14. Ἔστι δὲ κᾀνταυθοῖ χαλεπωτάτη πασῶν
15. ἡ διαλείπουσα. γίνεται δ’ αὕτη διακοπτούσης ἡσυχίας τὴν
16. διαστολήν. ἰδέαι δὲ πλείους αὐτῆς, ἅπασαι μὲν χαλεπαὶ,
17. διαφέρουσαι δ’ ἀλλήλλων τῷ μᾶλλόν τε καὶ ἧττον. ὅταν
18. μὲν γὰρ ἡ δευτέρα κίνησις σφοδροτέρα γίνηται τῆς προτέρας,
1. ἐπιεικέστερον, ὅταν δ’ ἀμυδροτέρα, χαλεπώτερον. οὕτω δὲ
2. καὶ ἡ μὲν βραδυτέρα χαλεπώτερον σημεῖον, ἡ δὲ θάττων
3. ἐπιεικέστερον. γίνονται γὰρ οἱ τοιοῦτοι σφυγμοὶ διαγωνιζομένης
4. τε ἅμα καὶ ἐμποδιζομένης τῆς φύσεως ὑπὸ τῶν νοσωδῶν
5. αἰτίων. ὅταν μὲν οὖν ἀποσείσασθαί πως αὐτὰ δυνηθεῖσα
6. καὶ οἷον ἐκ δεσμοῦ τινος ἀπολυθεῖσα τὴν μετὰ τὴν ἡσυχίαν
7. κίνησιν ἀμείνονα ποιήσεται τῆς ἔμπροσθεν, ἐπιεικέστερόν
8. ἐστιν, ὁπόταν δὲ χείρονα, χαλεπώτερον. βελτίων δὲ κίνησις
9. ἡ σφοδρὰ καὶ ταχεῖα τῆς ἀμυδρᾶς καὶ βραδείας. ἡ μέντοι
10. κατὰ μέγεθός τε καὶ σμικρότητα διαφορὰ τῆς προτέρας κινήσεως
11. πρὸς τὴν δευτέραν οὐδεμίαν ἀξιόλογον ὑπεροχὴν ἔχει.
12. ἐνδέχεται γὰρ ὁμοίως καὶ ἴσης οὔσης τῆς διαθέσεως ποτὲ
13. μὲν τὸ πρὸ τῆς ἡσυχίας μέρος τῆς κινήσεως μεῖζον, ποτὲ δὲ τὸ
14. μετὰ τὴν ἡσυχίαν, ἔστιν ὅτε δ’ ἄμφω γενέσθαι παραπλήσια.
15. κατὰ μέντοι σκληρότητά τε καὶ μαλακότητα διαφορὰ τῶν δύο
16. προσβολῶν τῆς ἀρτηρίας οὐκ ἄν ποτε γένοιτο, διὰ τὸ χρόνου
17. πλέονος ἀεὶ δεῖσθαι τὴν τοιαύτην μεταβολὴν, ὅπου γε
18. κᾀν ταῖς συστηματικαῖς ἀνωμαλίαις σπάνιόν ἐστι κατὰ μίαν
19. ἐπίσκεψιν ἀνωμάλῳ κατὰ σκληρότητά τε καὶ μαλακότητα
20. περιτυχεῖν σφυγμῷ. κλονωδεστέρα μέντοι πολλάκις ἡ δευτέρα
1. προσβολὴ φαίνεται τῆς προτέρας ἔν τε τῇ καθ’ ἕνα σφυγμὸν
2. ἀνωμαλίᾳ κᾀν τῇ συστηματικῇ. καὶ διὰ τοῦτ’ ἂν ἴσως ἐξαπατήσειεν
3. τοὺς ἀνασκητοτέρους, ὡς σκληροτέρα. σύμπτωμα
4. δ’ ἐστὶν ὁ κλόνος ἀρτηρίας σκληρᾶς, ἐπιπλέον ἀναγκαζομένης
5. βιαίως διαστέλλεσθαι. γίνεται δ’ οὐ σκληροτέρα τηνικαῦτα
6. κατά γε τὴν ἀλήθειαν, ἀλλ’ ἐπιπλέον ἀναγκαζομένη βιαίως
7. διαστέλλεσθαι τὸ τοιοῦτον σύμπτωμα πάσχει. καί ἐστιν ἡ
8. κλονώδης προσβολὴ χείρων τῆς ὁμαλοῦς, ὅταν μὴ διά τινα
9. πρόσφατον αἰτίαν ὁ χιτὼν τῆς ἀρτηρίας ἐσκληρυμμένος ᾖ,
10. χειρίστη δὲ ἧς ὁ τῆς ἡσυχίας χρόνος ἐπιμηκέστερος. ἡ μὲν
11. οὖν διαλείπουσα καθ’ ἕνα σφυγμὸν ἀνωμαλία χαλεπωτάτη
12. πασῶν ἐστιν ἀνωμαλιῶν. γίνεται μὲν γὰρ ὑπὸ τῶν αὐτῶν
13. κατὰ γένος αἰτιῶν ὑφ’ ὧν περ καὶ ἡ συστηματικὴ, πολὺ
14. δὲ χείρων αὐτῆς ἐστιν. ἐκείνη μὲν γὰρ εἰ καὶ μηδὲν ἄλλο,
15. τὰς γοῦν ἁπλᾶς κινήσεις ἀπαρεμποδίστους ἐᾷ συντελεῖσθαι,
16. αὕτη δὲ οὐ ταύτας ἐᾷ γίγνεσθαι κατὰ φύσιν, ἀλλ’ ἐμποδὼν
17. ἵσταται καὶ στερίσκει τῆς κινήσεως τὰς ἀρτηρίας, οὐ
18. διὰ τριῶν, ἢ τεττάρων, ἢ διά τινων ἔτι πλειόνων σφυγμῶν,
19. ἀλλὰ κατὰ τὸν πρῶτον εὐθὺς αὐτόν. ἅπερ οὖν ἐπ’ ἐκείνης
20. εἴρηται, ταῦτα πάντα κᾀπὶ ταύτης εἰρῆσθαι χρὴ δοκεῖν
1. ηὐξημένα, κᾀν τούτῳ μόνῳ παραλλάττοντα, τῷ τὸν θάνατον
2. ὑπόγυον ἀπειλεῖν. ἐκ τούτου τοῦ γένους τῶν σφυγμῶν
3. ἐστι καὶ ὁ δορκαδίζων. ἐξηγήμεθα δ’ αὐτοῦ τὴν ἰδέαν, ὥσπερ
4. οὖν καὶ τῶν ἄλλων ἁπάντων, ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς
5. αὐτῶν.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 2.6, ed. Kühn, 1825, vol. 9, p. 294-297. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩