6. Ἕτερον δέ ἐστι γένος σφυγμῶν ἀνωμάλων
7. κατὰ μίαν διαστολὴν, κοινὸν μὲν ἐχόντων τὸ δὶς παίειν, οὐ
8. κοινὴν δὲ τὴν αἰτίαν. ἀλλ’ ὡς καὶ ἐν τῷ δευτέρῳ τῶν ἐν
9. σφυγμοῖς αἰτιῶν εἴρηται, τρεῖς εἰσιν αἱ πρῶται τῆς γενέσεως
10. αὐτῶν αἰτίαι. περὶ μὲν δὴ τῶν δυοῖν εἴρηται μὲν
11. καὶ δι’ ἐκείνου τοῦ γράμματος, εἰρήσεται δὲ καὶ νῦν ἀναμνήσεως
12. ἕνεκα περὶ τῆς τρίτης αἰτίας. εἴρηται μὲν ἤδη καὶ
13. περὶ ταύτης τό γε τοσοῦτον, ὡς ἀνώμαλός ἐστι δυσκρασία
14. τοῦ σώματος αὐτοῦ τῆς καρδίας, ἀνεβαλλόμεθα δὲ τὸν σύμπαντα
15. λόγον ὑπὲρ αὐτῆς ἐνταῦθα ποιήσασθαι. καὶ τοίνυν
16. ἥκει καιρὸς αὐτῷ καὶ λεγέσθω. διὰ δὲ τὴν κοινωνίαν τοῦ
17. λόγου καὶ τοὺς ἄλλους ἅπαντας ἀνωμάλους σφυγμοὺς, ὅσοι
18. ταῖς τοῦ σώματος αὐτοῦ τῆς καρδίας ἀνωμάλοις ἀκολουθοῦσι
19. δυσκρασίαις, ἐν τῷδε τῷ λόγῳ διέξιμεν, ἀρξάμενοι
1. κᾀνταῦθα πάλιν ἀπὸ τῶν σαφεστέρων ἀνωμαλιῶν, ἃς ὀνομάζουσι
2. συστηματικάς. τὸ σῶμα τῆς καρδίας ἐν ἑαυτῷ τινα
3. δύναμιν ἔχει διασταλτικήν τε καὶ συσταλτικὴν, οὐ μάτην
4. οὐδ’ ὡς ἔτυχεν οὔτε δοθεῖσαν ὑπὸ τῆς φύσεως οὔτ’ ἐνεργοῦσαν,
5. ἀλλ’ ὡς ἐν ἑτέροις ἐπιδέδεικται, τοῦ φυλάττειν ἕνεκα
6. τὴν ἔμφυτον θερμότητα. κατὰ μὲν οὖν τὰς συστολὰς ἀποχεῖ
7. τὸ λιγνυῶδες περίττωμα, κατὰ δὲ τὰς διαστολὰς ἐπισπᾶται
8. τὸ ἀναψῦχον αὐτήν. ὅταν μὲν οὖν ὁμαλῶς θερμὸν,
9. ἢ ψυχρὸν, ἢ καθαρὸν, ἢ τεθολωμένον ᾖ, πάντ’ αὐτοῦ τὰ
10. μόρια πρὸς τὴν ἐνέργειαν ὡσαύτως ἐξορμᾷ. ὅταν δ’ ἤτοι τὰ
11. μὲν θερμότερα, τὰ δὲ ψυχρότερα τύχοι τῶν μορίων αὐτοῦ,
12. καὶ τὰ μὲν ἀκριβῶς καθαρὰ, τὰ δὲ τεθολωμένα τῷ πλήθει
13. τῶν περιττωμάτων, οὐ τὴν αὐτὴν ὁρμὴν ἴσχει πρὸς τὴν ἐνέργειαν
14. ἅπαντα, ἀλλὰ τὰ μὲν αὐτῶν φθάνει, τὰ δὲ μέλλει.
15. κᾀν τούτῳ τοῖς πλείοσί τε καὶ ἰσχυρότερον ἐξορμήσασι πρὸς
16. τοὖργον ἕπεται τά τ’ ὀλιγώτερα καὶ ἀσθενέστερα. οὐ γὰρ
17. δὴ διασπασθῆναί τε καὶ χωρισθῆναι δυνατὸν αὐτοῖς ἀπ’ ἀλλήλων
18. ἑνὸς ὀργάνου μέρεσιν οὖσιν. ὥσπερ δὲ τὰ πλείω
1. τε καὶ σφοδρότερον ἐνεργεῖν ἐπειγόμενα σύμπασαν ἐξορμᾷ
2. τὴν καρδίαν, οὕτω πάλιν, ὅταν ἐλάττω μὲν ᾖ τὰ πρὸς τὴν
3. κίνησιν ἐπειγόμενα, πλείω δὲ τὰ μένοντα, σύμπασαν ἐν ἡσυχίᾳ
4. κατέχει πλείονι. καὶ δὴ καὶ τὸ τῆς κινήσεως ποιὸν ἐκ
5. τῶν κρατησάντων ἐν αὐτῇ μερῶν ὅλῳ τῷ σπλάγχνῳ γίνεται.
6. εἰ μὲν γὰρ τὰ θερμότερα τῆς κινήσεως ἐξηγεῖται, πρωϊαίτερόν
7. τε ἅμα καὶ θάττων καὶ μείζων ἡ διαστολὴ γίνεται, τῶν ψυχρῶν
8. δ’ ἡγουμένων ὀψιαίτερόν τε καὶ βραδυτέρα καὶ μικροτέρα.
9. πολλάκις μὲν οὖν τῷ πλήθει τῶν μορίων ἡ τῆς κινήσεως
10. ἡγεμονία συνέπεται, πολλάκις δὲ τῷ μεγέθει τῆς χρείας.
11. ὅσα γὰρ ἱκανῶς δεῖταί τινος, ἑτοιμότερόν τε καὶ σφοδρότερον
12. ἐπὶ τοὖργον ἐξορμᾷ μὲν, κᾂν ἴσα τῷ πλήθει ὑπάρχῃ τοῖς μὴ
13. δεομένοις. ὅταν μὲν οὖν πολὺ πλείω τὰ ἕτερα τῶν ἑτέρων
14. ᾖ, κατ’ ἐκεῖνα διαπαντὸς κινεῖται καὶ ἐνεργεῖ τὸ σπλάγχνον·
15. ὅταν δὲ ἤτοι βραχεῖ τινι τὰ ἕτερα τῶν ἑτέρων, ἢ
16. πλείω, ἢ ἀκριβῶς ἴσα, διαπαντὸς μὲν οὐκ ἐνδέχεται κρατεῖν
17. τὰ ἕτερα, νικῶντα δὲ ἐν μέρει τε καὶ νικώμενα ποικίλας τε
18. καὶ ἀνωμάλους ἐργάζεται τὰς ὅλου τοῦ σπλάγχνου κινήσεις.
19. ἔστω γὰρ, εἰ τύχοι, πλείω μὲν, οὐ μὴν πολλῷ γέ τινι τὰ ψυχρὰ
1. μόρια τῶν θερμῶν, ἀνάγκη τὴν πρώτην ἐνέργειαν ἐλάττονά
2. τε καὶ βραδυτέραν γίνεσθαι, καὶ μὲν δὴ καὶ τὴν ἡσυχίαν ἐν
3. τούτοις κρατοῦσι μακροτέραν ἢ εἴπερ ἐκράτει τὰ θερμά. καὶ
4. τοίνυν καὶ ἡ δευτέρα τῆς καρδίας ἐνέργεια τῶν ψυχρῶν κρατούντων
5. γινέσθω, καὶ μετ’ αὐτὴν αὖθις ἡσυχία. καὶ τρίτη
6. γε καὶ τετάρτη πρὸς ταύτας ἐνέργειά τε καὶ ἡσυχία κατὰ τὰ
7. ψυχρὰ νικῶντα συντελείσθω, ἆρ’ οὐ πρόδηλον ὡς τὰ θερμότερα
8. μόρια τὰ μείζονός τε ἅμα καὶ θάττονος καὶ πυκνοτέρας
9. δεόμενα τῆς κινήσεως ἐνδεῶς ἀπολαύσει τῆς ἑαυτῶν
10. χρείας; ὥστε ἐν τούτῳ θερμότερα γενήσεται καί τι καὶ τοῖς
11. ὁμιλοῦσι μεταδώσει θερμότητος. οὐκοῦν ἔτι φυλαχθήσεται
12. τῆς καρδίας ἡ ἐξ ἀρχῆς διάθεσις, εἴπερ καὶ πλείω γενήσεται
13. τὰ θερμότερα μόρια καὶ μᾶλλον ἢ πρόσθεν θερμά. τούτου
14. τοίνυν ἀεὶ συμβαίνοντος, ἔσται ποτὲ χρόνος ἐν ᾧ καὶ αὐτὰ
15. κρατήσει τῶν ἐναντίων, ὥστε καὶ πρωϊαίτερον ἐπὶ τὴν ἐνέργειαν
16. ἐξορμῆσαι, διὰ τὴν τῆς χρείας ἔπειξιν, αὐτήν τε τὴν
17. κίνησιν ποιήσασθαι θάττονά τε καὶ μείζονα τῶν ἔμπροσθεν
18. ἁπασῶν κινήσεων, ὧν ἡγεῖτο τὰ ψυχρά. συμβήσεται τοιγαροῦν
19. ἐν τούτῳ τὰ μὲν κρατοῦντα συμμέτρως ἀπολαύειν
1. ἐμψύξεως, ὅσα δ’ ἦν ψυχρότερα, πλέον ἤδη καταψύχεσθαι,
2. καὶ οὕτως μεταπεσεῖν αὖθις ἐν τῷ χρόνῳ τὴν διάθεσιν ὅλης
3. τῆς καρδίας, ὡς κρατῆσαι τὰ ψυχρότερα. τῶν μὲν γὰρ θερμοτέρων
4. ἱκανῶς ἀπολαυόντων ἐμψύξεως, τῶν δὲ ψυχροτέρων
5. αὐτῶν τε πλέον ἢ δεῖ ψυχομένων καὶ τὰ πλησιάζοντα
6. συγκαταψυχόντων, ἀναγκαῖον οὕτω γενέσθαι πλέονα τὰ ψυχρότερα·
7. πάλιν δ’ αὖ ἐν τούτῳ τῷ χρόνῳ τὴν κίνησιν ὅλης
8. τῆς καρδίας ἀναγκαῖον ἔσται κατὰ τὴν τοιούτων χρείαν τυπωθῆναι
9. καὶ γενέσθαι τὰς διαστολὰς αὐτῆς ἀραιὰς καὶ βραδείας
10. καὶ μικρὰς, οἷαί περ ὑπέκειντο γίνεσθαι κατ’ ἀρχάς.
11. ἅπερ οὖν ὀλίγον ἔμπροσθεν εἴρητο περὶ τῆς μεταπτώσεως αὐτῶν,
12. ταῦτα γοῦν λεγέσθω καὶ νῦν· ὡσαύτως καὶ ὅσα περὶ
13. τῆς εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν ἐπανόδου λέλεκται πρόσθεν,
14. ἀναμνήσθητι νῦν. οὕτω γὰρ οἶμαί σε πεισθήσεσθαι περὶ
15. τῆς τῶν σφυγμῶν συνεχοῦς μεταπτώσεως ἄχρι περ ἂν ἡ
16. εἰρημένη δυσκρασία κατὰ τὴν καρδίαν παραμένῃ. κατὰ δὲ
17. τὸν αὐτὸν λόγον, ἐπειδὰν ἐν τῷ πλήθει τῶν λιγνυωδῶν
18. περιττωμάτων ἀνώμαλος ἡ δυσκρασία κατὰ τὸ σπλάγχνον
19. εἰς τὴν συστηματικὴν ἀνωμαλίαν καὶ ἡ τῶν
1. σφυγμῶν κίνησις ἀχθήσεται. οὐδὲν δὲ δήπου θαυμαστὸν
2. οὐδὲ τὴν καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν ἐπὶ ταῖς τῆς καρδίας
3. γίνεσθαι. τὰ μὲν γὰρ τοῖς θερμοτέροις αὐτῆς μέρεσι κατευθὺ
4. τῶν ἀρτηριῶν μόρια θερμότερά τε γενήσεται τῶν
5. ἄλλων καὶ διαστήσεται μεῖζον καὶ κινήσεται θᾶττον· τὰ
6. δὲ τοῖς ψυχροτέροις αὐτά τε ἔσται ψυχρότερα καὶ βραδύτερον
7. κινήσεται καὶ διαστήσεται μεῖον. ὅταν δ’ ὅλον
8. ἀγγεῖον ποτὲ κατευθὺ γένηται τοῖς θερμοτέροις μέρεσι
9. τῆς καρδίας, θᾶττόν τε κινήσεται καὶ μεῖζον διαστήσεται
10. τοῦτο τῶν τοῖς ψυχροτέροις κατευθὺ τεταγμένων. καὶ
11. χωρὶς δὲ τῆς καρδίας οἰκεῖαί τινες γινόμεναι ταῖς ἀρτηρίαις
12. δυσκρασίαι τάς τε εἰρημένας ἀνωμαλίας ἀποτελοῦσι, τὰς
13. κατὰ μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδύτητα καὶ
14. ἀραιότητα καὶ πυκνότητα, καὶ εἰ πολὺ τοῦ κατὰ τὴν φύσιν
15. ἐκτρέποιντο, καὶ τὰς κατὰ σφοδρότητά τε καὶ ἀμυδρότητα.
16. καὶ μὲν δὴ καὶ κατὰ αὐτήν γε τὴν καρδίαν, καὶ προσέτι τὰς
17. ἀρτηρίας ἁπάσας, ἐκ τῆς κατὰ τὸ σπλάγχνον ἀνωμάλου
18. δυσκρασίας ἐν μιᾷ διαστολῇ πλείους γενήσονται διαφοραὶ
19. τῶν κινήσεων, τῶν μὲν εἰς τάχος αὐτὴν ἐξορμώντων, ἐνίων
1. δ’ ἐπεχόντων τε καὶ βραδύνειν ἀναγκαζόντων. ὥστε ποτὲ
2. καὶ στῆναι μεταξὺ κατὰ τὴν ἄνοδον, οἷόν τι συμβαίνει καὶ
3. τοῖς ἐν ὁδοιπορίαις, ἢ καὶ ἄλλως ὁπωσοῦν ἕλκουσιν ἑτέρους
4. βραδύνοντας. ἀντισπώμενοι γὰρ ὑπ’ αὐτῶν ἀτάκτως ἐκκόπτονταί
5. τε καὶ διακόπτονται τὴν ὁρμὴν, ὡς μήτε διαπαντὸς
6. ὁμοίαν ποιεῖσθαι τὴν κίνησιν ἴσχεσθαί τε πολλάκις. εἰ
7. δὲ καὶ ἀντιπράττοντάς τε καὶ ἀντισπῶντας ἕλκοιεν, οὐ μόνον
8. ἴσχονται τῆς κινήσεως, ὡς ἤτοι βραδύτερον ἢ μηδόλως ἐνίοτε
9. βαδίζειν, ἀλλὰ καὶ ἀνθειλκύσθησάν ποτε εἰς τοὐπίσω. ταῦτ’
10. οὖν ἅπαντα συμβαίνει τῇ τε καρδίᾳ καὶ ταῖς ἀρτηρίαις ἐν
11. ταῖς ἀνωμάλοις δυσκρασίαις.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 2.7, ed. Kühn, 1825, vol. 9, p. 297-303. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩