10. Ἐν δὲ τῷ παρόντι τὸν περὶ τῶν
11. ἀρτηριῶν λόγον διέλθωμεν, ὅταν ἐναντίως ἔχωσι τῇ καρδίᾳ,
12. λέγω δὲ ὅταν ἐκείνη μὲν ᾖ θερμοτέρα τοῦ κατὰ φύσιν, αἱ δὲ
13. ἀρτηρίαι ψυχρότεραι, ἤτοι χυμῶν τινων ψυχρῶν ἐν αὐταῖς
14. περιεχομένων οὐδέπω διασηπομένων, ἢ καί τινος ἑτέρας
15. ψύξεως ἐπικρατούσης. ἀνάγκη δὲ ταύτας τηνικαῦτα τὸ μὲν
16. ἐψῦχθαι κατὰ τὴν οἰκείαν ἔχειν διάθεσιν, ἐπικτᾶσθαι δ’ ἔτι
17. παρὰ τῆς καρδίας τὸ θερμαίνεσθαι. ἀλλ’ ἐπεὶ καὶ τὴν κινοῦσαν
18. αὐτὰς δύναμιν ἐξ ἐκείνης ἐπίῤῥυτον ἔχουσιν, καὶ τόνος
19. εἷς ἐστιν ὁ διαστέλλων τε καὶ συστέλλων ἅμα τῇ καρδίᾳ τὰς
20. ἀρτηρίας, ἀναγκαῖόν ἐστι τὸ μέν τι ταὐτὸν ὑπάρχειν τῇ τε τῆς
1. καρδίας κινήσει καὶ τῇ τῶν κατὰ μέρος ἀρτηριῶν ἁπασῶν,
2. τὸ δέ τι διαλλάττον. αἱ μὲν δὴ πρῶται τῶν κινήσεων ἀρχαὶ
3. κατὰ τὸν αὐτὸν ἔσονται χρόνον, ὅταν γε δέχωνται τὴν παρ’
4. αὐτῆς δύναμιν ἀμέμπτως. οὔτε δὲ τὸ μέγεθος οὔτε τὸ τάχος
5. οὔθ’ ἡ σφοδρότης ὁμοίως ἀμφοτέραις ὑπάρξει, ἀλλ’ ἡ
6. καρδία τηνικαῦτα καὶ μείζονα καὶ θάττονα καὶ σφοδρότερον
7. ἕξει τὸν σφυγμὸν ἁπασῶν τῶν κατὰ μέρος ἀρτηριῶν. ἡ μὲν
8. γὰρ ἀρχὴ τῆς κινήσεως αὐταῖς ἐκ τῆς καρδίας ἐστὶν, ὁ δὲ
9. τρόπος ἑκάστῃ τῆς οἰκείας κινήσεως, ὡς ἂν καὶ τύχῃ τῇ καρδίᾳ
10. συνδιατεθεῖσα. συνδιατίθεται γὰρ ἡ μὲν ὡσαύτως ἔχουσα
11. τῇ κράσει καθ’ ὃν ἂν ἡ καρδία τρόπον ἐνεργῇ, ἡ δ’ ἐναντίως
12. εἰς ὅσον ἂν καὶ τύχῃ δεξαμένη τὴν ἐξ αὐτῆς ἀλλοίωσιν. ἐνδέχεται
13. τοιγαροῦν ἐνίοτε τὴν ψυχρὰν ἀρτηρίαν ὑπὸ τῆς καρδίας
14. θερμαινομένην οὔτε μικρὸν ἐργάσασθαι τὸν σφυγμὸν, οἷός
15. περ ὁ τῆς ψυχρᾶς ἐστι, οὔτε μέγαν, οἷός περ ὁ τῆς θερμῆς,
16. ἀλλὰ τὸν ἀμφοῖν μέσον, ὅσπερ δὴ καὶ σύμμετρος καὶ κατὰ
17. φύσιν ἐστίν. οὕτω δὲ καὶ τῷ τάχει σύμμετρος ἐν ταῖς τοιαύταις
18. διαθέσεσιν ὁ σφυγμὸς ἔσται καὶ τῇ σφοδρότητι μέτριος.
19. ἐναργῶς δὲ διαγνώσῃ τὸ λεγόμενον, εἰ κατὰ τὸν αὐτὸν χρόνον
1. ἅπτοιο τῇ μὲν ἑτέρᾳ χειρὶ τῆς καρδίας, τῇ δὲ ἑτέρᾳ τῶν ἀρτηριῶν
2. τινος. αἱ μὲν γὰρ ἀρχαὶ τῶν κινήσεων ἅμα σοι φανοῦνται
3. γίνεσθαι. διαλλάξουσι δὲ μεγέθει καὶ τάχει καὶ σφοδρότητι
4. τηνικαῦτα. ἐνίοτε δὲ συμβαίνει καὶ τὸ μὴ δέχεσθαι
5. καθ’ ἕνα χρόνον ἁπάσας τὰς ἀρτηρίας τὴν ἐκ τῆς καρδίας
6. ἐπιῤῥέουσαν δύναμιν τοῦ σπλάγχνου, ἀλλὰ τὰς μὲν ἐγγυτέρω
7. τοῦ σπλάγχνου προτέρας, ὑστέρας δὲ τὰς ποῤῥώτερον. γίνεται
8. δὲ μάλιστα τὸ τοιοῦτον, ἐπειδὰν εἰς ἕνα χρόνον συνέλθοι
9. τάς τε ἀρτηρίας εἶναι ψυχροτέρας ἄτονόν τε τὴν καρδίαν.
10. ἐὰν δὲ καὶ αὐτῶν τῶν ἀρτηριῶν τὰ ποῤῥωτέρω τῆς ἀρχῆς μέρη
11. μᾶλλον ᾖ ψυχρὰ, καθάπερ ἐν ἐπισημασίαις τέ τισι καὶ τοῖς
12. λιπυρίαις συμβαίνει πυρετοῖς, οὐ μόνον ὑπάρξεται πρωϊαίτερον,
13. ἀλλὰ καὶ τὴν κίνησιν αὐτὴν θάττονά τε καὶ μείζονα
14. ποιήσεται τὰ τῆς καρδίας ἐγγυτέρω. καὶ μὲν δὴ ὁ τόνος ἐν
15. ταῖς τοιαύταις περιστάσεσιν ἀσθενὴς μὲν ἐν ἁπάσαις φαίνεται,
16. μᾶλλον δ’ ἐν ταῖς ποῤῥωτέραις, ὥστ’ ἐναργῶς εἶναι τὸν σφυγμὸν
17. ἐν αὐταῖς ἀμυδρότερον τοῦ κατὰ φύσιν τῶν ὑπερκειμένων.
18. συμβαίνει δέ ποτε καὶ κατὰ τὴν καρδίαν ἡ τοιαύτη τῶν
19. κράσεων ὑπεναντίωσις. ἐνίοτε μὲν γὰρ αὐτὸ τὸ σῶμα τοῦ
1. σπλάγχνου ψυχρότερόν ἐστι τοῦ κατὰ φύσιν, ἡ περιεχομένη
2. δὲ ἐν ταῖς κοιλίαις οὐσία θερμοτέρα, ἐνίοτε δ’ ἔμπαλιν ἡ
3. μὲν οὐσία ψυχροτέρα, θερμοτέρα δ’ ἡ καρδία. καὶ γίνονται
4. καὶ τότε τῆς καρδίας οἱ σφυγμοὶ τοῖς κατὰ φύσιν
5. ὅμοιοι, μέση γάρ πως ἐν αὐτῇ κατάστασις ἀποτελεῖται ἐκ
6. δυοῖν ἐναντιοτήτων συγκειμένη, καὶ σφάλλουσί γε καὶ τοὺς
7. ἀρίστους ἰατροὺς αἱ τοιαῦται διαθέσεις, ὥσπερ καὶ νῦν ἐπὶ
8. τοῦ μεγάλου λοιμοῦ συνέπεσεν. ἔνιοι μὲν γὰρ ἀπὸ τῆς
9. ἀρχῆς ἕως πλείστου, τινὲς δὲ καὶ δι’ ὅλου τοῦ νοσήματος
10. ἦσαν εὔσφυκτοι βραχύ τι τοῦ κατὰ φύσιν ἐξηλλαγμένους ἔχοντες
11. τοὺς σφυγμούς. ἀλλ’ οὗτοι μᾶλλον τῶν ἄλλων ἀπώλοντο,
12. καὶ διαγινώσκομεν αὐτοὺς εὐθέως ἐν ταῖς πρώταις ἡμέραις ὅτι
13. τε λοιμώττουσι καὶ ὅτι χείριστα διάκεινται τῷ τε τῆς θερμασίας
14. δριμεῖ καὶ αὐτῷ τῷ τῆς θερμασίας εἴδει, καὶ αὐτῷ
15. βραχύ τι τοῦ κατὰ φύσιν ἐξηλλαγμένους ὄντας αὐτοῖς τοὺς
16. σφυγμοὺς ἀεὶ διαμένειν τοιούτους. ἐν εἴδει γὰρ μάλιστα τῶν
17. ἑκτικῶν ὀνομαζομένων πυρετῶν οἱ τοιοῦτοι σφυγμοὶ συνίστανται.
18. καὶ ὅσοι γε τῶν καμνόντων οὐκ ἔφασκον πυρέττειν,
19. ἐν ἕξει τούτοις ἀκριβῶς ἦν ὁ πυρετὸς, αὐτὸ τῆς καρδίας
1. κατειληφὼς τὸ σῶμα. δύο γὰρ δὴ ταῦτα γνωρίσματα τῶν
2. ἑκτικῶν πυρετῶν ἐστιν ἴδια, τό τε διαπαντὸς ὁμοίους ἑαυτοῖς
3. ὑπάρχειν αὐτοὺς, οὔτε εἰσβολὴν παροξυσμοῦ τινος οὔτ’ ἀνάβασιν
4. οὔτ’ ἀκμὴν οὔτε παρακμὴν οὐδεμίαν ἔχοντας, τό τε
5. μὴ γινώσκειν ὅτι πυρέττει τὸν κάμνοντα. γίνονται δ’ οἱ
6. τοιοῦτοι τῶν σφυγμῶν οὐκ ἐξ ἀνάγκης μὲν μείζονες τῶν κατὰ
7. φύσιν, ἐνίοτε δ’ οὐδὲ πυκνότεροι, θάττονες μέντοι πάντως.
8. καὶ ὀρθῶς ἄρα τοῦτο τοῖς πλείστοις τε καὶ ἀρίστοις τῶν ἰατρῶν
9. ἐπιστεύθη, τῶν πυρεττόντων τοὺς σφυγμοὺς ἀχώριστον
10. ἔχειν τὸ τάχος. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις. ὅπερ
11. δὲ λέγοντες ἀπελίπομεν, ἐπειδὰν ὑπὸ σηπεδονώδους ποιότητος
12. ὁ εἰσπνεόμενος ἀὴρ μιανθῇ, καὶ ἅψηται τοῦ σώματος τῆς καρδίας
13. ἡ σηπεδὼν, οἱ τοιοῦτοι γίνονται σφυγμοί. καὶ οὐδὲν ἔτι
14. θαυμαστὸν οὔθ’ ὅτι τοὺς σφυγμοὺς ἔχουσιν ὁποίους εἰρήκαμεν
15. οἱ οὕτω λοιμώττοντες οὔθ’ ὅτι λοιμώδη τὴν ἀναπνοὴν
16. οὔθ’ ὅτι τεθνήξονται πάντως. τί γὰρ ἄκος εὑρεθείη τῆς ἐν
17. τῇ καρδίᾳ σηπεδόνος; ὡς ὅσοις γε τὸ σηπεδονῶδες τοῦτο θερμὸν
18. εἰς τοὺς ἐν ταῖς κοιλίαις ἐτράπετο χυμοὺς μᾶλλον ἤπερ
1. εἰς αὐτὸ τὸ σῶμα τοῦ σπλάγχνου, πολλοὶ τούτων ἐσώθησαν.
2. ἡ διάγνωσις δ’ αὐτῶν τῶν λοιμωττόντων, εἰ πρῶτον μὲν αἰσθάνονται
3. πυρέττοντες· ἔπειτα δὲ, εἰ μὴ διαπαντὸς ὡσαύτως
4. πυρέττοιεν· ἔτι δὲ πρὸς τούτοις, εἰ μὴ διάτονον ἔχοιεν τὸν
5. σφυγμόν. οἱ γὰρ ἐπὶ δυσκρασίᾳ τοῦ σώματος αὐτοῦ τῆς καρδίας
6. ἅπαντες ἄτονοι. αἱ μὲν δὴ κατὰ θερμότητα δυσκρασίαι
7. τῆς καρδίας ὁποίους τινὰς ἐργάζονται τοὺς σφυγμοὺς αὐτάρκως
8. λέλεκται.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 3.3, ed. Kühn, 1825, vol. 9, p. 338-343. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:3.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩