Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 2.9, ed. Kühn, 1825, vol. 9, p. 309-314. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:2.9

20. Ἕτερον ἐπὶ τοῖς εἰρημένοις γένος ἐστὶν
1. ἀνωμαλίας τῆς καθ’ ἕνα σφυγμὸν, οὐκ ὀλιγάκις φαινόμενον,
2. οὐδ’ ἐπ’ ὀλίγων παθῶν, ἀλλ’ εἴπερ τι καὶ ἄλλο πολλάκις
3. τε καὶ ἐπὶ πολλῶν. εὑρίσκεται δὲ ἐν αὐτῷ τὸ ἐγγύτερον τῆς
4. ἀρχῆς μέρος τῆς ἀρτηρίας πρότερον κινούμενον. καὶ ὅ γε
5. κυματώδης τε καὶ ὁ σκωληκίζων σφυγμὸς ἐκ τούτου τοῦ γένους
6. εἰσὶν, ἐπὶ μαλακῇ μὲν ἀρτηρίᾳ, δυνάμει δ’ οὐκ εὐρώστῳ
7. συνιστάμενοι. ὁ μὲν οὖν σκωληκίζων οὐ μόνον οὐκ εὔρωστον,
8. ἀλλὰ καὶ καταλελυμένην ἐνδείκνυται τὴν δύναμιν, ὁ δὲ
9. κυματώδης ἐστὶν ὅτε μὲν αὐτὸ δὴ τοῦτο μόνον οὐκ εὔρωστον,
10. οὐ μὴν ἤδη γέ πω καταλελυμένην, ἔστι δ’ ὅτε καὶ τόνου μετρίου
11. μετέχουσαν, ἡνίκα μάλιστα κρίσιμον ἱδρῶτα προδηλοῖ.
12. εὑρίσκεται μὲν γὰρ ἐν ὑγροῖς τε καὶ σφυγματικοῖς νοσήμασιν,
13. ὅταν αὐτὰ τὰ στερεὰ σώματα μαλακὰ γένηται τῷ
14. πλήθει τῆς ὑγρότητος τεγχθέντα. συμβαίνει δὲ μάλιστα τοῦτο
15. κατὰ τὰ ληθαργικὰ πάθη καὶ τοὺς ἀμφημερινοὺς πυρετοὺς,
16. καὶ προσέτι τοὺς ἑλώδεις τε καὶ τυφώδεις ὀνομαζομένους.
17. καὶ δὴ καὶ βραδύτητα καὶ ἀραιότητα καὶ μέγεθος ἐν τοῖς
18. τοιούτοις ἅπασιν ὁ σφυγμὸς προσλαμβάνει. εἰ δὲ καὶ ὕψος
19. ἢ σφοδρότητά ποτε προσκτήσαιτο, κρίσιμον ἱδρῶτα δηλώσει· 
1. μᾶλλον δ’ ἐλπίζειν ἔσεσθαι τοῦτο πλεόνων τῶν σφοδρῶν τε
2. καὶ ὑψηλῶν φαινομένων ἤπερ τῶν ἐναντίων. εἰ δ’ ὁμαλῶς
3. τοιοῦτοι φαίνοιντο, χρηστὸν ἅμα καὶ διὰ ταχέων ἔσεσθαι τὸν
4. ἱδρῶτα σημαίνουσι, καὶ μᾶλλον, εἰ καὶ τὰ τῆς πέψεως τοῦ
5. νοσήματος ὑπάρχει γνωρίσματα. πρόδηλον δὲ δήπουθεν ὡς
6. οὔτε φλεγμονή τις οὔτε σκίῤῥος οὔτε πῆξις ἐκ ψύξεως οὔτε ξηρότης
7. ἄμετρος οὔτε σπασμώδης διάθεσις ὑπάρχει κατὰ τὸ σῶμα
8. τἀνθρώπου κυματώδους ὄντος τοῦ σφυγμοῦ, διότι μήτε σκληρύνεσθαι
9. δυνατόν ἐστι μήτε τετάσθαι τὴν ἀρτηρίαν ἐν τῷ
10. τοιούτῳ σφυγμῷ. χρὴ γὰρ, ὡς ἀρτίως εἴρηται, μαλακὴν ἀκριβῶς
11. ὑπάρχειν αὐτὴν, ἵν’ ὅταν ὁ διεγείρων τε καὶ διαστέλλων
12. τόνος ὀκλάσῃ κατά τι, κατ’ ἐκεῖνο καὶ αὕτη καταπίπτουσα
13. τὴν οἷον κύματος ἐργάζηται περιγραφήν. ἡ σκληρὰ δὲ καὶ ἡ
14. τεταμένη, κᾂν ἐνδῷ κατά τι τῆς διαστελλούσης αὐτὴν δυνάμεως
15. ἀῤῥωστούσης, ἀλλά τοι καὶ αὐτὸ τοῦτο τὸ μόριον συνεξαίρεται
16. τοῖς ἑκατέρωθεν. ὅθεν οὐδ’ εἰ φανείη ποτὲ κατὰ τὴν
17. σκληρὰν ἀρτηρίαν ὁ σφυγμὸς τοιοῦτος, ὡς τὸ πρότερον ἀεὶ
18. μέρος αὐτῆς διαστέλλεσθαι πρότερον, οὐδὲ τότε κυματώδης
19. ἢ σκωληκίζων γενήσεται, ἀλλὰ μᾶλλον ἀνωμαλίαν ἔχων τὴν
1. κατὰ τὸ πρότερόν γε καὶ ὕστερον μέρος τῆς ἀρτηρίας τοῦ χιτῶνος
2. κινουμένης γινομένην. οἱ κυματώδεις δὲ καὶ οἱ σκωληκίζοντες
3. καὶ τοῦτο μὲν ἔχουσιν, ἀλλὰ καὶ τὴν οἷον κυμάτων
4. περιγραφὴν ἐξ ἐπιμέτρου προσλαμβάνουσιν, εὑρίσκονται δ’
5. ἐν τοῖς ὑγροῖς, ὡς εἴρηται, πάθεσιν, ὅταν μήτε σκίῤῥος ᾖ
6. περὶ σπλάγχνον τι μήτε φλεγμονὴ, ἐπεί τοι κᾀν τοῖς ὑδέροις,
7. καὶ μάλιστα τοῖς ἀνασάρκα τε καὶ λευκοφλεγματίαις ὀνομαζομένοις
8. τοιοῦτος ἂν ἐφαίνετο διαπαντὸς ὁ σφυγμὸς, εἰ μὴ
9. διὰ τὸ σκιῤῥοῦσθαί τινα σπλάγχνα συνέβαινον οἱ ὕδεροι τὰ
10. πολλά. τοῖς γὰρ ἐξ αἱμοῤῥοΐδος ἐπισχέσεως ἢ καταμηνίων
11. ἐποχῆς ἐθεασάμεθα πολλάκις ἀκριβεῖς κυματώδεις τε καὶ σκωληκίζοντας
12. ἑπομένους σφυγμοὺς, ἐπειδὴ πολλάκις ἐν τοῖς τοιούτοις
13. ὑδέροις οὐδὲν τῶν σπλάγχνων σκιῤῥοῦται. οὐκοῦν,
14. ἀναληπτέον γὰρ αὖθις ἐπὶ κεφαλαίων τὸν λόγον, ὁ κυματώδης
15. σφυγμὸς ὑγρᾶς ἐστι καὶ μαλακῆς ἀρτηρίας ἔγγονος, ἅμα
16. δυνάμει καμνούσῃ μετρίως, ὁ δὲ σκωληκίζων ἀρτηρίας μὲν
17. μαλακῆς, ἀῤῥώστου δ’ ἱκανῶς δυνάμεως. διὰ τοῦτο γοῦν καὶ
18. χωρὶς πυρετῶν ὡς τὰ πολλὰ φαίνεται γινόμενος ἐπὶ κενώσεσι
1. λάβροις αἱμοῤῥαγίαις τε καὶ διαῤῥοίαις καὶ χολέραις καὶ καθάρσεσιν
2. ἰσχυραῖς ἐμέτοις τε σφοδροῖς καὶ οὔροις παμπόλλοις
3. καὶ καταμηνίων ἀμέτροις καταῤῥήξεσιν. οὕτως δὲ καὶ
4. ταῖς δι’ αἱμοῤῥοΐδων κενώσεσι καὶ ταῖς ἐκ μήτρας αἱμοῤῥαγίαις,
5. ἔτι τε τῷ καλουμένῳ ῥῷ γυναικείῳ καὶ μοχθηροῖς
6. ἱδρῶσιν ὁ τοιοῦτος ἐπιγίνεται σφυγμὸς, οὐδὲν ἧττον δὲ καὶ
7. τοῖς ὑγρότητι πολλῇ διασαπεῖσι τὴν πνεύμονα, καθ’ ὃν ἤδη
8. χρόνον ἂν ἢ δύναμις αὐτῶν κάμνῃ. εἰ μέντοι τι φλεγμονῶδες
9. ἐπιγένηται τῇ τοιαύτῃ διαθέσει, σκληρότητα προσλαμβάνοντες
10. οὐκ ἔτι φαίνονται σκωληκίζοντες. διὰ τοῦτο γοῦν
11. οὐδὲ τοῖς ἑκτικοῖς ὀνομαζομένοις πυρετοῖς, ὧν εἰσι καὶ οἱ
12. μαρασμώδεις ἅπαντες καὶ οἱ ἐπὶ ταῖς φθόαις, οὐ γίνονται
13. σκωληκίζοντες οἱ σφυγμοὶ, γενόμενοι πάντως ἂν, ὅσον ἐπὶ
14. τῷ κάμνειν τὴν δύναμιν, ἀλλ’ ἡ συνοῦσα τοῖς πάθεσι ξηρότης
15. σκληρὰς ἀποτελεῖ τὰς ἀρτηρίας. ἡ μέντοι τοῦ γένους
16. τούτου τῶν σφυγμῶν ἀνωμαλία συμπίπτει πάντως αὐτοῖς,
17. ὅταν ἱκανῶς κάμνουσι τὴν δύναμιν ἐφ’ ἧς εἴπομεν ἐν προτέρῳ
18. μορίῳ τῆς ἀρτηρίας τὴν κίνησιν φαίνεσθαι πρότερον, ὅπερ
1. Ἐρασίστρατος μὲν ἀεὶ βούλεται γίνεσθαι, φαίνεται δ’ οὐχ
2. ᾧδε συμβαῖνον, ἀλλ’ ὡς δὴ νῦν λέλεκται.

Cliquer un n° de page pour en afficher l’image