Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 3.4, ed. Kühn, 1825, vol. 9, p. 343-361. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:3.4

9. Αἱ δὲ κατὰ ψυχρότητα πάντως μὲν δήπου
10. τοὺς ἐναντίους ἀποτελοῦσι, τοὺς μικροὺς καὶ βραδεῖς καὶ
11. ἀραιοὺς, ἤτοι δ’ ἀνάλογον εἰς τὰς τρεῖς διαφορὰς ἀλλοιοῦσιν,
12. ἢ τὰς μέν τινας ἐξ αὐτῶν, ἤ τινα μᾶλλον, ἢ ἧττον.
13. ἑτέρας δέ τινας, ἢ ἑτέραν ἧττον, ἢ μᾶλλον. ἀλλὰ χρὴ κᾀνταῦθα
14. κατὰ τὸν αὐτὸν τρόπον ἐπίστασθαι τὴν ἐλλείπουσαν,
15. ἢ καὶ πλεονάζουσαν, ὡς καὶ πρόσθεν εἴρηται. πρῶτον μὲν
16. γὰρ ὑπαλλάξει τὴν πυκνότητα, δεύτερον δὲ τὸ τάχος, ἑξῆς
17. δὲ τὸ μέγεθος, ἀπαθοῦς γε τῆς δυνάμεως οὔσης. ὡς εἴ γε καὶ
18. ἥδε τι πάθοι, γνωρισθήσεται μὲν ὑπὸ τῆς ἰδίας τε καὶ ἀχωρίστου
19. ποιότητος τῶν σφυγμῶν, ἣν ἀμυδρότητα καλοῦμεν,
20. ἣ εἰς μικρότητά τε καὶ βραδύτητα μᾶλλον ἤπερ εἰς ἀραιότητα
1. τὴν ἀλλοίωσιν ἐργάζεται τῶν σφυγμῶν. ὡς ὅταν γε ἐπὶ
2. πλεῖστον ἡ δύναμις κάμνῃ, κᾂν ψύξις συνῇ, μικροὶ μὲν ἐσχάτως
3. οἱ σφυγμοὶ γίνονται, βραδεῖς δ’ οὐκ ἐσχάτως, ἀλλ’ ἔστιν
4. ὅτε τοῖς κατὰ φύσιν ὅμοιοι, πυκνότητα δ’ οὐ μόνον ἀποτίθενται
5. τὴν πρόσθεν, ἀλλὰ καὶ προσαυξάνουσι. ἐπειδὰν μέντοι
6. τὰ τῆς δυνάμεως ἐπ’ ὀλίγον ἀῤῥωστῇ, τὰ δὲ τῆς ψύξεως
7. ἐπὶ πλεῖστον κρατῇ, μακροτάτη μὲν ἡ εἰς ἀραιότητα τροπὴ
8. γίνεται τῶν σφυγμῶν, βραχυτάτη δ’ ἡ εἰς μικρότητα, μέση
9. δ’ ἀμφοῖν ἡ εἰς βραδύτητα. τὴν αὐτὴν δὲ δηλονότι καὶ αἱ
10. ἀρτηρίαι πᾶσαι κινηθήσονται κίνησιν, ἂν τῇ κράσει φύσιν
11. ἔχωσιν· ἂν δὲ τῆς καρδίας ψυχροτέρας γεγενημένης
12. αὗται θερμότεραι τοῦ κατὰ φύσιν ὦσιν, ἀλλοιώσουσι τὸν τῆς
13. καρδίας σφυγμὸν εἰς τοσοῦτον εἰς ὅσον ἂν ἐκστῶσι τοῦ κατὰ
14. φύσιν. ὥστε ποτὲ καὶ ἀκριβῶς ὅμοιος ἔσται τῷ κατὰ φύσιν
15. ὁ κατὰ τὰς ἀρτηρίας, ὅσον γε ἐπὶ μεγέθει καὶ τάχει, τοῦ
16. κατὰ τὴν καρδίαν ἐλάττονός τε καὶ βραδυτέρου γιγνομένου.
17. εὔδηλον δ’ ὡς αἱ τοιαῦται διαθέσεις ἄνευ πυρετῶν εἰσιν αὐτῆς
18. τῆς καρδίας μόνης ψυχθείσης ὑπὸ χυμῶν ψυχρῶν τε ἅμα
19. καὶ γλίσχρων καὶ παχέων. σπανίως μὲν οὖν ἐστιν ἡ τοιαύτη 
1. διάθεσις, ἀλλὰ γιγνομένη ποτὲ, καὶ μάλισθ’ ὅταν ἐν πνεύμονι
2. τοιοῦτοι περιέχωνται χυμοί. συμβαίνει δ’ ὡς τὰ πολλὰ
3. τοῖς ἐπὶ τῇ τοιαύτῃ διαθέσει σφυγμοῖς εὐθὺς καὶ ἀνωμάλοις
4. εἶναι διὰ τὰς ἐμφράξεις, ἃς οἳ προειρημένοι χυμοὶ κατὰ τὰ
5. στόματα τῶν ἐκφυομένων τῆς καρδίας ἀγγείων ποιοῦσιν. εἰ
6. μέντοι συμβαίη ποτὲ καὶ τὰς ἀρτηρίας ὁμοίως τῇ καρδίᾳ
7. ψυχροτέρας γενέσθαι τοῦ κατὰ φύσιν, αὐξήσουσι τὴν ἀτονίαν
8. τῶν κινήσεων αὐτῆς, ἐν ταὐτῷ φυλάττουσαι γένει, ὥστε τῆς
9. καρδίας βραδύτερόν τε καὶ μικρότερον καὶ ἀραιότερον τοῦ
10. κατὰ φύσιν σφυζούσης αὐτὰς ἔτι δὴ καὶ μᾶλλον ἐκείνης καὶ
11. βραδύτερον καὶ μικρότερον σφύζειν, εὐθὺς δὲ δήπου καὶ ἀμυδρότερον.
12. συμβαίνει δέ ποτε ψυχροτέραν τε ἅμα τοῦ κατὰ
13. φύσιν εἶναι τὴν καρδίαν καὶ πλήρη περιττωμάτων δακνωδῶν,
14. ἐν ᾧ καιρῷ τὴν μὲν διαστολὴν μικροτέραν τε ἅμα καὶ βραδυτέραν
15. γίγνεσθαι συμβαίνει, τὴν δὲ συστολὴν ὠκυτέραν. ἐφαίνετο
16. δ’ ἂν καὶ μέχρι πλείονος ἔσω χωρεῖν ἡ ἀρτηρία, εἰ μέχρι
17. παντὸς αἰσθητὴν εἶχε τὴν κίνησιν, νυνὶ δὲ τοῦτο μὲν ἀδιάγνωστον
18. αἰσθήσει. τὸ δὲ τὸν τῆς ἐντὸς ἡσυχίας χρόνον ἐπιμηκέστερον
19. τοῦ κατὰ φύσιν γίγνεσθαι πρόδηλον καὶ ἁπτομένοις
1. ἐστί. σύνθετος δ’ ὁ χρόνος οὗτος ἅπας ἐκ τριῶν ἐδείκνυτο
2. χρόνων, πρώτου μὲν τῶν ἐσχάτων τῆς συστολῆς, δευτέρου
3. δὲ τῆς ἐντὸς ἠρεμίας, καὶ τρίτου τῶν πρώτων τῆς διαστολῆς.
4. οὗτος μὲν ὁ χρόνος ἱκανῶς ἐκταθήσεται κατὰ τὴν
5. εἰρημένην διάθεσιν, ὁ δὲ τῆς ἐκτὸς ἡσυχίας ἤτοι βραχύτερος
6. ἔσται τοῦ κατὰ φύσιν ἢ παραπλήσιος. ἐπειγομένης γὰρ ἀεὶ
7. τῆς τοὺς σφυγμοὺς ἐργαζομένης δυνάμεως ἀποκρίνειν τὰ περιττώματα,
8. καὶ σπευδούσης ἐπὶ τὴν ἐνέργειαν ἐκείνην δι’ ἧς
9. ὑπάρχει τοῦτο πράττειν αὐτῇ, τὴν πρὸ τῆς ἐνεργείας ἡσυχίαν
10. ὀλιγοχρονιωτέραν γίνεσθαι συμβαίνει, καθάπερ καὶ τὴν πρὸ
11. τῆς ἑτέρας ἐνεργείας, λέγω δὲ τῆς διαστολῆς, μακροτέραν, τῷ
12. ψυχροτέραν οὖσαν τὴν καρδίαν ἐκλελυμένως ἐπὶ τὴν ἐνέργειαν
13. ἰέναι, διὰ μίαν ἔτι μόνην χρείαν τὴν τῆς ῥιπίσεως ἀπολωλεκυῖαν
14. ἤδη τὴν ἑτέραν τὴν μείζονα, τὴν τῆς ἐμψύξεως. ἡ μὲν
15. γὰρ ὑπόλοιπος ἡ τρίτη κατ’ ἐκείνας μόνας τὰς διαθέσεις
16. ἐπεγείρει τὴν καρδίαν εἰς τὴν ἐνέργειαν, ὅταν ἤτοι κίνησίν τινα
17. κινῆται τὸ ζῶον ἀξιόλογον ἢ κένωσις πολλὴ ἐμπίπτῃ, τῶν
18. ἀρτηριῶν ἐπὶ πλέον ἀνεστομωμένων μὲν εἰς τὰ ἐκτὸς, ἔν γε
1. τοῖς βαλανείοις, καὶ εἰ δή τινες ἄλλοι καθ’ ἡντιναοῦν αἰτίαν
2. ἱδρῶτες ἐκχέονται πολλοί· εἰ δὲ τἀντὸς, ἔν τε ταῖς καθάρσεσι
3. καὶ τῶν παθῶν ἐν χολέραις καὶ δυσεντερίαις καὶ ἰσχυραῖς
4. δήξεσι τῶν ἐντέρων. ἐπειδὰν μέντοι συμβῇ καὶ αὐτὸ
5. τὸ σῶμα τῆς καρδίας ἐν ἑαυτῷ τινα δυσκρασίαν ἀνώμαλον
6. ἔχειν, ἀναγκαῖον ἔσται καὶ τοὺς σφυγμοὺς αὐτῆς τε
7. τῆς καρδίας καὶ τῶν ἐν τῷ ζώῳ πασῶν ἀρτηριῶν εἰς ἀνωμαλίαν
8. ἐκτραπῆναι πολυειδῆ. καὶ γὰρ καὶ ἡ συστηματικὴ
9. καλουμένη καὶ ἡ καθ’ ἕνα σφυγμὸν ἁπάντων ἔσται τῶν
10. γενῶν, εἰς μέγεθος καὶ μικρότητα καὶ τάχος καὶ βραδύτητα
11. καὶ ἀμυδρότητα καὶ πυκνότητα καὶ ἀραιότητα συνεχοῦς τῆς
12. μεταπτώσεως γινομένης. εἰς μέντοι σκληρότητα καὶ μαλακότητα
13. μεταβολὴ συνεχὴς οὐκ ἄν ποτε γένοιτο. δέδεικται γὰρ
14. ὑπὲρ τούτου πολλάκις. ἄκλονος μέντοι ποτὲ καὶ κλονώδης
15. ἐν ταῖς τοιαύταις διαθέσεσι συνεχῶς ἀλλήλους διαδέχονται,
16. συνελθούσης τῇ δυσκρασίᾳ τῆς καρδίας τῆς σκληρότητος,
17. ἢ τάσεως ἀρτηριῶν. ἐδείκνυτο γὰρ, εἴ τι μεμνήμεθα,
18. κατὰ τὰς τοιαύτας διαθέσεις, ὅταν ἐπιπλέον ὁρμήσῃ διαστεῖλαι
19. τὰς ἀρτηρίας ἡ καρδία, κλόνος ἐμπίπτων τῇ κινήσει.
1. τούτου δὲ συμβαίνοντος ἕτοιμον δικρότῳ γενέσθαι τῷ
2. σφυγμῷ. καὶ γίνεται δύσκολον ἐν ταύτῃ τῇ διαστάσει τὴν
3. διάθεσιν ἀκριβῶς ἐξευρεῖν, ὡς ἂν τῆς εἰρημένης ἀνωμαλίας
4. οὐκ ἐπὶ δυσκρασίᾳ μόνῃ καρδίας, ἀλλὰ καὶ κακώσει τῶν ὀργάνων
5. καὶ πλήθει συνισταμένης. ἐπειδὴ γὰρ αἱ τοιαῦται
6. τῶν ἀνωμαλιῶν ἐπ’ ἐμφράξεσι γίνονται τῶν κατὰ τὴν καρδίαν
7. στομάτων, ἕπονται δὲ καὶ ταῖς ἀνωμάλοις αὐτῆς δυσκρασίαις,
8. οὐκ ἔστι διαγνῶναι ῥᾳδίως τὴν διάθεσιν. ὁ μὲν οὖν
9. δὶς πλήττων σφυγμὸς ἴδιόν ἐστι σύμπτωμα τῆς κατὰ τὸ
10. σῶμα τοῦ σπλάγχνου δυσκρασίας, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται
11. λόγῳ, διαφέρων τοῦ δικρότου μαλακότητι. σκληρότητος
12. δὲ προσγενομένης ἀπόλλυται καὶ ἡ παρὰ τοῦδε διάγνωσις,
13. εἰς γὰρ τὸν δίκροτον μεταπίπτει κοινὸν ὄντα πλειόνων
14. διαθέσεων. ὁ μέντοι κλονώδης δίκροτος ἐδείκνυτο τὴν γένεσιν
15. ἴσχων, ἐπειδὰν ὁ κλονώδης ἁπλῶς σφυγμὸς βραχὺς τῷ
16. μήκει γενήσεται, ὁ δὲ ἄκλονος δίκροτος ὁμοίως μὲν τῷ κλονώδει
17. σκληρὸς ὢν, ἀλλὰ διὰ τὴν αὐτοῦ βραδύτητα καὶ τὸ
18. βάρος τῶν ἐπικειμένων σωμάτων ἀποτελούμενος τοιοῦτος.
19. ὥσθ’ ἑκάτερος μὲν αὐτῶν ἀκολουθήσει πλείοσιν αἰτίοις, διοίσουσι
1. δ’ ἀλλήλων τῷ πλήθει τῶν ἐργαζομένων αὐτοὺς δυνάμεων
2. καὶ προφάσεων. παμπόλλοις μὲν γὰρ ὁ κλονώδης δίκροτος,
3. ἐλάττοσι δὲ ὁ ἄκλονος ἕπεται. χρὴ δ’ ἀναμνησθῆναι
4. πρῶτον μὲν ὅσοις αἰτίοις ὁ κλονώδης ἁπλῶς ἀκολουθεῖ· πᾶσαι
5. γὰρ εἴρηνται πρόσθεν· ἑξῆς δὲ τὴν οἷον συνεκτικὴν αἰτίαν
6. αὐτοῦ. γίγνεται γὰρ ἐπειδὰν ἐπιπλέον ἀναγκάζηται διαστέλλεσθαι
7. σκληρὸν, ἢ τεταμένον ἀρτηρίας σῶμα. τρίτον ἐπὶ
8. τούτοις, ὅτι προσελθούσης τῷδε δυνάμεως ἀῤῥωστίας, ἢ φυσικῆς
9. διαπλάσεως, ὁ κλονώδης δίκροτος ἐδείκνυτο γίγνεσθαι.
10. καὶ πρὸς τούτοις ὁ δίκροτος ἄκλονος ἐγένετο διὰ σκληρότητα
11. μὲν ἀρτηρίας, βραδύτητα δὲ τοῦ σφυγμοῦ, βάρος δὲ τῶν ἐπικειμένων
12. ἄνωθεν ἑκατέρωθεν τῆς αἰσθητῆς κινήσεως. ἐν γὰρ
13. ταῖς τοιαύταις καταστάσεσιν, ὅταν ὑπὸ τῶν ἑκατέρωθεν μερῶν
14. ἀντισπασθῇ τὸ μέσον ἀναφερόμενον ἔτι, κᾄπειτ’ αὖθις
15. αὐτοῖς συνέρχηται, δίκροτος ὁ σφυγμὸς γίγνεται. αὗται μὲν
16. οὖν αὐτῶν εἰσιν οἷον συνεκτικαί τινες αἰτίαι, προηγούμεναι
17. δ’ ἑκάστου πολλαί. καὶ χρὴ κᾀκείνας προχείρους ἔχειν τῇ
18. μνήμῃ τὸν μέλλοντά τι τῶν προηγησαμένων ἐξευρήσειν. ὁ μὲν 
1. οὖν δὶς παίων σφυγμὸς ἀνωμάλοις τε ἕπεται δυσκρασίαις αὐτοῦ
2. τοῦ σώματος τῆς καρδίας, ἠσκημένης δ’ ἀκριβῶς ἁφῆς
3. δεῖται διαγινώσκειν τὴν συστολὴν, ὡς εἴ τις κᾀνάσκητός ἐστι
4. τῆς τοιαύτης διαγνώσεως, οὐδὲν ὁ τοιοῦτος σφυγμὸς αὐτῷ
5. διαφέρειν δόξει τοῦ κατὰ τὴν ἄνοδον ἱσταμένου τε καὶ ἡσυχάζοντος
6. ὀλίγον. διαγνωσθήσεται δὲ βραχύ τι μετασχὼν εὐτονίας.
7. ὡς ὅ γε παντάπασιν ἄτονος ἀδιάγνωστον ἔχει τὴν
8. συστολήν. ὑπάρχει δ’ ὡς τὰ πολλὰ τόνος ἅπασι τοῖς δὶς
9. παίουσι σφυγμοῖς. οὐ γὰρ ἂν ἐπὶ τοσοῦτον ὕψος ἀνῄεσαν,
10. εἰ μὴ μετεῖχον εὐτονίας τινὸς, ἢ πολὺ μαλακωτέρους ἀναγκαῖον
11. αὐτοὺς γενέσθαι τοῦ κατὰ φύσιν, ἵν’ ἀμυδροί τε ἅμα
12. καὶ μικροὶ φαίνωνται. γίγνονται μὲν καὶ οὗτοι κατὰ τὰς ληθαργώδεις
13. διαθέσεις, ἀλλ’ οὐκ ἔστι διακρῖναι τηνικαῦτα τὸν
14. ἡσυχάζοντα βραχὺ τοῦ δὶς παίοντος, ὥστε οὐδὲ τὰς διαθέσεις
15. οἷόν τε διακρῖναι κατὰ γε τοῦτο. δι’ ἄλλου μέντοι γνωρίσματος
16. ἐγχωρεῖ. ἴδιον δ’ ἐστὶ τοῦτο τὸ γνώρισμα τοῦ κεκρᾶσθαι
17. κακῶς τὸ τῆς καρδίας σῶμα. καὶ οὐδέν γε χεῖρόν ἐστιν
18. ὡς πυρετόν τινα καὶ σφυγμὸν ἑκτικὸν, οὕτω καὶ ἀνωμαλίαν
1. ἡμᾶς ὀνομάζειν ἑκτικὴν, ἕνεκα συντόμου διδασκαλίας. ὅστις
2. δ’ οὐ χαίρει τῷ ὀνόματι, μόνιμον αὐτὴν καλείτω. μόνιμος δ’
3. ἐστὶν, ὅταν ἑξῆς ἴση διαφυλάττηται. ἂν δὲ δὴ καὶ τἄλλα
4. σύμπαντα γνωρίσματα τὸν πυρετὸν ἑκτικὸν εἶναι σημαίνει,
5. πολὺ μᾶλλον, οἶμαι, βεβαίως διαγνώσῃ κατὰ τὸ τοῦ
6. σπλάγχνου σῶμα τὴν ἀνώμαλον εἶναι δυσκρασίαν. εἴρηται δ’
7. ὑπὲρ αὐτῶν ἐν ταῖς διαφοραῖς τῶν πυρετῶν. ἐπιβλέπειν δὲ
8. δήπου σε χρὴ καὶ τἄλλα σύμπαντα, τά τε παρόντα καὶ τὰ
9. προηγησάμενα καὶ τὰ προκατάρξαντα. περιπνευμονίας μὲν
10. γὰρ, ἢ ἐμπυήματος, ἢ πλευρίτιδος, ἢ φθόης, ἤ τινος ὅλως
11. ἀποστήματος αὐτόθι γεγονότος, ἢ ἄσθματος, ἢ καταῤῥοικοῦ
12. νοσήματος, ἢ αἵματος πτύσεως, ἢ πνευμονώδους τινὸς, ἢ
13. συλλήβδην εἰπεῖν, ἐφ’ οὗ πλῆθος, ἢ πάχος, ἢ γλισχρότης χυμῶν
14. ἐν τῷ πνεύμονι περιέχεται, προσέχειν ἀκριβῶς χρὴ, μή
15. τι δι’ ἔμφραξιν ἀρτηριῶν ὁ σφυγμὸς ἀνώμαλος γίνεται· μηδενὸς
16. δὲ τούτων παρόντος τὰ κατὰ τὸ σπλάγχνον αὐτὸ διασκέπτεσθαι,
17. καὶ πολὺ δὲ μᾶλλον, ὅταν ὁ πρόσθεν βίος ὃν ὁ
18. κάμνων ἐβίου, μήτε παχεῖς ἠθροῖσθαι κατὰ τὸ σῶμα μήτε
19. γλίσχρους ἐμφαίνῃ χυμοὺς, ὑφ’ ὧν ἤτοι περιχυθέντων ἔξωθεν
1. ἢ φραξάντων τὰ στόματα τῶν ἀρτηριῶν ἡ ἀνωμαλία συνίσταται.
2. δέδεικται γὰρ ὡς ἤτοι τούτων τινὸς, ἢ φλεγμονῆς,
3. ἢ ἁπλῶς ὄγκου παρὰ φύσιν αὐτόθι συνιστάντος, ἢ πλήθους
4. βαρύνοντος τὴν δύναμιν, ἀνωμαλίαι συμπίπτουσι τοῖς σφυγμοῖς.
5. ἐὰν τοίνυν μήτε δι’ ὧν τὰ τοιαῦτα πάθη γνωρίζεται
6. παρῇ, μηδὲ ἑκτική τε καὶ μόνιμος ἀνωμαλία διαμένῃ, δυσκρασίαν
7. ἡγητέον ἀνώμαλον ἐν τῷ σώματι τῆς καρδίας εἶναι.
8. οὔσης δὲ καὶ αὐτῆς ταύτης διττῆς, ἑτέρας μὲν ἐν τοῖς ὑγροῖς
9. οἰκείοις αὐτῆς, ἑτέρας δὲ ἐν τοῖς στερεοῖς, ἡ μὲν ἐκ τῶν
10. ὑγρῶν ὁρμωμένη μετὰ παλμοῦ γίνεται τῆς ὅλης καρδίας, ἡ δὲ
11. ἐκ τῶν στερεῶν ἄνευ παλμοῦ. ὅστις δ’ ἐπιστημονικῶς ἐκμαθεῖν
12. βούλεται τὰ νῦν λεγόμενα, τὸν περὶ τῶν ἑκτικῶν πυρετῶν
13. ἀναλεξάσθω λόγον ἀκριβῶς ἔκ τε τῆς περὶ τῶν πυρετῶν
14. πραγματείας κᾀκ τοῦ περὶ τοῦ μαρασμοῦ γράμματος. ἡ μὲν
15. δὴ τῆς καρδίας ἀνώμαλος δυσκρασία διαγινώσκεταί τε καὶ
16. χωρίζεται τῶν παρακειμένων διαθέσεων ἐξ ὧν εἴρηκα σημείων·
17. ἡ δ’ ἄλλη πᾶσα δυσκρασία κατὰ τὸ σπλάγχνον,
18. ὅταν ἑτέρως μὲν ἔχῃ τὸ σῶμα αὐτὸ κράσεως, ἑτέρως δὲ τὸ
19. κατὰ τὰς κοιλίας αὐτῆς αἷμα καὶ πνεῦμα τοὺς ἀνωμάλους
1. σφυγμοὺς οὐδέποτε ἐργάζεται, ἀλλ’, ὡς εἴρηται πρόσθεν, ἐκ
2. τῆς τῶν διαθέσεων ἐπιμιξίαν εἰς μέσην τινὰ κατάστασιν οἱ
3. σφυγμοὶ παραγίνονται. εἰσὶ δ’ αἱ μίξεις τῶν διαθέσεων ἔστιν
4. ὅτε μὲν ἀκριβῶς ἀλλήλαις ἐναντίαι, ἔστιν ὅτε δ’ οὐκ ἀκριβῶς.
5. λέγω δ’ ἀκριβῶς μὲν ἐναντίας ἀλλήλαις διαθέσεις κατὰ τὴν
6. κρᾶσιν, ὅταν ὅσῳ θερμοτέρα τοῦ κατὰ φύσιν ἡ ἑτέρα τοσούτῳ
7. συμβῇ τὴν ἑτέραν εἶναι ψυχροτέραν· οὐκ ἀκριβῶς δὲ,
8. ὅταν ἡ ἑτέρα τῆς ἑτέρας ἐξίστηται πλέον. ἐγχωρεῖ δέ ποτε
9. ὁμογενῶν οὐσῶν ἀμφοτέρων ἐν τῷ ποσῷ γίγνεσθαι τὴν διαφορὰν,
10. ἤτοι τῆς καρδίας αὐτῆς ἐπιπλέον οὔσης θερμοτέρας
11. τῶν κατὰ τὰς κοιλίας ὑλῶν, ἢ τούτων μὲν ἐπιπλέον
12. ἐξεστηκυιῶν τοῦ κατὰ φύσιν, ἔλαττον δὲ τῆς καρδίας.
13. οὕτω δὲ καὶ ψυχρότερον ἤτοι τὸ σῶμα τῆς καρδίας, ἢ
14. τὰς ὕλας ἐγχωρεῖ γενέσθαι. διάγνωσις δὲ τῶν εἰρημένων ἐπιπλοκῶν
15. οὐχ ὁμοίως ἁπασῶν ἐναργὴς, ἀλλ’ ἐνίοτε καὶ τὰς
16. οὐκ ἐναργεῖς ἐξ ἄλλων ἐστὶ ποιήσασθαι συλλογιστικῶς. ἡ μὲν
17. οὖν πρώτη ῥηθεῖσα μίξις, ἐν ᾗ τὸ μὲν σῶμα τῆς καρδίας θερμότερόν
18. ἐστι τοῦ κατὰ φύσιν, αἱ δ’ ὗλαι ψυχρότεραι, τρεῖς
19. ἔχει τὰς διαφοράς. ἤτοι γὰρ τοσούτῳ θερμότερόν ἐστιν ὅσῳ
1. περ ἐκεῖναι ψυχρότεραι, ἢ πλέονι τοῦτο θερμότερον ἤπερ
2. ἐκεῖναι ψυχρότεραι, ἢ ἔλαττον θερμότερον ἤπερ ἐκεῖναι ψυχρότεραι.
3. κατὰ μὲν οὖν τὴν πρώτην διαφορὰν ὁ σφυγμὸς
4. ὅμοιος ἀκριβῶς φαίνεται τοῦ κατὰ φύσιν, ἔν τε μεγέθει καὶ
5. τάχει καὶ πυκνότητι. παραλλάττει δὲ τοσοῦτον εἰς ἀτονίαν
6. ὅσον ἐξέστη τὸ σπλάγχνον ἐκ τῆς κατὰ φύσιν εὐκρασίας. ἐμοὶ
7. δ’ ἐφάνη πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσι καὶ τῷ τάχει
8. προσεληλυθέναι τι σαφὲς, οὐ μὴν ἀεί γε φαίνεται τοῦτ’
9. ἐναργῶς, καί μοι δοκεῖ κᾀκ τούτου τις ἂν ἑτέρου μείζονος
10. εὐπορῆσαι γνωρίσματος. εἰς ὅσον γὰρ ἐξέστηκε τὸ σῶμα τῆς
11. καρδίας αὐτὸ τῆς κατὰ φύσιν εὐκρασίας, ἐκ τοῦ τάχους
12. ἔνεστι τεκμήρασθαι. πρὸς γὰρ τὴν κίνησιν ἑτοιμότερόν ἐστιν
13. ἀεὶ τὸ θερμότερον σῶμα τῶν ἄλλων ἴσων ὑπαρχόντων. ἐπειδὰν
14. μὲν οὖν αὐτὸ τῆς καρδίας τὸ σῶμα κατὰ φύσιν ἔχον
15. ἤτοι πρὸς τῶν ἐν ταῖς κοιλίαις ὑλῶν, ἢ καὶ τῇ τοῦ πνεύμονος
16. ὁμιλίᾳ φλεγμαίνοντος, ἢ καὶ ἔκ τινος ἄλλου τῶν πλησιαζόντων
17. μορίων θερμαινόμενον, ἀναψύξεως ἕνεκεν εἰς μέγεθος καὶ
18. τάχος καὶ πυκνότητα τοὺς σφυγμοὺς ἀλλοιώσῃ, τηνικαῦτα
19. πρώτη μὲν ἡ εἰς τὸ μέγεθος ἐκτροπὴ, δευτέρα δ’ ἡ εἰς τὸ 
1. τάχος, ἐφεξῆς δὲ ἡ εἰς πυκνότητα γίνεται· ἐπειδὰν δὲ θερμότερον
2. γένηται τῶν ψαυόντων αὐτοῦ κατὰ φύσιν ἐχόντων, εἰς
3. τὸ τάχος μὲν πρῶτον ἡ κίνησις ἐπιδίδωσιν, εἰς μέγεθος δὲ
4. δεύτερον. ὥσθ’ ὅταν εὕρωμεν εἰς τὸ τάχος μὲν ἐναργῶς ἐπιδεδωκότα
5. τὸν σφυγμὸν, εἰς μέγεθος δὲ καὶ πυκνότητα μηδεμίαν
6. ἀλλοίωσιν ἐσχηκότα, πολλὴν ἐν τῷ τοιούτῳ σώματι λογιούμεθα
7. τήν τ’ εἰς θερμότητα τῇ καρδίᾳ γεγονέναι μεταβολὴν
8. καὶ τὴν εἰς ψυχρότητα τῶν ψαυόντων αὐτῆς. εὐθὺς δὲ
9. δή που καὶ ἡ ἀμυδρότης τῶν σφυγμῶν ἐναργὴς καὶ ἀξιόλογος
10. ἐν τοῖς τοιούτοις φαίνεται σώμασι. εἰ δὲ μὴ τὸ τάχος
11. ἐναργὲς εἴη μήθ’ ἡ ἀμυδρότης, ὀλίγην ἔλπιζε προσγεγενῆσθαι
12. τῷ σώματι τοῦ σπλάγχνου θερμασίαν. οἱ τοιοῦτοι πυρετοὶ
13. τοὺς πολλοὺς τῶν ἰατρῶν ἐξαπατῶσιν, ἅτε καὶ τῶν καμνόντων
14. αὐτῶν ἀπυρέτους εἶναι λεγόντων· οὐ γὰρ αἰσθάνονται
15. τοῦ πυρετοῦ διά τε τὴν μικρότητα καὶ τὴν τοῦ σπλάγχνου
16. θερμασίαν, καὶ ὅτι τοῦ σπλάγχνου τὸ σῶμα κατείληφεν. εἴρηται
17. γὰρ ὑπὲρ τούτου πολλάκις. ὅλως μὲν οὖν οὐδὲ γίγνεται
18. μέγας πυρετὸς οὐδεὶς τῶν ἑκτικῶν· ἔτι δὲ καὶ μᾶλλον, ὅταν
19. ὀλίγη τις εἴη κατὰ τὸ σπλάγχνον ἡ θερμότης. ὅσον οὖν ἀπὸ
1. τῆς καρδίας ἐπιῤῥεῖ τῷ παντὶ σώματι θερμασίας, τοῦτο μόνον
2. αἴσθησιν αὐτῆς ἀνωμαλίας ἀσώδους φέρει, δι’ ἣν καὶ λουτρῶν
3. ἐπιθυμοῦσιν, ὥσπερ καὶ οἱ ἄλλοι ἀσώδεις τε καὶ ἀνώμαλοι,
4. διὰ κόπον, ἢ ἔγκαυσιν, ἢ ἀλουσίαν, ἢ ἀγυμνασίαν. καὶ
5. χαίρουσί γε οἱ πλεῖστοι τῷ λουτρῷ καὶ βελτίους γίγνεσθαί
6. φασιν. ἅτε γὰρ ἀποθέμενοι μὲν ἀπὸ παντὸς τοῦ σώματος τὴν
7. ἀνωμαλίαν, οὐδὲν δὲ ἀξιόλογον εἴς τε τὸ παραυτίκα βλαπτόμενοι,
8. χάριν τοῦ λουτροῦ γινώσκουσιν. ἴσως δὲ οὐδὲ βλάπτονταί
9. τινες αὐτῶν ὅλως. ἀλλ’ οὐ τοῦ νῦν ἐνεστῶτος καιροῦ
10. τὰ τοιαῦτα σκοπεῖσθαι. διοριούμεθα γὰρ ὑπὲρ ἁπάντων τούτων
11. ἐν ταῖς τῶν πυρετῶν θεραπείαις, εἴτε ἰδίᾳ δόξειε γράφειν
12. αὐτὰς, εἴτ’ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. εἰς
13. δὲ τὴν ἐνεστῶσαν ὑπόθεσιν ἡ διάγνωσις μόνη προχειριζέσθω.
14. καὶ γὰρ καὶ δόξει τισὶν ἴσως ἄπορός τε καὶ ἄγνωστος ὑπάρχειν,
15. ὅταν γε μήτε διαφορά τις σφυγμῶν ἐξαλλάττηται τοῦ
16. κατὰ φύσιν, ὅ τε κάμνων αὐτὸς ἀναίσθητος μὲν εἶναι λέγῃ
17. τοῦ πυρετοῦ, τὴν ἀνωμαλίαν δ’ ἣν ἐμέμφετο μόνην ἐκ τῶν
18. βαλανείων ἐκθεραπεύηται. ἵνα δ’ ἀπορώτερον ἔτι ποιήσω τὸν
19. λόγον, οὐδ’ ἐκ τῶν οὔρων ἔνεστιν ἀκριβῆ διάγνωσιν ἐν ταῖς
20. τοιαύταις διαθέσεσιν ἀεὶ λαμβάνειν, ἀλλ’ ἐστὶν ἀμφίβολα καὶ
1. ταῦτα τοῖς πλείστοις αὐτῶν, καὶ χροιᾷ καὶ συστάσει τοῖς
2. κατὰ φύσιν ἐοικότα. μύριοι τοιοῦτοι κατὰ τὸν πολυχρόνιον
3. λοιμὸν ὤφθησαν ἡμῖν, ἐφ’ ὧν ἦν θεάσασθαι τοὺς ἰατροὺς
4. ἰδιώταις ὁμοίους, ἐνίους δὲ καὶ πολὺ χείρους ἰδιώτου συνετοῦ.
5. καὶ πολλούς γ’ οὖν τῶν ἰδιωτῶν εἰ καὶ μηδὲν ἄλλο, τὴν γοῦν
6. ἐκπνοὴν τῶν καμνόντων ἐστὶν ἰδεῖν ἐπισκοπουμένους, καὶ εἰ
7. δυσώδης φαίνοιτο τὰ χείρω προσδοκῶντας. ἐκείνοις μὲν οὖν
8. ἐκ πείρας εὕρηται κατὰ τοὺς λοιμώδεις πυρετοὺς τὸ τοιοῦτον
9. γνώρισμα· σοὶ δ’ οὐκ ἐκ τῆς πείρας μόνον, ἀλλὰ κᾀκ τοῦ
10. λόγου φαινέσθω. συνεπισκοποῦνται δὲ δή που καὶ τὰ κατὰ
11. τὸ στόμα μόρια, καὶ εἰ βραχύ τι τῆς λοιμώδους ἐμφαίνοιτο
12. χρόας αὐτοῖς, ἀποφαίνονται λοιμώττειν τοὺς οὕτως
13. ἔχοντας. ἰατρῷ δέ γ’ οἶμαι μᾶλλον ἰδιώτου φαίνεσθαι καὶ
14. ταῦτα, τοῖς μὲν γὰρ ἐρυσιπελατώδης, τοῖς δ’ ὁμοία τοῖς
15. ἐσθιομένοις ἕρπησιν ἡ χρόα φανεῖται, διεσπαρμένη κατὰ
16. πλείονα μόρια τῆς κατ’ ἀρχὰς, ὡς οἶμαι. καὶ εἰ ἐπιβάλοι
17. τῷ θώρακι τὴν χεῖρα πεπειραμένος ἰατρὸς ἐν διαγνώσει
18. πυρετώδους θερμασίας, οὐδὲ αὐτὸν λαθεῖν ἐάσει
19. τὴν διάθεσιν. ἐπισκεπτέον δ’ οὐχ ἥκιστα καὶ τὰ οὖρα.
1. καὶ γὰρ ἀνατεταραγμένα τισὶν αὐτῶν φαίνεται καὶ ὑδατωδέστερα
2. καὶ λεπτότερα πολὺ τοῦ κατὰ φύσιν ἐνίοις. ταῦτα
3. μὲν οὖν ἀναμφισβήτητα, καθάπερ καὶ ὅσα τοῖς κατὰ φύσιν
4. ἐοίκασιν ἀκριβῶς, κατά τε χρόαν καὶ κατὰ πάχος, ἀναμφισβήτητα
5. καὶ ταῦτα πρὸς τὴν δευτέραν ἐλπίδα, καὶ εἰ ἐναιώρημά
6. γε ποιήσαιτο χρηστὸν, ἔτι καὶ μᾶλλον ἀναμφισβήτητα, τήν
7. γε ὑπόστασιν ἔχοντα λευκὴν καὶ λείαν καὶ ὁμαλήν. τοῖς δ’
8. ἐναιωρήμασι μάλιστα προσεκτέον τὸν νοῦν. ἔνια γὰρ αὐτῶν
9. ὑποπέλιδνά πως ὄντα λανθάνει, καθάπερ ἄλλα πλατείαις
10. ἀράχναις ἐοικότα, δίκην ἐρίων ἐπιβεβλημένων ἀλλήλαις. εἰ
11. μὲν οὖν τι τοιοῦτον εὑρίσκοις, ἢ ὅλως μηδὲν ἐμφερόμενον
12. ἐναιώρημα τοῖς οὔροις, ἐν τῇ χείρονι μερίδι ταῦτα πάντα
13. τίθεσο. τῶν δ’ ἐναντίων φανέντων ὁποῖα διῆλθον ἀρτίως,
14. ἀδύνατόν ἐστιν ἐν κακῇ διαθέσει τὸν ἄνθρωπον εἶναι. ἔκ τε
15. οὖν τούτων διορίζεσθαι, πότερον ἀνωμαλία τίς ἐστι περὶ αὐτὸν,
16. ἢ λοιμώδης εἰσβολὴ νοσήματος ὀλεθρίου πυρετὸν ἑκτικὸν
17. ἔχοντος, ἐπί τε τοῖς μετὰ τὸ λουτρὸν, ἀπόσιτοί τε γάρ
18. εἰσι καὶ διψῶσι πλέον ἢ προσῆκεν, ἐπιθυμοῦσί τε ψυχροῦ.
1. προσεπιθεωρεῖν δὲ ἀκριβῶς αὐτῶν προσήκει καὶ τοὺς ὀφθαλμούς.
2. ἐν γὰρ τῷ λούεσθαι μάλιστα γίνονται κατάδηλοι, θερμοὶ
3. καὶ φλογώδεις ἀποτελούμενοι, ἔνιοι δ’ ἐντεῦθεν ἀρξάμενοι
4. διαμένουσιν, οὓς δὴ σαφῶς γνωριοῦμεν ὅτι λοιμώττουσι.
5. ἀλλὰ λοιμοῦ μὲν ὁποῖος ἡμῖν ἐγένετο καί ἐστιν ἔτι μηδέποτ’
6. εἴη πειραθῆναι τοῖς ἀνθρώποις. εἰδέναι μέντοι χρὴ καὶ
7. ἄλλως γινομένους ἄνευ λοιμῶν τοὺς αὐτοὺς τούτους πυρετοὺς,
8. ὥσπερ καὶ γέγραπται περὶ αὐτῶν ἅπασι τοῖς
9. ἀξιολόγοις ἰατροῖς, καὶ καλοῦσί γε λοιμώδεις αὐτοὺς, ὑπὲρ ὧν
10. τῆς ἰδέας ἁπάσης ἐν ταῖς τῶν πυρετῶν διαφοραῖς ἐπὶ πλέον
11. εἴρηται. νυνὶ μὲν γὰρ οὐχ ὡς ἄν τις κάλλιστα διαγινώσκοι
12. πυρετοὺς ὁ λόγος, ἀλλ’ ὡς ἂν ἐκ σφυγμοῦ κάλλιστα. καὶ
13. ἴσως καὶ πλείω τοῦ δέοντος εἴρηται περὶ τῶν ἀπὸ τοῦ σώματος
14. αὐτοῦ τῆς καρδίας ἀναπτομένων πυρετῶν, αὖθις οὖν
15. ἀνάγωμεν ἐπὶ τοὺς σφυγμοὺς τὸν λόγον, ὅσον ὑπόλοιπόν
16. ἐστι τῶν ἑκτικῶν πυρετῶν ἐξηγούμενοι. γίνονται μὲν γὰρ, ὡς
17. εἴρηται, καὶ τῶν λοιμωδῶν οὐκ ὀλίγοι καταρχὰς εὐθέως ἑκτικοὶ,
18. διαφέροντες ἁπάντων τῶν ἄλλων πυρετῶν, οἳ ἐν
19. ἰσχυρᾷ σηπεδόνι. γίνονται δὲ καὶ διὰ λύπην ἐνίοτε καὶ 
1. θυμὸν ἐξ ἀρχῆς ἔνιοι τῶν ἑκτικῶν, ἄλλως δ’ οὐκ εἶδον γιγνόμενον
2. οὐδένα πυρετὸν ἑκτικὸν εὐθέως ἀπὸ τῆς ἀρχῆς,
3. ἀλλ’ ἐπὶ προήκοντι τῷ χρόνῳ πολλοῖς τῶν ἄλλων ἐπιγίγνονται.
4. καὶ διορίζει σαφῶς αὐτοὺς ἥ τε μόνιμος ἰσότης, εἰ καὶ
5. τινι τῶν ἄλλων ἐπιπλέκοιντο, καθάπερ ἐδείξαμεν, ὅσα τ’ ἄλλα
6. κατὰ τὴν περὶ τῆς διαφορᾶς τῶν πυρετῶν εἴρηται πραγματείαν.
7. ἡ δ’ ἀπὸ τῶν σφυγμῶν διάγνωσις, ὡς ὀλίγον πρόσθεν
8. εἶπον, ἐν ἀρχῇ μὲν ἔτι καὶ περὶ τὰς πρώτας ἡμέρας δύσγνωστός
9. ἐστιν, ὁπόταν κοινὴν ἔχωσιν ἔτι τοῖς ἐφημέροις τὴν
10. ἰδέαν, μετὰ δὲ τὴν τρίτην ἤδη σαφέστεροι γίνονται καὶ τῇ
11. διὰ τῶν σφυγμῶν διαγνώσει. καὶ γὰρ θάττους οὗτοί γε σαφῶς
12. ἔχουσι τοὺς σφυγμοὺς τῶν κατὰ φύσιν, εἰ καὶ τἄλλα
13. μηδὲν διαφέροιεν, ἥ τε θερμασία κατὰ τὸν θώρακα καὶ σαφῶς
14. ἐστι πυρετώδης αὐτοῖς, ἀμυδρότεροί τε τοσοῦτον οἱ σφυγμοὶ
15. τῶν κατὰ φύσιν εἰσὶν εἰς ὅσον ἡ θερμασία παραύξηται.
16. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τῶν πυρετῶν, ὅσοις ἡ καρδία γέγονε
17. θερμοτέρα τοσοῦτον τοῦ κατὰ φύσιν ὅσον αἱ κατ’ αὐτὴν
18. ὗλαι ψυχρότεραι. προσκείσθω δ’ ἀσφαλείας ἕνεκα ταῖς
19. ὕλαις ἐκεῖνα τὰ σώματα σύμπαντα τὰ ψαύοντα τῆς καρδίας,
1. εἴη δ’ ἂν ταῦτα τῶν μὲν σπλάγχνων ὁ πνεύμων, ὑμένων
2. δὲ ὅ τε περικάρδιος ὀνομαζόμενος, ὅσον τε τῶν διαφραττόντων
3. τὸν θώρακα τῆς καρδίας ἐγγύς. ὁμιλεῖ δὲ δή που τῷ
4. σπλάγχνῳ τούτῳ καὶ ὁ περιεχόμενος ἀὴρ ὑπὸ τοῦ περικαρδίου
5. σκεπάσματος, ὥσπερ γε καὶ ἀρτηρίαι καὶ αἱ φλέβες, ὧν
6. ἐν ταῖς κοιλίαις αὐτῆς φαίνεται μέγιστα στόματα. ταυτὶ γὰρ
7. ἅπαντα ταῖς ὕλαις ἀνάλογον ἀλλοιοῖ τῆς καρδίας τὸν σφυγμὸν,
8. καὶ καλείσθω συντόμου διδασκαλίας ἕνεκεν ἅπαντα τὰ
9. κατειλεγμένα ψαύοντα τῆς καρδίας.

Cliquer un n° de page pour en afficher l’image