Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 2.8, ed. Kühn, 1825, vol. 9, p. 303-309. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.8

12. Καὶ ὅ γε δορκαδίζων σφυγμὸς ἐκ τοῦ γένους
13. μέν ἐστι τῶν ἐν ἡσυχίᾳ διαλαμβανομένων, ἐπιγίνεται δ’
14. ἐνίοτε τοιούτοις πάθεσι καρδίας, ὥσπερ γε καὶ ὁ δίκροτος ἐκ
15. τοῦ γένους μέν ἐστι τῶν ἀνθελκομένων ἔσω, συνεδρεύει δὲ καὶ
16. αὐτὸς ἔστιν ὅτε ταῖς ἀνωμάλοις τῆς καρδίας δυσκρασίαις,
17. καὶ μᾶλλόν γε, ὅταν ἀξιόλογον ᾖ κατ’ αὐτὴν τὸ πλῆθος τῶν
18. αἰθαλωδῶν περιττωμάτων ἐν πολλοῖς τῶν μορίων αὐτῆς.
1. ἂν γὰρ ἅμα συμβῇ τὰ μὲν ἁπλῶς εἶναι πάνυ θερμὰ, τὰ δὲ καταπνίγεσθαι
2. καπνώδει λιγνύϊ, πρὸς τὰς ἐναντίας ἐξορμήσει κινήσεις,
3. ὡς διαστέλλεσθαι μὲν ἐπιχειρεῖν τὰ ἕτερα, συστέλλεσθαι
4. δὲ θάτερα. καὶ οὕτως ἤτοι διαστελλομένης τῆς ἀρτηρίας ἐνεργησάντων
5. τῶν συστελλόντων διαδέξεταί ποτε τὴν διαστολὴν ἡ
6. συστολὴ καὶ χωρὶς τῆς ἐκτὸς ἠρεμίας, ἢ συστελλομένης ἐνεργησάντων
7. τῶν διαστελλόντων, ἢ διαδέξεται τὴν συστολὴν ἡ διαστολὴ,
8. χωρὶς τῆς ἐντὸς ἡσυχίας. ἑκάτερον δὲ αὐτῶν ἔσται
9. κατὰ πλείονας τρόπους, ἤτοι γὰρ ἐκνικήσει τελείως ἡ δευτέρα
10. κίνησις τὴν προτέραν, ἢ ἐπ’ ὀλίγον μὲν ἀντισπάσει, νικήσασα
11. δὲ ἡ προτέρα πληρώσει τὸ προκείμενον ἑαυτῇ μέτρον, ὥστε
12. γίνεσθαι τρεῖς τὰς πάσας διαφορὰς σφυγμῶν ἔν τε τῷ διαστέλλεσθαι
13. κᾀν τῷ συστέλλεσθαι· πρώτην μὲν, ἐπειδὰν ἐν
14. τῷ διαστέλλεσθαι πρὶν πληρῶσαι τὸ μέτρον ἡ συστολὴ διαδέξηται,
15. δευτέραν δ’, ὅταν ἀκριβῶς πληρωθεῖσαν ἐκδέξηται
16. τῆς ἐκτὸς ἠρεμίας ἀπολλυμένης. τὴν τρίτην δ’, ὅταν ἔτι
17. γιγνομένην τὴν διαστολὴν ἀντισπάσῃ μὲν ἡ ἐναντία κίνησις,
18. ἀσθενεστέρα δὲ γενομένη συγχωρήσει τὸ λεῖπον ἐκπληρῶσαι.
19. κατὰ ταὐτὰ δὲ καὶ τὴν συστολὴν ἡ διαστολὴ ποτὲ μὲν ἤδη
1. γεγενημένην ἐκδέχεται, μὴ συγχωρήσασα στῆναι, ποτὲ δὲ καὶ
2. πρὸ τοῦ πληρωθῆναι κολούσασά τε καὶ νικήσασα διεδέξατο,
3. ποτὲ δ’ ἀντέσπασε μὲν ὀλίγον, ἐνικήθη δέ. τοιαῦται κινήσεις
4. ἀρτηριῶν γίνονταί ποτε καὶ χωρὶς τοῦ τὴν καρδίαν πεπονθέναι,
5. ἤτοι διὰ δυσκρασίαν ἀνώμαλον ἐν αὐταῖς συστᾶσαν,
6. ἢ δι’ ἀῤῥωστίαν τῆς δυνάμεως, ἢ διὰ σκληρότητα τοῦ χιτῶνος,
7. ὑπὲρ ὧν εἴρηται μὲν ἤδη τι κᾀν τῷ δευτέρῳ τῶν ἐν τοῖς σφυγμοῖς
8. αἰτίων, εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλαίοις, ἐκεῖνο πρότερον
9. ἐπισημηναμένων ἡμῶν, ὡς τὸν περὶ τῆς κατὰ τὴν καρδίαν
10. ἀνωμάλου δυσκρασίας λόγον, ὃν νῦν διήλθομεν, εἰς τήνδε
11. τὴν πραγματείαν ἀνεβαλλόμεθα διά τε τὸ ζητεῖν ἔτι καὶ βασανίζειν
12. αὐτὸν ἐμπειρίᾳ μακρᾷ, καθάπερ καὶ τὰ ἄλλα ἅπαντα
13. τὰ εἰρημένα τε καὶ λεχθησόμενα, καὶ διότι κατ’ ἐκείνην τὴν
14. πραγματείαν οὐδέπω περὶ δυνάμεως οὐσίας οὐδὲν εἰρήκαμεν.
15. οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ δόγμα, πρὶν ἐν ἅπασι τοῖς κατὰ
16. μέρος ὁμολογουμένοις ἐξευρεῖν, ἐτολμήσαμεν ἀποφήνασθαι.
17. νῦν δ’ ἐπειδὴ πεπείσμεθά τε τὴν οὐσίαν τῶν δυνάμεων
18. οὐδὲν ἄλλο παρὰ τὴν ποιὰν εἶναι κρᾶσιν, ἅπαντά τε τὰ κατὰ 
1. τὰς διαγνώσεις τε καὶ προῤῥήσεις καὶ θεραπείας ἐπὶ τούτῳ
2. τῷ δόγματι συμφωνοῦνθ’ εὑρίσκομεν, εὐλόγως, οἶμαι, καὶ τοὺς
3. ἑπομένους ταῖς ἀνωμάλοις δυσκρασίαις τῆς καρδίας σφυγμοὺς
4. ἐνταῦθα διήλθομεν. εἰσὶ δ’, ὡς ἐλέγομεν, ἔνιοί τινες ἐξ αὐτῶν
5. καὶ χωρὶς ἐκείνης συνιστάμενοι. δίκροτος οὖν τίς ἐστι
6. σφυγμὸς κλονώδης, ὃν δὴ καὶ μόνον ᾤμην τό γε κατ’ ἀρχὰς
7. εἶναι πλήττοντα δὶς, ἐξαπατώμενος ὑφ’ ὧν ἔλεγεν Ἀρχιγένης,
8. εἰκάζων αὐτὸν ταῖς τῆς σφυρᾶς διπλαῖς πρὸς τὸν ἄκμονα
9. πληγαῖς. ἀποπάλλεσθαι γάρ τι σκληρὸν ἀφ’ ἑτέρου σκληροῦ
10. κατὰ τὰς τοιαύτας πληγὰς ὑποθέμενος, ἐξ ὧν ἐσφάλην περὶ
11. τὴν ἔννοιαν τοῦ πράγματος, ἐκ τούτων καὶ περὶ τὴν διάγνωσιν
12. ἐσφαλόμην. ἐπεὶ δὲ ἐν τῷ χρόνῳ προσεδρεύων ἀεὶ καὶ
13. λιπαρῶς ἐγκείμενος τῇ διαγνώσει τῆς συστολῆς ἐναργῶς ᾐσθόμην
14. ἀρτηρίας ποτὲ μαλακῆς καὶ ἀκλόνου συσταλείσης ἐπὶ
15. βραχὺ, κᾄπειτ’ αὖθις ἐκπληρωσάσης τὴν διαστολὴν, ἐκ τούτου
16. τάς τε διαθέσεις ἐφ’ αἷς οἱ τοιοῦτοι γίνονται σφυγμοὶ
17. παρεφύλαξα, καὶ χρόνῳ ποτε μακρῷ σὺν πολλῇ τῇ σκέψει
18. βεβαίως ἠδυνήθην ἀποφήνασθαι ταῦθ’ ἅπερ νῦν διεξέρχομαι.
19. φαίνεται δέ μοι καὶ ὁ Ἀρχιγένης ἐπιμελῶς μὲν
1. παραπεφυλακέναι τοὺς δὶς παίοντας σφυγμοὺς, οὔτε δ’ ἑρμηνεύειν
2. αὐτοὺς ὀρθῶς οὔτε τὰς διαθέσεις αἷς ἕπονται διαγινώσκειν,
3. ἢ οὐκ ἂν ἁπλῶς οὕτως οὔτε ταῖς τῆς σφυρᾶς
4. διπλαῖς πρὸς τὸν ἄκμονα πληγαῖς εἴκασεν αὐτοὺς οὔτε παρέλιπεν
5. εἰπεῖν ὅστις ὁ τρόπος ἐστὶ τῆς γενέσεως αὐτῶν. ἀλλ’
6. ἡμῖν γε καὶ τοῦτο εὑρέθη μετὰ χρόνον πολὺν, ὥσπερ καὶ ἄλλα
7. πάμπολλα τῆς θεωρίας. καὶ σὺ οὕτως ἔχειν τὸ πρᾶγμα μὲν
8. εὑρήσεις, εἰ μόνον ἐθέλησάς τινα φιλοπονίαν τε καὶ σπουδὴν
9. εἰσενέγκασθαι περὶ τοὖργον, οἵαν ἡμεῖς εἰσενεγκάμεθα. χωρὶς
10. γὰρ ταύτης οὔτε γνῶναι δυνήσεται τὴν ἐν αὐτοῖς ἀλήθειαν
11. οὔτ’ αὐτὸς ὠφεληθῆναί τι. τρεῖς οὖν εὑρήκαμεν ἄχρι δεῦρο
12. καὶ διαθέσεις καὶ γενέσεις τῶν δὶς παιόντων σφυγμῶν· μίαν
13. μὲν τὴν τῶν κλονωδῶν, κατὰ τοῦτο μόνον αὐτῶν ἀποκεχωρηκυῖαν,
14. ὅτι βραχέος γενομένου κατὰ τὸ μῆκος τοῦ σφυγμοῦ
15. τῶν ἑκατέρωθεν μερῶν τῆς ἀρτηρίας ἀφανὴς ὁ κλόνος ἐστὶ,
16. καὶ διὰ τοῦτο δίκροτος, οὐ κλονώδης φαίνεται· δευτέραν δὲ
17. καθ’ ἣν ὁ μὲν σφυγμὸς ἄκλονός ἐστιν, ἡ δ’ ἀρτηρία σκληρὰ
18. καὶ ἡ δύναμις ἀσθενὴς εἰς τοσοῦτον ὡς βαρύνεσθαι μὲν ὑπὸ
19. τῶν ἐπικειμένων σωμάτων, ὅμως δὲ κατά τι μέρος ἐν τῷ
1. δέρματι τεταγμένον ἀκωλύτως ἀναφέρεσθαι. τούτου γὰρ μόνου
2. τοῖς ἁπτομένοις εἰς αἴσθησιν ἥκοντος, ἔσται ποτὲ δίκροτος
3. ὁ σφυγμὸς, ὅταν ἐξορμῆσαν αὐτὸ διὰ τὴν τῶν ἐπικειμένων
4. κουφότητα πάλιν ἀντισπάσῃ κατέχοντά τε καὶ μὴ
5. συνεπόμενα τὰ ἑκατέρωθεν μόρια, τὰ πρὸς τῶν ἐπικειμένων
6. σωμάτων βαρυνόμενα, καὶ διὰ τοῦτο καὶ μήτ’ αἰσθητὴν
7. ὅλως ποιούμενα τὴν κίνησιν μήθ’ ἣν ποιεῖται τὴν αὐτὴν τῷ
8. φαινομένῳ μέρει τῆς ἀρτηρίας, ἀλλὰ μεμελημένην τε καὶ βραδύνουσαν.
9. ἐν τούτῳ γὰρ ἀντισπᾶσθαι συμβαίνει πρὸς αὐτῶν
10. τὸ φθάνον ἐξορμῆσαι, σκληρᾶς οὔσης τῆς ἀρτηρίας. ἄλλως
11. γὰρ οὐκ ἐγχωρεῖ γενέσθαι τὴν ἀντίσπασιν ἐν ταῖς τοιαύταις
12. διαθέσεσιν. οὗτοι μὲν οὖν οἱ δύο σφυγμοὶ δίκροτοί τ’ εἰσὶ
13. καὶ σκληροὶ, ὁ δὲ τρίτος ὁ ἐπὶ δυσκρασίᾳ γινόμενος οὔτε
14. δίκροτος, ἀλλὰ δὶς πλήττων μόνον, οὔτ’ ἐξ ἀνάγκης σκληρός.
15. εἰ δὲ καὶ τοῦτόν τις ὀνομάζειν ἐθέλει δίκροτον, οὐδὲν διαφέρει.
16. μεμνήσθω δὲ μόνον ὡς οὐκ ἔστιν ὅμοιος τοῖς ἀποπαλλομένοις
17. σώμασιν ἀπὸ σκληρῶν σκληροῖς, ἀλλ’ ὡς ὀλίγον ἔμπροσθεν
18. εἴρηται, διαμαχομένων ἀλλήλαις γίγνεται τῶν δύο δυνάμεων,
19. τῆς τε διαστελλομένης καὶ τῆς συστελλούσης τὴν
1. καρδίαν. ἐν τίσι δὲ νοσήμασι καὶ κατὰ ποίας αἰτίας τε καὶ διαθέσεις
2. εἰς ἀνώμαλον ἀφικνεῖται δυσκρασίαν ἡ καρδία, νῦν μὲν
3. οὐκ ἐπείγει λέγειν, ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν εἰρήσεται. κατὰ
4. δὲ τὸ παρὸν ἀρκέσει τό γε τοσοῦτον, ὡς ἐπὶ ταῖς ἀνωμάλοις
5. δυσκρασίαις τῆς καρδίας, καὶ ὅσα γε κατ’ αὐτὸ τὸ σῶμα τοῦ
6. σπλάγχνου συνίστανται, γίγνεται μὲν καὶ ὁ δὶς παίων σφυγμὸς,
7. γίγνεται δὲ καὶ ὁ τὴν ἐκτὸς ἠρεμίαν ἀπολλὺς, ἔτι τε
8. πρὸς τούτοις καὶ ὁ κολουόμενος τὴν διαστολήν. ἐδείχθη δ’
9. ὅτι καὶ οἱ διακοπτόμενοι τὴν κίνησιν ἡσυχίᾳ καὶ αὐτοὶ γίγνονται
10. πάντες ἐπὶ ταῖς ἀνωμάλοις τῆς καρδίας δυσκρασίαις.
11. οὐ μὴν ἀλλὰ καὶ ὅσοι χωρὶς τοῦ διακόπτεσθαι τὴν διαστολὴν
12. ἀνώμαλοι φαίνονται κατὰ βραδύτητά τε καὶ τάχος, εὔδηλον
13. ὅτι καὶ οὗτοι πρὸς ταῖς ἄλλαις αἰτίαις ὑφ’ ὧν ἐδείχθησαν
14. γίγνεσθαι καὶ αὐτὴν ταύτην ἕξουσιν ὑπὲρ ἧς ὁ λόγος
15. ἐνέστηκε, τὴν ἀνώμαλον τῆς καρδίας δυσκρασίαν, ὅταν ἐπὶ
16. τοσοῦτον ἀλλήλοις διαμάχηται τὰ θερμὰ μόρια τοῖς ψυχροῖς,
17. ὡς ποτὲ μὲν ἀναγκάζεσθαι βραδύνειν τὰ θερμὰ πρὸς τῶν
18. ψυχρῶν κατεχόμενα, ποτὲ δὲ θᾶττον κινεῖσθαι τὰ ψυχρὰ
19. πρὸς τῶν θερμῶν ἐφελκόμενα.

Cliquer un n° de page pour en afficher l’image