ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ
ΣΦΥΓΜΩΝ ΒΙΒΛΙΟΝ Γ.
1. Ἥτις μὲν ἑκάστου σφυγμοῦ δύναμίς ἐστιν
2. ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν οἰκείων τοῖς πάθεσιν ἐν
3. τῷδε λεχθήσεται. πάθος μὲν οὖν ὀνομάζω νῦν ἅπαν τὸ
4. παρὰ φύσιν· οἰκείους δ’ ἑκάστῳ λέγω σφυγμοὺς ὅσοι τε
5. διαπαντὸς ὑπάρχουσιν αὐτῷ καὶ ὅσοι πλείστακις. ἐπεὶ δὲ
6. τῶν παρὰ φύσιν ἁπάντων, ὡς ἐν ἑτέροις ἐπιδέδεικται, τὰ μέν
7. εἰσι διαθέσεις τινες, ὑφ’ ὧν πρώτως ἐνέργεια βλάπτεται, τὰ
8. δὲ τούτων αἴτια, τὰ δὲ συμπτώματα, περὶ πρώτων τῶν διαθέσεων
9. ῥητέον. ἐπεὶ δὲ καὶ τούτων ἐδείχθησαν αἱ μέν τινες
1. ἴδιαι τῶν ὁμοιομερῶν σωμάτων, αἱ δὲ τῶν ὀργανικῶν,
2. ἀπὸ τῶν ἐν τοῖς ὁμοιομερέσιν ὑπαρχουσῶν ἀρκτέον. εἰσὶ
3. δὲ ὀκτὼ τὸν ἀριθμὸν, ἅπασαι μὲν κατὰ δυσκρασίαν γινόμεναι,
4. διαφέρουσαι δὲ τῷ τὰς μὲν ἁπλᾶς εἶναι, τὰς δὲ
5. συνθέτους. ἁπλαῖ μὲν οὖν εἰσι δυσκρασίαι θερμότης τε καὶ
6. ξηρότης, ὑγρότης καὶ ψυχρότης· σύνθετοι δὲ ψυχρότης
7. ἅμα ξηρότητι καὶ θερμότης ἅμα ὑγρότητι. δέδεικται γὰρ οὖν
8. ἡμῖν καὶ περὶ τῆς δυσκρασίας ἐν τοῖς περὶ τῶν κράσεων
9. ὑπομνήμασι, καὶ διώρισται πῶς μὲν ἐνίοτε τὸν ὑγιαίνοντα
10. θερμὸν καὶ ὑγρὸν εἶναί φαμεν, ὅπως δὲ τὸ νόσημα
11. τὸ δι’ ἀμετρίαν ὑγρότητός τε καὶ θερμότητος ἐνέργειάν
12. τινα βλάπτον. ἔτι δὲ πρὸς τούτοις ἀναμνηστέον ἐστὶν ὡς
13. οὐκ ἄν ποτε σφυγμὸς ἀλλοιωθείη διὰ δυσκρασίαν χωρὶς τοῦ
14. τὰς ἀρτηρίας τι παθεῖν ἢ τὴν καρδίαν, καὶ ὡς ἐνδέχεται
15. ποτὲ τὰς μὲν ἀρτηρίας τι πεπονθέναι, τὴν καρδίαν δὲ ὑπάρχειν
16. ἀπαθῆ. τῆς μέντοι καρδίας πασχούσης οὐκ ἐνδέχεται
17. τὰς ἀρτηρίας ἀπαθεῖς διαμένειν, ἀλλ’ ἀναγκαῖον ἀπολαύειν τι
18. τῆς δυσκρασίας αὐτὰς ἔλαττον ἢ μεῖζον. ἡ μὲν οὖν κατὰ
1. ψυχρότητά τε καὶ θερμότητα δυσκρασία τῆς καρδίας ἑτοίμως
2. εἰς ἁπάσας διαδίδοται τὰς ἀρτηρίας, ἡ δὲ καθ’ ὑγρότητά τε
3. καὶ ξηρότητα χαλεπώτερον.