Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 2.5, ed. Kühn, 1825, vol. 9, p. 289-294. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.5

7. Ἐναντίοι δ’ εἰσὶ τοῖς εἰρημένοις σφυγμοῖς
8. ἕτεροι δύο, τῷ μὲν ἀραιῷ πυκνὸς, τῷ διαλείποντι δ’ ὁ
9. παρεμπίπτων, οὓς ὁ Ἀρχιγένης ἔοικεν οἴεσθαι χαλεπωτέρους
10. εἶναι τῶν προειρημένων, ἐξαπατώμενος ὑπὸ τῶν πυκνῶν, ὅτι
11. καὶ προηγοῦνται καὶ συνεδρεύουσι συγκοπαῖς· ἐπὶ δὲ τῶν
12. παρεμπιπτόντων, ὅτι περιπνευμονικοῖς ἐνίοτε προσπίπτουσιν
13. ὀλεθρίως ἔχουσι καὶ πυρετοῖς ἔστιν ὅτε, καθ’ οὓς ἔμφραξις ἢ
14. θλίψις ἐστὶν ἀρτηριῶν κυρίων. οὐ μὴν εἴς γε τὴν γένεσιν
15. ἀποβλέψαντι τῶν τοιούτων σφυγμῶν ἀληθὴς ἡ δόξα φαίνεται
16. τοῦ Ἀρχιγένους. ὁ μὲν γὰρ παρεμπίπτων ἐπ’ ἀνωμάλῳ
17. γίνεται πυκνότητι, διὰ τὸ πολλάκις ἐνδεέστερον τῆς χρείας
18. ἐνηργηκέναι τὴν καρδίαν. αὐτὸ δὲ τοῦτο πάλιν ἤτοι βαρυνομένης
19. γίνεται τῆς καρδίας ὑπὸ πλήθους, ἢ τῶν ὀργάνων
1. ἐμπεφραγμένων, ἢ στενοχωρουμένων, ἅπερ, οἶμαι, καὶ τῶν
2. διαλειπόντων ἦν αἴτια· διαλλάττουσιν οὖν ἀλλήλοις τῷ
3. τοὺς μὲν παρεμπίπτοντας ἀπομαχομένην τε καὶ διαγωνιζομένην
4. τοῖς ἐνοχλοῦσιν αἰτίοις ἔχειν τὴν δύναμιν, τοὺς δὲ διαλείποντας
5. ὀκνοῦσαν τοῦτο πράττειν. ἀμέλει πολλάκις οἱ παρεμπίπτοντες
6. σφυγμοὶ κρίσιν ἤνεγκαν. εἰ γὰρ καί ἐστιν
7. ὥσπερ κατ’ ἄπειρον τῆς εἰς ἀγῶνα παρασκευαζομένης φύσεως.
8. εἰ δὲ ἐκ τῶν τοιούτων κρίσεων ἀπόλλυνταί τινες, οὐδὲν
9. τοῦτο πρὸς τὸ χαλεπωτέραν εἶναι τὴν τῶν παρεμπιπτόντων
10. διάθεσιν τῆς τῶν διαλειπόντων. πολὺ πλείους γὰρ ἐκ τῶν
11. διαλειπόντων ἀπόλλυνται, κατὰ δὲ τὸν αὐτὸν τρόπον κᾀκ
12. τῶν ἱκανῶς ἀραιῶν ἤπερ ἐκ τῶν πυκνῶν. οἱ γοῦν περικαεῖς
13. ἅπαντες πυρετοὶ πυκνὸν ἔχουσι τὸν σφυγμὸν, ἔνιοί
14. τινες αὐτῶν ὄντες ἀκίνδυνοι. οἱ δ’ ἐν ταῖς συγκοπαῖς πυκνοὶ
15. διὰ τὴν ἀμυδρότητα κινδυνώδεις εἰσὶν, ἀχώριστον οὖσαν
16. ἁπασῶν συγκοπῶν, καὶ χρὴ, οἶμαι, τοὺς ἀμυδροτάτους
17. σφυγμοὺς εἴπερ τινὰς καὶ ἄλλους κινδυνώδεις νομίζειν, οἷοί
18. περ οἱ τῶν συγκοπτομένων εἰσὶν, ὅλως δ’ ἐπισκέψασθαι καλῶς
19. ἔχει περὶ τῶν ἐν ἅπασι τοῖς τῶν σφυγμῶν γένεσιν ἀκροτήτων. 
1. ὅτι μὲν γὰρ ὀλέθριοι καὶ πρὸς Ἀρχιγένους ὡμολόγηται.
2. ποία δ’ ὀλεθριωτάτη πασῶν ἐστιν οὔτ’ ἐκεῖνος οὔτ’
3. ἄλλος τις ἀκριβῶς ἐπεσκέψατο. καίτοι δῆλον ὡς ὅση περ ἂν
4. ἀκρότης σφυγμῶν φαίνηται τῶν ἄλλων ὀλεθριωτάτη, καὶ τὸ
5. κατ’ ἐκείνην γένος ὀλεθριώτατον εἰκότως νομισθήσεται τῶν
6. ἄλλων γενῶν. οὕτω δὲ καὶ εἰ παραβάλλοντες ἓν ἑνὶ, τὸ κατὰ
7. θάτερον αὐτῶν ἄκρον εὑρίσκοιμεν ὀλεθριώτερον, οὐκ ἂν ἀλόγως
8. οὐδὲ τὸ γένος ὅλον τοῦ γένους ὀλεθριώτερον εἴποιμεν.
9. ἡ μὲν οὖν ἄκρα πυκνότης οὐδὲν ἧττον τῶν συγκοπτομένων
10. ὑπάρχει τοῖς περικαῶς πυρέττουσιν, οὐκ ἐξ ἅπαντος ὀλεθρίως
11. διακειμένοις, ἡ δ’ ἀραιότης οὐκ ἔστιν ὅτε ἀκίνδυνος ὑπάρχει,
12. καθάπερ οὐδ’ ἡ ἀμυδρότης, οὐδ’ ἡ σμικρότης. αἱ μὲν
13. γὰρ τρεῖς αὗται διαφοραὶ τῶν σφυγμῶν εἰς ἄκρον ἥκουσαι
14. κινδυνώδεις εἰσὶ διαπαντὸς, οὐ μὴν τό γε μέγεθος, ὥσπερ
15. οὐδ’ ἡ σφοδρότης, ἀλλ’ αὐτὴ μὲν μόνη πασῶν ἀκροτήτων
16. οὐχ ὅπως κινδυνώδης, ἀλλὰ καὶ μέγιστον ἀγαθὸν, ἄν πέρ
17. τις αὐτὴν ἐπίστηται διαγινώσκειν. τὸ δ’ ἔσχατον μέγεθος,
18. ἐπειδὰν μὲν ἅμα νοσώδει μαλακότητι συνίστηται, κινδυνῶδες
1. ἐπειδὰν δὲ μετά τινος ὑγιεινῆς τοῦ χιτῶνος συστάσεως, οὐδὲν
2. ἄτοπον ἔχει. μυριάκις γὰρ ἐν τοῖς πυρετοῖς ἀκινδύνοις μὲν,
3. θερμοῖς δὲ καὶ περικαέσιν ὁ σφυγμὸς γίνεται μέγιστος, ὅταν
4. ἡ δύναμις εὐρωστῇ. οὐκοῦν οὐδ’ ἐκ τῆς τῶν ἀκροτήτων παραβολῆς
5. οὔτε τὸ τῶν πυκνῶν σφυγμῶν γένος ὀλεθριώτερον
6. ἂν ἐπιδείξειέ τις τῶν ἀραιῶν οὔτε τὸ τῶν παρεμπιπτόντων
7. τοῦ τῶν διαλειπόντων. ἐπεὶ δὲ ὁ λόγος ἔσπευδε μὲν ἐπὶ τὴν
8. περὶ τούτων ἀπόδειξιν μόνων, ἐν παρέργῳ δὲ καὶ περί τινων
9. ἄλλων ἐσκέψατο γενῶν, οὐδὲν ἂν εἴη χεῖρον ἔργον τὸ πάρεργον
10. ποιησαμένους τῇ μνήμῃ παραθέσθαι τὰ διδαχθέντα περὶ
11. μεγάλου τε καὶ μικροῦ καὶ σφοδροῦ καὶ ἀμυδροῦ σφυγμοῦ.
12. κάλλιον δ’, εἰ καὶ τὴν λοιπὴν διαφορὰν αὐταῖς προσθείημεν
13. τὴν κατὰ βραδύτητα καὶ τάχος. φαίνεται γὰρ κᾀνταῦθα τὸ
14. τῶν ταχέων γένος ἀκινδυνότερον ὑπάρχον τῶν βραδέων, εἴ
15. γε δὴ καὶ ἡ ἄκρα ταχύτης τῆς ἄκρας βραδύτητος. ἡ μὲν γὰρ
16. ἄκρα βραδύτης, ὥσπερ γε καὶ ἡ ἀραιότης, σβεννυμένης ἀποτελοῦνται
17. τῆς ἐμφύτου θερμασίας· ἡ δ’ εἰς τὸ τάχος αὔξησις
18. διά τε τὴν χρείαν ἐπείγουσαν γίνεται καὶ πάντως ὑπὸ δυνάμεως
1. ἐῤῥωμένης. Ἀρχιγένης δὲ κᾀν τούτῳ σφάλλεται τὸν
2. μυρμηκίζοντα σφυγμὸν ὑπολαμβάνων ταχὺν ὑπάρχειν.
3. οὔτε γὰρ ταχὺς ὅλως ὁ τοιοῦτός ἐστι σφυγμὸς οὔτ’ εἰς ἄκρον
4. ἥκει πυκνότητος. ὅτι δ’ ἐπιεικεῖς αἱ κατὰ πυκνότητα καὶ μέγεθος
5. καὶ τάχος ἀκρότητες, ἔνεστί σοι κᾀνθάδε καταμαθεῖν.
6. ἐπιλεξάμενος ὑγιαίνοντα νεανίσκον ὀξύτατα κέλευσον δραμεῖν,
7. καὶ τὰς τρεῖς εὐθέως εὑρήσεις γινομένας ἀκρότητας, οὐδὲν
8. οὔτ’ ἔχοντος οὔθ’ ἕξοντος κακὸν ἀνθρώπου. ὁ δὲ σκληρότατος
9. σφυγμὸς, εὔλογον γὰρ καὶ περὶ ταύτης ἀποφήνασθαί
10. τι τῆς διαφορᾶς, ὅπως μηδὲν ἐλλείπῃ τῷ λόγῳ, παραπλησίως
11. ἐστὶ τῷ μαλακωτάτῳ κινδυνώδης. ὁ μὲν γάρ ἐστιν ἤτοι διὰ
12. σκίῤῥον, ἢ φλεγμονὴν τοῦ σπλάγχνου μεγάλην, ἢ πῆξιν ἐκ
13. ψύξεως, ἢ ξηρότητα τὴν ἐκ καυσωδεστάτου πυρετοῦ γινομένην,
14. ἢ σπασμὸν ἰσχυρόν· ὁ δὲ διά τε κῶμα βαθὺ καὶ τοὺς
15. λευκοφλεγματίας ὑδέρους καὶ συλλήβδην εἰπεῖν ἄμετρον ὑγρότητα
16. τῆς ἕξεως τοιοῦτος ἀποτελεῖται. ἀναλαβόντες οὖν αὖθις
17. ἐν κεφαλαίοις τὰ λεχθέντα, τελευτὴν ἐπιθῶμεν ἤδη τῷ
18. λόγῳ. πάντες οἱ σφυγμοὶ τῆς κατὰ φύσιν ἐπὶ πολὺ συμμετρίας
19. ἀποχωροῦντες οὐκ ἀγαθοὶ, ἀλλ’ ὁ μὲν ἀμυδρότατός τε καὶ
1. βραδύτατος καὶ ἀραιότατος ἁπάντων χείριστος, ἑξῆς δ’ αὐτῶν
2. ὁ μικρότατος καὶ μαλακώτατος καὶ σκληρότατος, εἶθ’ ὁ
3. πυκνότατος, οὐ μὴν ὁ τάχιστός γε, οὐδέ γ’ ὁ μέγιστος, ἀλλὰ
4. μετρίως οὗτοι κινδυνώδεις. μόνος δ’ ἐκ τῶν ἄκρων ἄριστος
5. ἁπάντων ὁ σφοδρότατος. Ἀρχιγένης δὲ περὶ τούτων ἑτέρως
6. ἀπεφήνατο, μήτ’ ἀπόδειξίν τινα τῷ λόγῳ προσθεὶς, οὐδὲ γὰρ
7. εἶχε, μήτε τὴν ἐμπειρίαν ὁμολογοῦσαν ἔχων, ἀλλὰ παραλογισθεὶς
8. ὑφ’ ὧν ὀλίγον ἔμπροσθεν εἶπον. ὅστις οὖν ἐθέλει τῶν
9. ἔργων τῆς τέχνης ἔχεσθαι φιλοπόνως, ἐξεταζέτω τὰ νῦν ὑφ’
10. ἡμῶν εἰρημένα διὰ τῆς τῶν καμνόντων ἐμπειρίας. ἀλλὰ τοῦτο
11. μὲν οἶδ’ ὅτι πράξουσιν οἷς ἀλήθεια σπουδάζεται. ἐπεὶ δὲ
12. καὶ περὶ τούτων αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη λέγειν ἤδη
13. τι καὶ περὶ τῆς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας.

Cliquer un n° de page pour en afficher l’image