Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 3.5, ed. Kühn, 1825, vol. 9, p. 361-367. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:3.5

10. Ἑξῆς οὖν λέγωμεν ὑπὲρ ἐκείνων πυρετῶν
11. ἐν οἷς ἡ μὲν καρδία θερμοτέρα πλείονι μέτρῳ, τὰ ψαύοντα δ’
12. αὐτῆς ἐλάττονι μέτρῳ ψυχρότερα. γενήσονται γὰρ ἐν ταῖς
13. τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ θάττους τε ἅμα καὶ μείζους
14. καὶ πυκνότεροι καὶ ἀμυδρότεροι τῶν κατὰ φύσιν, ἀλλὰ
15. πλείονι μὲν εἰς ἀμυδρότητα καὶ τάχος, ἐλάττονι δὲ εἰς πυκνότητά
16. τε καὶ μέγεθος τοῦ κατὰ φύσιν ἐξιστάμενοι. μόνιμος δὲ
17. καὶ ἡ τούτων γένεσις, ὥσπερ καὶ ἡ τῶν ἄλλων ἑκτικῶν. εἰ δὲ
18. τὸ μὲν σπλάγχνον ἔλαττον ἐξίσταιτο τοῦ κατὰ φύσιν εἰς θερμότητα,
19. τὰ δὲ ψαύοντα αὐτοῦ πλέον εἰς ψυχρότητα, μικρότεροι
1. μὲν ἐπὶ τῶν τοιούτων οἱ σφυγμοὶ καὶ ἀραιότεροι γενήσονται,
2. τῷ τάχει δ’ ἤτοι παραπλήσιοι τοῖς κατὰ φύσιν ἢ
3. βραδύτεροι, παραπλήσιοι μὲν, ὅταν μὴ πολὺ πλέον ἐπὶ τὸ
4. ψυχρότερον ἐξίστηται τὰ ψαύοντα, βραδύτεροι δὲ, ὅταν πολὺ
5. πλέον ἀποκεχωρήκῃ ταῦτα τοῦ κατὰ φύσιν ἐπὶ τὸ ψυχρὸν
6. ἤπερ ἡ καρδία πρὸς τὸ θερμόν. ἡ δ’ ἀμυδρότης κᾀνταῦθα
7. κατὰ τὸ ποσὸν τῆς θερμότητος. εἰ δὲ τὸ μὲν σῶμα τῆς καρδίας
8. αὐτὸ ψυχρότερον εἴη τοῦ κατὰ φύσιν, αἱ δ’ ὗλαι καὶ
9. ἄλλα τὰ ψαύοντα αὐτῆς θερμότερα, γενήσονται μὲν δή που
10. κᾀνταῦθα τρεῖς αἱ πᾶσαι διαφοραί. τραπήσονται δ’ οἱ σφυγμοὶ
11. καθ’ ἑκάστην ἀνάλογον ταῖς προειρημέναις. ἔστω γὰρ
12. πρῶτον ἐπὶ τοσοῦτον ἐψῦχθαι τὴν καρδίαν ἐφ’ ὅσον τεθέρμανται
13. τὰ ψαύοντα, βραδύτερος ὁ τοιοῦτος ἔσται σφυγμὸς
14. τοῦ κατὰ φύσιν, ὅταν ἀξιόλογος ἡ ἀλλοίωσις ᾖ. ἀνάλογον δ’
15. αὐτῷ καὶ τὸ τῆς ἀμυδρότητος ὑπάρχει. τῷ μεγέθει δὲ οὐδὲ
16. ἓν ἐξαλλαχθήσεται τοῦ κατὰ φύσιν, ὥσπερ οὐδὲ τῇ πυκνότητι
17. σαφὲς, οὐδὲ ἀξιόλογον οὐδέν. ἐν μέντοι ταῖς τοῦ κατὰ φύσιν
18. βραχείαις ἐκτροπαῖς ἐφ’ ἑκάτερα δυσφωρατοτέρα ἡ διάκρισις,
19. ὡς πρόσθεν καὶ εἴρηται, καὶ μάλιστα γίνεται δύσγνωστος ἐν
1. οἷς σώμασι τὸ κατὰ φύσιν οὐ προεπιστάμεθα. γινωσκομένου
2. δὲ τούτου δυνατόν ἐστι καὶ τὴν βραχεῖαν ἐπιγνῶναι μεταβολὴν,
3. ὅταν ἠσκημένος ᾖ τις ἐν διαγνώσει σφυγμῶν. ὥσπερ δ’
4. ὀλίγον ἔμπροσθεν, ἡνίκα τοῦ σπλάγχνου θερμοτέρου γενομένου,
5. τῶν ψαυόντων δ’ αὐτοῦ ψυχροτέρων, ἐσκοπούμεθα τοὺς
6. σφυγμοὺς, ἑκτικὸν ἐλέγομεν εἶναι τὸν πυρετὸν, οὕτως νῦν εἰ
7. μὲν τὸ σπλάγχνον εἴη ψυχρότερον ἅπαντος τοῦ κατὰ φύσιν
8. ὅρου, τὰ δὲ ψαύοντα θερμότερα, πυρέξει μὲν ὁ ἄνθρωπος,
9. ἀλλ’ οὐ τὸν ἑκτικὸν ὀνομαζόμενον πυρετὸν, ἀλλ’ ἤτοι τὸν
10. ἐφήμερον ἢ τὸν ἐπὶ σήψει χυμῶν. ἴδια δ’ ἑκάτερα τὰ γνωρίσματα,
11. τοῦ μὲν ἐφημέρου πυρετοῦ μιχθέντος ψυχροτέρῳ
12. σώματι καρδίας, ὅταν ἴσως ἑκάτερος ἐξεστήκῃ τοῦ κατὰ φύσιν
13. ὁ σφυγμὸς, οὐδὲν μὲν τῷ μεγέθει παραλλάττει τοῦ κατὰ φύσιν,
14. ὥσπερ οὐδὲ πυκνότητι σαφὲς οὐδὲν, οὐδὲ τάχει, πρὶν
15. ἀξιόλογον ἑκατέρου γενέσθαι τὴν ἐκτροπὴν, ἀμυδρότερον δ’
16. εἰς τοσοῦτον εἰς ὅσον καὶ τὸ σπλάγχνον ψυχρότερον
17. ἔσται. τοῦ δ’ ἐπὶ σήψει χυμῶν, ἴσον μὲν ἀεὶ καὶ τούτου τὸ
18. μέγεθος, οὐκ ἴσον δὲ τῶν κατὰ φύσιν, οὐδὲ τῶν ἄλλων γενῶν,
19. ἀλλ’ ἐπειδὰν μὲν ὀλίγον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, οὐδὲν ὅ τι
1. καὶ ἀξιόλογον· πλέον δ’ ἐκστάντων ἐναργῶς θάττων ὁ
2. σφυγμὸς γίνεται κατὰ τὴν συστολὴν, ὥσπερ ὁ πρότερος ἐν τῇ
3. διαστολῇ. καὶ μὲν δὴ καὶ πυκνότερος ἐναργῶς κατὰ τὴν ἐκτὸς
4. ἠρεμίαν, ἀμυδρότερος δὲ φαίνεται τοσοῦτον ὅσον ἡ καρδία
5. κατέψυκται. ἔστω δὴ πάλιν ἐπιπλέον ἐψῦχθαι τὴν καρδίαν
6. ἢ τεθερμάνθαι τὰ ψαύοντα, καὶ εἶναι τὸν πυρετὸν ἐφήμερον,
7. ἐπιπλέον οἱ σφυγμοὶ μὲν τούτων σαφῶς ἀμυδροὶ γενήσονται
8. καὶ μικρότεροι, βραδεῖς δ’ οὐχ ὁμοίως σαφῶς, ἀλλ’ ὅσον ἐπιπλέον
9. ἐψύχθη τὸ σῶμα τῆς καρδίας τῶν ψαυόντων ἑαυτοῦ.
10. καὶ μὲν δὴ καὶ ἀραιοὶ καὶ μικροὶ κατὰ τὴν ἀναλογίαν ἔσονται.
11. ἔστω δὲ πάλιν ἐπὶ σήψει χυμῶν ὁ πυρετὸς, ὁ σφυγμὸς
12. τούτων ἀμυδρὸς ἔσται ὡσαύτως τῷ προειρημένῳ, μικρότερος
13. δ’ ἔτι κἀκείνου κατά γε τὴν διαστολὴν καὶ βραδύτερος. ἡ μέντοι
14. συστολὴ θάττων αὐτοῦ γενήσεται τοῦ κατὰ φύσιν. ἔτι
15. δὲ μᾶλλον ἐν ἐκείνοις ἔσται τοῖς καιροῖς τοῦ παροξυσμοῦ τὸ
16. τοιοῦτον, ἐν οἷς τέ ἐστιν ἀρχὴ καὶ ἐπίδοσις, ἐπεὶ κατά γε
17. τὰς ἀκμὰς ἧττον, ἔτι δ’ ἧττον ἐν ταῖς παρακμαῖς. ὑποκείσθω
18. δὴ τὸ τρίτον εἶδος τῆς ἐπαλλάξεως, ὅπερ ἐστὶν ἔλαττον 
1. εἰς ψυχρότητα μεθεστηκέναι τὴν καρδίαν ἤπερ εἰς θερμότητα
2. τὰ ψαύοντα αὐτῆς, καὶ εἶναι τὸν πυρετὸν ἐφήμερον, οἱ
3. σφυγμοὶ τῷ τοιούτῳ σώματι τοσούτῳ μὲν ἀμυδρότεροι τοῦ
4. κατὰ φύσιν ὅσῳ περ καὶ τὸ σῶμα τῆς καρδίας δυσκρατότερον
5. ἔσονται μείζονές τε καὶ θάττονες τοῦ κατὰ φύσιν, καὶ
6. πλέον γε μείζονες ὅσῳ περ ἢ θάττονες. ἔσονται δὲ καὶ πυκνότεροι.
7. ταῦτα σύμπαντα λέλεκται μήτ’ εἰς σκληρότητα
8. μήτ’ εἰς μαλακότητα τῶν σφυγμῶν ἐπιδήλως ἠλλοιωμένων,
9. ὡς εἴ γε καὶ κατὰ τοῦθ’ ὑπαλλαχθεῖεν, ἡ μὲν ἐπὶ τὸ
10. μαλακὸν αὐτῶν ἐκτροπὴ, τὸ μέγεθος μὲν πάντως αὐξήσει
11. καὶ τὴν ἀραιότητα, προσθήσει δ’ ἐνίοτε καὶ βραδύτητα· εἰ
12. δ’ ἐπὶ τὸ σκληρὸν, τἀναντία, μικρότητά τε καὶ πυκνότητα,
13. καίτοι καὶ τάχος ἐνίοτε προσθήσει. ἐγὼ μὲν δή μοι πάσας
14. ἤδη δοκῶ τῶν πυρετῶν εἰρηκέναι τὰς ἐκ σφυγμῶν διαφορὰς,
15. εἴ γε δὴ τὴν οὐσίαν αὐτῶν ἐπὶ πλεονεξίᾳ τῆς ἐν τῇ καρδίᾳ
16. θερμασίας ὀρθῶς ἐθέμεθα. καὶ σὺν τοῖς πυρετοῖς γε καὶ ἄλλων
17. οὐκ ὀλίγων ἐμνημόνευσα διαθέσεων ἐναντίων τοῖς πυρετοῖς,
18. ἐφ’ ὧν τῶν ἡ τῆς καρδίας διάθεσις ψύξις ἐστίν. ἀλλὰ καὶ
19. περὶ τῶν μικτῶν διαθέσεων εἶπον, ὧν ἡ μίξις ἐξ ἐναντίων
1. ἐπιπλεκομένων ἀλλήλοις γίγνεται. καὶ ἦν ἤδη μοι καιρὸς ἐφ’
2. ἕτερόν τινα προϊέναι λόγον· ἐπεὶ δὲ οὐκ οἶδ’ ὅπως εἰς παμπόλλην
3. διαφωνίαν ἐμπεπτώκασιν οἱ περὶ πυρετῶν πραγματευσάμενοι,
4. δι’ ἐκείνους ἀναλαβεῖν ἐπὶ κεφαλαίων ἔγνωκα τὰ
5. προειρημένα κατὰ τόδε τὸ γράμμα, ἐν ᾧ περὶ τῆς τῶν πυρετῶν
6. ἐκ σφυγμῶν διαγνώσεως, καὶ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν,
7. δι’ Ἀρχιγένην μάλιστα τοῦτο ποιεῖν διέγνωκα. πάντων γὰρ
8. ἐπιμελέστατος ἐν τῇ περὶ τῶν πυρετῶν πραγματείᾳ δόξας
9. γεγονέναι κινδυνεύει μηδὲν ἡμᾶς διδάσκειν ὁμοίως Ἐρασιστράτῳ.
10. διττὸς γάρ ἐστι τῶν μηδὲν διδασκόντων ὁ τρόπος,
11. ἐνίων μὲν εἰς ἰδιότητα καταφευγόντων ἄῤῥητον, ἐνίων δὲ λεγόντων
12. μὲν ὀνόματα, μήτε δ’ ἃ σημαίνει φυλαττόντων μήθ’
13. ἃ βούλονται σημαίνειν ἑρμηνευόντων. ὁ γάρ τοι σκληρὸς
14. σφυγμὸς, ὃν ἀχώριστον εἶναι βούλεται τῶν πυρεττόντων ὁ
15. Ἀρχιγένης, ὄνομα μόνον ἐστὶν, οὐδὲν πρᾶγμα σημαίνων
16. ἐπιστημονικῶς τε καὶ βεβαίως νοηθῆναι δυνάμενον. εἴρηται
17. δ’ ἐπιπλέον ὑπὲρ τοῦ τοιούτου σφυγμοῦ κατά τε
18. τὴν περὶ διαφορᾶς σφυγμῶν πραγματείαν, ἔτι τε καὶ τὴν
1. διαγνωστικὴν, οὐχ ἥκιστα δὲ καὶ δι’ ὧν ἐξηγούμεθά τε ἅμα
2. καὶ κρίνομεν, ὅσα κατά γε τὸ περὶ τῶν σφυγμῶν βιβλίον ὁ
3. Ἀρχιγένης ἔγραψεν. ἀναγκαῖον δ’ ἐστὶν, ὡς ἔοικεν, εἰπεῖν τι
4. καὶ νῦν ἐπὶ κεφαλαίων ὑπὲρ αὐτῶν.

Cliquer un n° de page pour en afficher l’image