Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 3.2, ed. Kühn, 1825, vol. 9, p. 332-338. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:3.2

4. Ἀρκτέον οὖν ἀπὸ τῆς κατὰ θερμότητα
5. καὶ διοριστέον ἐν αὐτῇ τόδε πρῶτον, ὡς ἐνδέχεται καθ’ ὃν
6. τοῦτο γίνεται καιρὸν ἤτοι κατὰ φύσιν ἔχειν τὰς ἀρτηρίας, ἢ
7. πεπονθέναι τι καὶ αὐτὰς καὶ ἤτοι πάσας ἤ τινας. αἱ μὲν δὴ
8. κατὰ φύσιν ἔχουσαι τὴν ἐν τῇ καρδίᾳ δυσκρασίαν ὁμοίως
9. διαδέξονται, τῶν δὲ παρὰ φύσιν διακειμένων ἡ διάθεσις ἔσται
10. μικτὴ, τὸ μὲν φυλάττουσα τῆς ἰδίας καταστάσεως, τὸ δέ
11. τι παρὰ καρδίας λαμβάνουσα. πρῶτον οὖν ὑποκείσθωσαν
12. ἀπαθεῖς εἶναι τό γε καταρχὰς αἱ ἀρτηρίαι, θερμοτέρας γενομένης
13. τῆς καρδίας. εἶθ’ ἑξῆς σκοπούμεθα τίνες ἐξ ἀνάγκης
14. ὑπάρχουσι σφυγμοὶ τῇ τοιαύτῃ διαθέσει καὶ τίνες ὡς τὸ πολύ.
15. πάλιν οὖν ἀναμνησθέντες ὧν ἔν τε τῷ πρὸ τούτου λόγῳ διειλόμεθα
16. κᾀν τῇ περὶ τῶν ἐν σφυγμοῖς αἰτίων πραγματείᾳ,
17. τοὺς οἰκείους θερμότητος πλεονεκτούσης σφυγμοὺς ἐπέλθωμεν,
18. ἵν’ ἐξ αὐτῶν ἐπισκεψώμεθα τίνες μὲν ἀχώριστοι τῆς προκειμένης
19. διαθέσεώς εἰσι, τίνες δ’ ὡς τὸ πολὺ συμπίπτουσι. εἰσὶν
1. οὖν οἰκεῖοι σφυγμοὶ πλήθει θερμότητος ὅ τε μέγας καὶ ὁ ταχὺς
2. καὶ ὁ πυκνὸς, ἀλλ’ ὁ μέγας μὲν οὐ θερμότητος μόνης ἐπικρατούσης,
3. ἀλλὰ καὶ ὀργάνων δεῖται μαλακῶν καὶ δυνάμεως
4. εὐρώστου· ὥστ’ οὐκ ἂν ἀχώριστος εἴη τῆς κατὰ θερμότητα
5. δυσκρασίας. οὕτως δὲ καὶ ὁ ταχὺς ἐῤῥωμένης δεῖται δυνάμεως,
6. καὶ ὀργάνων ἑτοίμως διαστελλομένων, ὥστ’ οὐδ’ οὗτος ἀχώριστος.
7. ὁ δέ γε πυκνὸς, εἰ μὲν αὐτάρκως ὑπὸ τοῦ μεγέθους
8. τε καὶ τάχους ἡ χρεία πληρωθείη, τὴν ἀρχὴν οὐδ’ ἂν συσταίη,
9. δέδεικται γὰρ καὶ τοῦτο, μὴ πληρουμένης δὲ γίγνοιτ’ ἄν. ὥστ’
10. οὐδ’ οὗτος ἀχώριστος, οὐ μὴν οὐδ’ ἐκ τῶν οἰκείων εἴη ἄν τις
11. ἀχώριστος. ἐκ δὲ τῶν οἰκείων μὲν, οὐκ ἀχωρίστων δὲ κρατήσει
12. ποτὲ μὲν ὁ μείζων, ποτὲ δὲ ὁ θάττων, ποτὲ δὲ ὁ πυκνότερος.
13. εἰ μὲν γὰρ ἡ θερμότης αὐξηθείη μόνη, κατὰ φύσιν
14. δ’ ἔχοιεν ἥ τε δύναμις καὶ τὰ ὄργανα, βραχείας μὲν τῆς ἐκτροπῆς
15. γενομένης, εἰς μέγεθος μόνον ἐπιδώσουσιν οἱ σφυγμοὶ,
16. πλέονος δὲ καὶ εἰς τάχος, ἀξιολόγου δὲ καὶ εἰς πυκνότητα.
17. προσέχειν δ’ ἐν τούτῳ δεῖ τὸν νοῦν ἀκριβῶς τῷ μᾶλλόν τε
18. καὶ ἧττον ἐν ἑκάστῳ γένει σφυγμῶν. εἰ μὲν γὰρ εἰς τὸ μέγεθος
1. ἐξαλλάττοιντο πλέον ἤπερ τὸ τάχος καὶ τὴν πυκνότητα,
2. μὴ πάνυ πολλὴν ἡγοῦ τὴν ἐν τῇ καρδίᾳ θερμότητα· εἰ δ’ εἰς
3. τὰ τρία παραπλησίως, εὐθὺς μὲν δήπου καὶ μεγάλως ἐξαλλαχθήσονται,
4. εὐθὺς δὲ καὶ πολλὴν ἐνδείξονται τὴν θερμότητα.
5. εἰ δ’ ἐπιπλέον αὐξηθείη τὸ τάχος τοῦ μεγέθους, ἔτι
6. δὴ καὶ μᾶλλον. εἰ δὲ καὶ ἡ πυκνότης, ἔτι μᾶλλον. εἰ δ’ ἅμα
7. μέγιστός τε καὶ τάχιστος ὁ αὐτὸς εἴη σφυγμὸς καὶ πυκνότατος,
8. εἰς ἄκρον ηὐξῆσθαι δηλώσει τὴν θερμότητα. εἰ δὲ τάχιστος
9. μὲν εἴη καὶ πυκνότατος, μὴ μέντοι καὶ μέγιστος, ἄλλως μὲν
10. οὐκ ἂν δύναιτο συμβῆναι τοῦτο χωρὶς τοῦ τὴν δύναμιν ἀῤῥωστοτέραν,
11. ἢ τὴν ἀρτηρίαν γενέσθαι σκληροτέραν· εὐδιόριστον
12. δὲ τοῖς ἀχωρίστοις ἑκάτερον σφυγμοῖς, ἥ γε μὴν ἔνδειξις
13. κᾀνταῦθα τῆς ἐν τῇ καρδίᾳ θερμότητος ἡ αὐτή. καὶ
14. μὴν καὶ ὅταν ἡ πυκνότης ἐπὶ πλεῖστον προήκῃ, μὴ συναυξάνηται
15. δ’ εἰς ἴσον αὐτῇ τὸ τάχος καὶ τὸ μέγεθος, ἀνάγκη καὶ
16. τότε θερμότητα μὲν εἶναι πολλὴν, ἤτοι δ’ ἀῤῥωστίαν δυνάμεως
17. ἢ ὀργάνων σκληρότητα. σὺν ἀῤῥωστίᾳ μὲν οὖν ἀμυδρὸς
18. ὁ σφυγμὸς ἔσται, σὺν σκληρότητι δὲ σκληρὸς ἅμα καὶ
19. κλονώδης. εἰ δὲ καὶ χωρὶς κλόνου σκληρὸς εἴη πυκνὸς ὢν 
1. ἐσχάτως, ἀσθενῆ τὴν δύναμιν ἅμα τῷ πλήθει τῆς θερμότητος
2. ἐνδείξεται. πάντως οὖν ὁ τοιοῦτος ἔσται καὶ ἀμυδρὸς καὶ
3. κίνδυνον ἐπάξει συγκοπῆς. ἀναμνησθῆναι δὲ χρὴ κᾀνταῦθα
4. τίνα τρόπον ἐγχωρεῖ θερμότητα μὲν ὑπάρχειν
5. ἐν τῇ καρδίᾳ παμπόλλην, ἐῤῥῶσθαι δὲ τὴν δύναμιν. εἰ γὰρ
6. ἡ μὲν ῥώμη ταῖς εὐκρασίαις, ἡ δ’ ἀῤῥωστία ταῖς δυσκρασίαις
7. ἕπεται, δυσκρασία καταλήψεται τὴν καρδίαν ἅμα τῇ πλεοναζούσῃ
8. θερμότητι. ὥστ’ ἐξ ἀνάγκης καὶ ἡ δύναμις ἀῤῥωστήσει.
9. πῶς οὖν, ὅταν ὁ σφυγμὸς ἅμα μέγιστός τε ᾖ καὶ τάχιστος
10. καὶ πυκνὸς καὶ σφοδρὸς, οὐ μόνον θερμότητα παμπόλλην
11. ὑπάρχειν ἐν τῇ καρδίᾳ φαμὲν, ἀλλὰ καὶ δυνάμεως
12. εὐρωστίαν; ὅτι διώρισται πολλάκις ἐν ἑτέροις ἡμῖν κᾀν ταῖς
13. τῶν πυρετῶν διαγνώσεσι τὸ θερμαίνεσθαι τοῦ τεθερμάνθαι
14. διαφέρειν. ὅταν μὲν γὰρ θερμαίνηται τὸ σῶμα τῆς καρδίας
15. ὑπὸ τῆς περιεχομένης ἐν ταῖς κοιλίαις αὐτῆς οὐσίας, ἐγχωρεῖ
16. τὴν δύναμιν ἐῤῥῶσθαι, καὶ δι’ αὐτό γε τοῦτο πλεῖστον μὲν
17. καὶ τάχιστον καὶ πυκνότατον εἰσπνέουσιν οἱ τοιοῦτοι, μέγιστον
18. δὲ καὶ τάχιστον καὶ πυκνότατον σφύζουσιν, ἀπομαχομένης
19. ἔτι τῆς καρδίας πρὸς τὴν θερμαίνουσαν οὐσίαν καὶ
1. ψύχουσαν ἑτέραν ἔξωθεν ἐπισπωμένην ἀντίῤῥοπον τῇ θερμότητι.
2. ὅταν δέ ποτε νικηθεῖσα τύχῃ καὶ συνεκθερμανθεῖσα τῇ
3. κατὰ τὰς κοιλίας οὐσίᾳ, τεθέρμανται μὲν ἤδη τηνικαῦτα καὶ
4. οὐκέτι μόνον θερμαίνεται, τῇ δυσκρασίᾳ δὲ αὐτῆς ἕπεται
5. δυνάμεως ἀσθένεια. καὶ ἢν ἐπιπλέον θερμανθῇ, καὶ δι’ ὅλης
6. αὐτῆς τὸ πυρετῶδες δέξηται θερμὸν, τὸν καλούμενον ἑκτικὸν
7. ἐπιφέρει πυρετόν. ἐνίοτε δ’ ἔμπαλιν ἢ ὡς νῦν εἴρηται συμβαίνει,
8. ψυχροτέρας μὲν τοῦ κατὰ φύσιν ἐν ταῖς κοιλίαις τῆς
9. καρδίας οὐσίας περιεχομένης, τοῦ σώματος δὲ αὐτῆς ἐπιπλέον
10. τεθερμασμένου. καὶ γίγνεται τοῦτο τοῖς ἠθροικόσι μὲν
11. ὠμοὺς καὶ ψυχροὺς καὶ φλεγματώδεις χυμοὺς, ἤτοι δὲ σφοδρότατα
12. θυμωθεῖσιν, ἢ ἀγρυπνήσασιν ἀμέτρως μετὰ φροντίδος
13. ἰσχυρᾶς, ἢ διὰ λοιμώδη τινὰ εἰσπνοὴν ἁπτομένου τοῦ σώματος
14. αὐτοῦ τῆς καρδίας, ἤ τινος ὅλως δηλητηρίου ποιότητος
15. ἰδιότητα καθ’ ὁντιναοῦν τρόπον ἐπὶ τὴν καρδίαν ἀφικομένης.
16. ταυτὶ μὲν οὖν ἀνεμνήσθην πρὸς τὸ μὴ θαυμάζειν τινὰ πῶς
17. ἐγχωρεῖ θερμότητος ἐπικρατούσης ἀκμάζειν τῆς καρδίας τὸν
18. τόνον. ἐπανέλθωμεν οὖν αὖθις ἐφ’ ἃ λέγοντες ἀπελίπομεν.
1. ἡ γάρτοι θερμότης ἡ ἐν τῇ καρδίᾳ τρέπει μὲν, ὡς εἴρηται,
2. τοὺς σφυγμούς. ἀλλ’ ἐπεὶ διττὴ κατ’ εἶδός ἐστιν, ἡ μὲν ἑτέρα
3. καὶ σηπεδόνος χυμῶν ἔγγονος, ἧς ἡ ποιότης δριμεῖά τέ ἐστι
4. καὶ καπνώδης, ἡ δὲ ἑτέρα μεθ’ ὑγρότητος ἡδείας, αὐτῷ μόνῳ
5. τῷ ποσῷ τοῦ κατὰ φύσιν ἀποκεχωρισμένη, μόνιμος μέν ἐστι
6. καὶ δύσλυτος ἡ πρότερον ῥηθεῖσα, ὀλιγοχρόνιος δὲ ἡ ἑτέρα,
7. λουτροῖς καὶ γυμνασίοις καὶ τροφῇ θερμαινούσῃ καὶ οἴνου
8. πόσει καὶ τῶν τῆς ψυχῆς παθῶν, αἰδοῖ καὶ θυμῷ συνεπομένη.
9. εἰ δ’ ἐκ τούτου τοῦ γένους τῆς θερμασίας εἰσί τινες πυρετοὶ,
10. καθάπερ οἱ ἐπὶ κόποις, ἢ ἐγκαύσεσιν, ἢ ψύξεσιν, ἢ ἐπὶ βουβῶσιν,
11. ἢ θυμοῖς, τῶν ἀμφισβητουμένων ἐστί. καὶ λέλεκται
12. μὲν ἐπιπλέον ὑπὲρ αὐτῶν ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ·
13. λελέχθω δὲ καὶ νῦν εἰς τοσοῦτον, ὡς ἡ μὲν ἑτερογενὴς
14. τοῦ κατὰ φύσιν θερμότης ὀλιγοχρόνιον μὲν ἔχει τὴν ἐκτὸς
15. ἠρεμίαν, ταχεῖαν δὲ τὴν συστολὴν ἐπιπλέον ἢ κατὰ τὴν ἀναλογίαν
16. τῆς διαστολῆς, ἡ δὲ τῷ ποσῷ μόνῳ διαλλάττουσα
17. μείζονά τε ἅμα καὶ θάττονα τὴν διαστολὴν ἤπερ τὴν συστολήν.
18. ἡ μὲν γὰρ τοιαύτη θερμότης μόνης ἐμψύξεως δεῖται,
1. ἣν ἐδείξαμεν ἐν τῷ διαστέλλεσθαι γινομένην, ἡ καπνώδης δὲ
2. καὶ ταύτης μὲν ἐπὶ πλέον, ἀλλὰ ἐπὶ πλεῖστον τῆς ἀποχύσεως
3. τοῦ περιττοῦ, ὅπερ ἔργον ἦν τῆς συστολῆς. ὥσθ’ ἡ μὲν τοιαύτη
4. καὶ τὴν διαστολὴν ὠκυτέραν ἐπὶ πλέον ἐργάσεται καὶ
5. τὴν συστολὴν ἐπὶ πλεῖστον· ἡ δ’ οὐ τοιαύτη τὴν συστολὴν
6. μὲν οὐδ’ ὅλως ἀλλοιώσει, τὴν διαστολὴν δ’ εἰς τοσοῦτον
7. εἰς ὅσον ἂν ἐκβῇ τὰ μέτρα τῆς κατὰ φύσιν εὐκρασίας. ἀλλὰ
8. περὶ μὲν τούτων ἐπιπλέον ἑξῆς ἐροῦμεν ἐν τοῖς περὶ τῶν
9. πυρετῶν λογισμοῖς.

Cliquer un n° de page pour en afficher l’image