύνεσθαι πρὸς τοῦ πλήθους ἡ δύναμις ἐργάζεται, κωλυομένη
12. κατὰ τὸν προσήκοντα καιρὸν ἐπὶ τὴν κίνησιν ἐξορμᾷν
13. διὰ πάχος, ἢ πλῆθος χυμῶν ἐμφράττον, ἤτοι τὰ στόματα
14. τῶν πλησίων τῆς καρδίας ἀρτηριῶν, δι’ ὧν ἕλκει τε καὶ αὖθις
15. ἐκπέμπει τὰς ὕλας, ἢ καὶ μέχρι τινὸς ἀπὸ τῶν στομάτων
16. ὅλην τῶν ἀγγείων τὴν εὐρύτητα. πολλάκις δ’ ἔξωθεν αὐταῖς
17. περιχυθὲν τὸ τοιοῦτον πλῆθος οἷον δεσμὸς γίνεται, τὸ μέν
18. πού τι βαρῦνον αὐτὰς οἷον φορτίον, ἔστι δ’ ὅτε καὶ τὰς
1. χώρας εἰς ἃς διαστέλλονται καταλαμβάνον, ἐνίοτε δὲ
2. καὶ φλεγμονή τις, ἢ σκίῤῥος, ἤ τις ἕτερος ὄγκος τοιοῦτος ἐν
3. τοῖς περιέχουσι τὰς ἀρτηρίας σώμασι συνιστάμενος ἐμποδὼν
4. ἵσταται ταῖς διαστολαῖς αὐτῶν. εἰ δὲ καὶ κατὰ τοὺς
5. χιτῶνας αὐτῶν τῶν ἀρτηριῶν τοιοῦτόν τι συσταίη, μείζων
6. ὁ κίνδυνος· εἰ δὲ καὶ κατὰ τὸ τῆς καρδίας αὐτῆς σῶμα, τοῦτο
7. μὲν ἤδη κακὸν ἔσχατον, ἐξαιφνίδιον γὰρ οἱ τοιοῦτοι συγκόπτονται.
8. οὐ μὴν ἥ γε δυσκρασία τῆς καρδίας ὁμοίως ὀλέθριος,
9. ἀλλ’ ἐπιεικεστέρα μακρῷ φλεγμονῆς. ἕπεται δ’ αὐτῇ
10. δυνάμεως ἀῤῥωστία. καὶ ὅ γε ἀμυδρὸς σφυγμὸς οὐκ ἄλλου
11. τινός ἐστιν ἢ τῆς τοιαύτης διαθέσεως γνώρισμα. συμμέτρως
12. μὲν γὰρ ἔχουσα κράσεως ἡ καρδία τὸν σφοδρὸν σφυγμὸν
13. ἀπεργάζεται, μοχθηρῶς δὲ τὸν ἀμυδρόν. τὸ δ’ ἧττόν τε καὶ
14. μᾶλλον ἑκατέρῳ διά τε τὴν τῆς εὐκρασίας ἐπίτασίν τε καὶ
15. ἄνεσιν. ἐδείχθη γὰρ πλάτος ἔχειν, καὶ διὰ τὴν τῆς δυσκρασίας
16. οὐδὲν ἧττον ὑπάρχον τοῖς σφυγμοῖς. ἀλλὰ μόνη μὲν ἡ
17. δυσκρασία μικρὸν καὶ ἀμυδρὸν ἀποτελεῖ τὸν σφυγμὸν, οὐ
18. μὴν ἤδη γέ πω καὶ ἀνώμαλον, εἰ μὴ παραβαλλομένη τοῖς
19. χυμοῖς ἡ δύναμις, ὅσοι τε κατ’ αὐτὴν τὴν καρδίαν εἰσὶ
1. καὶ ὅσοι κατὰ τὰς πλησίον αὐτῆς ἀρτηρίας τε καὶ φλέβας,
2. ἐλάττων αὐτῶν φαίνοιτο κατὰ τὴν ἰσχὺν, ὅπερ οὐδὲν ἄλλ’
3. ἐστὶν ἢ τὸ πρὸς τὴν δύναμιν πλῆθος. ἐν γὰρ ταῖς τοιαύταις
4. διαθέσεσιν ἀνωμαλία τις ἐξ ἀνάγκης συνυπάρξει τοῖς
5. μικροῖς καὶ ἀμυδροῖς σφυγμοῖς. ἔνθα δ’ ἀῤῥωστεῖ μόνον ἡ
6. τῆς καρδίας δύναμις, οὐ μὴν βαρύνεταί γε πρὸς τῶν χυμῶν,
7. ἐνταῦθα μικροὶ καὶ ἀμυδροὶ πάντως εἰσὶν οἱ σφυγμοὶ διὰ
8. τὴν ἀτονίαν τῆς δυνάμεως, ἀνωμαλία δ’ οὐδεμία σύνεστιν
9. αὐτοῖς, εἰ μή ποτε ἄρα καὶ αὐτὸ τῆς καρδίας τὸ σῶμα δυσκρασίαν
10. ἀνώμαλον ἐπιδέξεται, περὶ ἧς ὀλίγον ὕστερον εἰρήσεται.
11. νυνὶ δ’ ἐπὶ τοὺς διαλείποντας ἐπάνειμι, παρακειμένους
12. μὲν τοῖς ἀραιοτέροις, διοριζομένους δ’ αὐτῶν τῷ ῥυθμὸν
13. ὅλον ἀπολωλεκέναι σφυγμοῦ κατὰ τοὺς διαλείποντας. εἰ δὲ
14. μὴ μόνον ἑνὸς σφυγμοῦ χρόνον ἡσυχάσειεν, ἀλλὰ καὶ πλέονα,
15. σαφέστερόν τ’ ἂν ὁ τοιοῦτος διαλείπων φαίνοιτο καὶ κινδυνωδέστερος
16. εἰς τοσοῦτον ἔσται τοῦ πρόσθεν εἰς ὅσον ἂν ἐπὶ
17. πλέον ἡσυχάζῃ. ὥστε οὐκ οἶδα εἴ τινα σωθῆναι δυνατόν
18. ἐστι δυοῖν σφυγμῶν χρόνον ἡσυχαζούσης τῆς ἀρτηρίας. ἑνὸς
19. δὲ σφυγμοῦ χρόνον ἢ καὶ βραχεῖ πλέον πολλάκις ἐθεασάμεθα,
1. διαλειπούσης τῆς κινήσεως τῶν ἀρτηριῶν, ἀναῤῥωθέντα τὸν
2. ἄνθρωπον, καὶ μάλισθ’ ὅταν ἄγῃ πρεσβυτικὴν ἡλικίαν, καίτοι
3. τάχ’ ἂν δόξειεν ἄλογον εἶναι τὸ τοιοῦτον. εἰ γὰρ καὶ ἄλλως
4. ἀσθενής ἐστιν ὁ γέρων καὶ κάμνουσιν αἱ δυνάμεις αὐτῷ
5. καὶ πρὸ τοῦ νοσεῖν, τί ποτε χρὴ προσδοκᾷν ἀποβήσεσθαι
6. τῷ διὰ τὴν ἡλικίαν καμάτῳ προσγενομένου τοῦ διὰ τὴν νόσον;
7. ἀλλ’ ὡς ἔοικεν, οὐ ταύτῃ χαλεπόν ἐστιν, ἀλλ’ ἐκείνῃ μᾶλλον
8. ἐπιεικὲς, ὅτι τὰς ἀσθενεῖς δυνάμεις ὑπὸ μικρῶν πολλάκις αἰτίων
9. ἐπηρεάζεσθαι συμβαίνει, τὰς δ’ ἰσχυρὰς ὑπὸ τῶν μεγίστων
10. μόνον νικᾶσθαι. ταῦτά τοι καὶ ὅσοι ταῖς ἕξεσιν ἰσχυροὶ
11. καὶ χρόνῳ παμπόλλῳ διετέλεσαν ἄνοσοι κινδυνεύουσι νοσήσαντες,
12. οἱ δ’ ἀσθενεῖς καὶ συνεχῶς ὑπὸ παντὸς αἰτίου βλαπτόμενοι
13. ῥᾷστα διασώζονται, ὅτι δηλαδὴ τούτων μὲν οὐδεὶς
14. ἀναμένει μέγεθος αἰτίου, φθάνων ὑπὸ παντὸς ἐπηρεάζεσθαι
15. καὶ τοῦ σμικροτάτου, τῶν δ’ ἰσχυρῶν ἡ ῥώμη πρὸς ἅπαν
16. ἀπομάχεται τὸ μικρὸν κακὸν, ὥσθ’ ὑπὸ μόνων νικᾶσθαι
17. τῶν μεγάλων. γέροντες μὲν οὖν διὰ τοῦτο τοὺς διαλείποντας
18. σφυγμοὺς ἧττον ὀλεθρίους ἔχουσι τῶν ἀκμαζόντων.
19. οἱ δὲ δὴ παῖδες ἑξῆς, ὅτι τήν τε πεπτικὴν δύναμιν ἰσχυρότατοι
1. καὶ τὸ σῶμα μαλακώτατοί τε καὶ ῥᾳδίως διαπνεόμενοι,
2. ἐκπέπτουσί τε οὖν καὶ διαφοροῦσι τάς τε ἀνωμάλους
3. δυσκρασίας καὶ τὸ πλῆθος καὶ τὸ πάχος τῶν χυμῶν. συμβαίνει
4. δὴ καὶ τούτους ἧττον κινδυνεύειν τῶν ἀκμαζόντων ἐν
5. τοῖς διαλείπουσι σφυγμοῖς, διὰ διττὴν αἰτίαν, ὅτι τε τὴν
6. σφυγμικὴν δύναμιν ἀσθενεστέραν ἔχουσι τῆς τῶν ἀκμαζόντων,
7. ὥσθ’ ὑπὸ βραχυτέρων αἰτίων ἑτοιμότερον νικᾶσθαι,
8. καθάπερ οἱ γέροντες, καὶ ὅτι τὴν πεπτικὴν ἰσχυροτέραν,
9. ὡς ῥᾷον ἐπανορθοῦσθαι τὰ λυποῦντα. πρόσεστι δὲ
10. καὶ τὸ τῆς διαπνοῆς ἕτοιμον, οὐ μικρὸν ἀγαθὸν εἰς ἐπανόρθωσιν
11. νοσημάτων, ὡς καὶ πρὸς Ἱπποκράτους ἐλέγετο. εἰ μὲν
12. οὖν ἀρέσκοιτό τις τοῖς εἰρημένοις λογισμοῖς, ἔνεστιν αὐτοῖς
13. χρῆσθαι, εἰ δ’ οὐκ ἀρέσκοιτο, τὸ γοῦν ἐκ τῆς πείρας φαινόμενον
14. ἴστω τοιοῦτον ὑπάρχον οἷον εἴρηται. μάλιστα μὲν
15. οὖν οἱ ἀκμάζοντες, ἧττον δ’ αὐτῶν οἱ παῖδες, ἥκιστα δ’ οἱ
16. γέροντες ἐν τοῖς διαλείπουσι κινδυνεύουσιν. οὐδὲν δὲ θαυμαστὸν
17. ὀλεθριωτάτην εἶναι τῶν ἀνωμαλιῶν τὴν διαλειπτικήν.
18. αἱ μὲν γὰρ ἄλλαι πλημμελεῖς πώς εἰσι κινήσεις, ἡ δὲ κατὰ
1. τὸ διαλείπειν ἐν στερήσει κινήσεως γίνεται. καθ’ ὃν γὰρ χρόνον
2. ὁ σφυγμὸς διαλείπει, κατὰ τοῦτον οὐδόλως ἡ ἀρτηρία
3. κινεῖται. καὶ σχεδὸν εἰς ὅσον ἀλλήλων διαφέρουσιν ὑγεία καὶ
4. θάνατος καὶ νόσος, εἰς τοσοῦτον καὶ ἡ κατὰ φύσιν κίνησις
5. ἀκινησίας τε καὶ μοχθηρᾶς κινήσεως. ἡ μὲν γὰρ κατὰ φύσιν
6. κίνησις οἷόν περ ὑγεία, ἡ δὲ μοχθηρὰ κίνησις οἷόν περ ἡ
7. νόσος, ἡ δ’ ἀκινησία θανάτῳ προσέοικεν. οἷς μέντοι δοκεῖ
8. κατὰ τὰς ἐνεργείας αὐτὰς γίνεσθαι τό θ’ ὑγιαίνειν καὶ τὸ νοσεῖν,
9. οὐ κατὰ τὰς τοῦ σώματος διαθέσεις, ἀφ’ ὧν ἐνεργοῦμεν,
10. τούτοις οὐχ οἷόν περ ὑγεία τις ἡ κατὰ φύσιν κίνησις τῶν
11. ἀρτηριῶν, ἀλλ’ ἄντικρυς ὑγεία λεχθήσεται. κατὰ ταῦτα γοῦν
12. καὶ ἡ πλημμελὴς κίνησις οὐχ οἷόν περ νόσος, ἀλλ’ αὐτὸ δὴ
13. τοῦτο νόσον, ἡ δ’ ἀκινησία νέκρωσίς τις, εἰ μὲν ἐπὶ πλέον
14. γένοιτο παντελὴς, εἰ δ’ ἄχρι τοῦ δοκεῖν ἑνὸς σφυγμοῦ χρόνοιν
15. δυοῖν ἡσυχάζειν, οἷόν περ κάρος, ἢ ἀποπληξία τις, ἢ
16. παράλυσις τῶν καθ’ ὁρμὴν ἐνεργειῶν. οἷα γὰρ ταῦτα περὶ
17. ἑτέραν ἀρχήν ἐστι τὴν ἐν ἐγκεφάλῳ, τοιοῦτό τι καὶ ἡ τῶν
18. σφυγμῶν ἡσυχία περὶ τὴν ἐν τῇ καρδίᾳ, καὶ ὥσπερ ἐπ’ ἐκείνης
1. ὀρθῶς εἴρηται λύειν ἀποπληξίην, ἰσχυρὴν μὲν ἀδύνατον,
2. ἀσθενέα δὲ οὐ ῥηΐδιον, οὕτω κᾀνταῦθα καλῶς εἰρήσεται, λύειν
3. ἀκινησίαν σφυγμῶν μακροχρόνιον μὲν ἀδύνατον, βραχυχρόνιον
4. δὲ οὐ ῥᾴδιον. μακροχρόνιος μὲν οὖν ἐστιν ἡ δυοῖν σφυγμοῖν
5. χρόνον ὑπερβαίνουσα, βραχυχρόνιος δὲ ἡ τοῖν δυοῖν ἐντός.
6. ἡ δὲ περὶ τῶν ἑνὸς σφυγμοῦ χρόνων ἡσυχία μετριωτάτη τῶν
7. διαλήψεών ἐστι καὶ πολλοὶ διεσώθησαν ἐκ ταύτης γέροντές
8. τε καὶ παῖδες, ἀκμάζων δ’ οὐδεὶς οὐδὲ ἐκ ταύτης. ἀλλ’ ὑπ’
9. ἀγνοίας ἔνιοι τὴν μακρὰν ἀραιότητα διάληψιν εἶναι νομίζοντες
10. ἡγοῦνται σεσῶσθαί τινας ἀκμάζοντας ἐκ τῆς τοιαύτης
11. κακοσφυξίας. ἔστι μὲν οὖν καὶ ἥδε χαλεπὴ, καὶ μάλιστα τοῖς
12. ἀκμάζουσιν, οὐ μὴν ὀλέθριος πάντως· ἐπὶ μέντοι τῶν παίδων
13. τε καὶ τῶν γερόντων ἔτι δὴ καὶ μᾶλλον ἐπιεικής. ὅ γε μὴν
14. θάνατος ἐξαιφνίδιος ἐπὶ τοῖς διαλείπουσι γίνεται σφυγμοῖς
15. ἀνάλογον ἀποπληξίᾳ. σβέννυται γὰρ ἐν ἀμφοτέροις ἡ ἐν τῇ
16. καρδίᾳ θερμότης, ἀναπνοῆς στερηθεῖσα. ἀραιότης μὲν οὖν
17. διαλείποντος σφυγμοῦ διώρισται τῷ μήκει τοῦ χρόνου·
18. προσδιορισθήσεται δ’ ἐνίοτε καὶ τῷ τὴν μὲν ἀραιότητα
1. καὶ μεθ’ ὁμαλότητός ποτε συνίστασθαι πάντων τῶν
2. πληγῶν, τὸν διαλείποντα δὲ σφυγμὸν ἐξ ἀνάγκης ἀνώμαλον
3. γίνεσθαι, ἐνίοτε μὲν γὰρ διὰ τριῶν, ἐνίοτε δὲ διὰ τεσσάρων,
4. ἔστι δ’ ὅτε διὰ πέντε πληγῶν, ἢ καὶ πλειόνων, εὑρίσκεται
5. διαλείπων τε καὶ ἡσυχάζων ἕνα χρόνον ἢ καὶ πλέονα κινήσεως,
6. συμμεταβάλλεται δ’ εὐθὺς αὐτῷ καὶ τῶν ἄλλων τι
7. γενῶν εἰς ἀνωμαλίαν τρεπόμενον. οὐ μὴν ἀλλὰ καὶ τοῦτο
8. ταῖς ἐκτεταμέναις ἐπὶ πλείονα χρόνον ἀραιότησιν ἀχώριστον
9. ὑπάρχει, τὸ βραδυτέραν τοῦ προσήκοντος ἀποτελεῖσθαι τὴν
10. κίνησιν, ἐνίοτε μὲν εἰς τοσοῦτον εἰς ὅσον περ καὶ ἡ ἀραιότης,
11. ἐνίοτε δ’ ἐπὶ πλέον, ἢ ἔλαττον, ὡς ἂν ἡ τὴν τοιαύτην
12. κακοσφυξίαν ἐργαζομένη διάθεσις ἔχῃ. κατάψυξις
13. δ’ ἐστὶν ἰσχυρὰ τῶν τοιούτων σφυγμῶν αἰτία τῆς γενέσεως,
14. ἤτοι κατὰ τὸ σῶμα τῆς καρδίας, ἢ κατὰ τὸ πνεῦμά τε καὶ
15. αἷμα τὸ ἐν ταῖς κοιλίαις αὐτῆς, ἢ κατά τι τῶν ὁμιλούντων
16. μορίων. ἡ μὲν οὖν κατὰ τὸ σῶμα τῆς καρδίας αὐτὸ κατάψυξις
17. μεγάλη εἰς τοσοῦτο καὶ τοὺς σφυγμοὺς ἀμυδροὺς
18. ἐργάζεται καὶ βραδεῖς καὶ μικροὺς εἰς ὅσον ἂν καὶ αὕτη δυναστεύῃ·
19. ἡ δ’ ἀπό τινος τῶν ἄλλων ὁρμωμένη τὴν ἀραιότητα
1. πλέον ἢ τὰ ἄλλα τὰ εἰρημένα γένη τοῦ κατὰ φύσιν
2. ἐξίστησιν. ὥστ’ ἔνιοί τινες ἐξ αὐτῶν οὐ πολὺ τῶν κατὰ φύσιν
3. ἐλάττους τε καὶ βραδυτέρους καὶ ἀμυδροτέρους ἔχοντες τοὺς
4. σφυγμοὺς ὅμως ἀπόλλυνται διὰ ταχέων. ὁ δὲ θάνατος ἀφυκτότερος
5. μέν ἐστιν, ὅταν αὐτὸ τὸ σῶμα τῆς καρδίας δέξηται
6. τὴν κατάψυξιν, ἐξαιφνίδιος δὲ γίνεται καὶ κατὰ τὴν ἑτέραν
7. διαφοράν. καὶ ἀποθνήσκουσιν οἱ μὲν πρότεροι κοιμώμενοι
8. μᾶλλον, ὡς μηκέτ’ ἐξαναστῆναι, οἱ δὲ δεύτεροι καὶ οὕτως
9. μὲν, ἀλλὰ καὶ διαλεγόμενοί τινες ἐξ αὐτῶν, ὡς δοκεῖν τοῖς
10. ἰδιώταις μηδὲν ἔχειν ἄτοπον, ἐξαίφνης οἷόν περ λειποθυμήσαντες
11. ἀπέθανον, οἱ μὲν ἐφιδρώσαντες, οἱ δὲ καὶ χωρὶς
12. τούτου. καὶ καταλαμβάνει τὸ σύμπτωμα τοῦτο καὶ ἡ διάθεσις
13. αὕτη καὶ τῶν ἐν νόσοις μέν τινας, ὅταν ἀπύρετοι γένωνται
14. παραλόγως, καὶ τῶν ὑγιαινόντων δέ τινας ἐν πρεσβυτικῇ
15. μάλιστα τῇ ἡλικίᾳ. ἀραιότης μὲν οὖν σφυγμῶν εἰς
16. τοσοῦτον ὀλέθριος. καὶ μὲν δὴ καὶ οἱ διαλείποντες ἔτι καὶ
17. μᾶλλον, εἴ γε καὶ ἡ γένεσις αὐτῶν ἐπιτεινομένης τῆς ἀραιότητος
18. καὶ ἡ λύσις ἐπάνοδος εἰς τὴν ἀρχαίαν συμμετρίαν ἐστὶ
1. δι’ ἀραιότητος, οὐδεὶς γὰρ τῶν σωθέντων ἐπὶ διαλείπουσι
2. σφυγμοῖς ἑτέρως ἐσώθη, ἀλλὰ καθ’ ὃν εἴρηται τρόπον ἅπαντες,
3. ἀραιότητος μὲν πρῶτον ἱκανῶς ἐκτεταμένης διαδεξαμένης
4. τὸν διαλείποντα σφυγμὸν, ἐπ’ αὐτῇ δ’ ἀεὶ καὶ μᾶλλον
5. ὀλιγοχρονιωτέρας γινομένης τῆς ἡσυχίας ἄχρι τοῦ τὴν κατὰ
6. φύσιν ἀπολαβεῖν συμμετρίαν.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 2.4, ed. Kühn, 1825, vol. 9, p. 279-289. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩