5. Ὥσπερ τῶν ἄλλων ὀνομάτων ἕκαστον
6. ἴδιον δηλοῖ πρᾶγμα παρὰ τοῖς Ἕλλησι πᾶσιν, οὕτω
7. καὶ κατὰ τῶν ὑποπιπτόντων ταῖς αἰσθήσεσιν ἔθεντο προσηγορίας
8. τινὰς, ἰδίᾳ μὲν ὅσαι δηλοῦσι τὰς ἀκουστὰς διαφορὰς,
9. ἰδίᾳ δ’ ὅσαι τὰς ὁρατὰς, ἢ ὀσφρητὰς, ἢ γευστὰς, ἢ ἁπτάς.
10. οὔτ’ οὖν ἐπ’ ἄλλην φέρουσιν αἴσθησιν τό τε λευκὸν καὶ μέλαν
11. καὶ ξανθὸν καὶ πυῤῥὸν, ὠχρόν τε καὶ φαιὸν καὶ κυανοῦν,
12. ὅσα τ’ ἄλλα χρωμάτων ἐστὶν ὀνόματα πλὴν τῶν ὁρατῶν, οὔτ’
13. αὖ πάλιν ἐπ’ ἄλλα τὸ αὐστηρὸν καὶ γλυκὺ καὶ πικρὸν καὶ
14. στρυφνὸν καὶ στῦφον, ἁλυκόν τε καὶ ἁλμυρὸν, ὅτι μὴ τῶν
15. γευστῶν· οὐ μὴν δ’ ἐπ’ ἄλλων τινῶν θερμὸν καὶ ψυχρὸν,
16. ξηρὸν καὶ ὑγρὸν, καὶ μαλακὸν καὶ σκληρὸν, ἀλλ’ ἐπὶ τῶν
17. ἁπτῶν ἅπαντες. εἰ δέ τις ἐπ’ ἄλλο μεταφέρει τῶν εἰρημένων
18. ὁτιοῦν, ὁ μὲν τρόπος τῆς τοιαύτης χρήσεως ὀνομάζεται
1. μεταφορά. γίνεται δὲ δή που ταῖς ἄλλαις ὡσαύτως μεταφοραῖς
2. καθ’ ὁμοιότητά τινα καὶ ἀναλογίαν, καθ’ οἵαν ὁμοιότητα
3. καὶ πόδες εἴρηνται καὶ κορυφαὶ καὶ λαγόνες ὄρους. ὡς
4. γὰρ ἐπὶ τῶν ζώων τὰ κατωτάτω μὲν οἱ πόδες, ἡ κορυφὴ δὲ
5. τὰ ἀνωτάτω πάντων ἐστὶν, οὕτως ἐπὶ τῶν ὀρῶν συγχωροῦμεν
6. τοῖς ποιηταῖς τὰ μὲν ἀνωτάτω κορυφὰς ὀνομάζειν, τὰ
7. κατωτάτω δὲ πόδας. ἐὰν οὖν τις ἐπὶ ζώου ποιούμενος τὸν
8. λόγον, εἶτα πόδας εἰπὼν ἢ λαγόνας ἀξιώσει μήτε τῶν ποδῶν
9. ἀκούειν, ὡς ἅπαντες ἀκούουσιν, μήτε τῶν λαγόνων, ὡς
10. σύνηθες, ἀλλ’ οὕτως δεῖν φάσκῃ λαγόνων ἀκούειν, ὡς ἐπὶ
11. τοῦ ὄρους τοῦ Βριλλησοῦ Καλλίμαχος εἴρηκε·
13. γελοιότατος ἂν εἴη, διττῇ τε καὶ παλινδρομούσῃ χρώμενος
14. ἀπὸ τῶν οὐ κυρίων ἐπὶ τὰ κύρια τῇ μεταφορᾷ. κατὰ δὲ
15. τὸν αὐτὸν τρόπον καὶ ὅστις ἐπὶ ἤθους, ἢ οἴνου λεγομένου
16. τοῦ σκληροῦ κατὰ μεταφορὰν, ὑπὲρ τῶν ἁπτῶν σωμάτων
17. ποιούμενος τὸν λόγον οὐχ ὡς σύνηθες ἅπασιν, οὕτως ἀξιῶν
18. τῆς προσηγορίας ἀκούειν, ἀλλ’ ὡς οἶνος λέγεται σκληρὸς,
1. ἢ ἄνθρωπος, τὸ ἦθος σκληρόν. ὅμοιον γὰρ ἐκείνῳ τοῦτο τὸ
2. περὶ πραγμάτων ὁρατῶν διαλεγόμενον, εἶτα λευκὸν μὲν εἰπόντα
3. μὴ συγχωρεῖν ἀκούειν οὕτως ὡς εἴθισται πᾶσιν, ἀλλ’
4. ἐπειδὴ πυρετούς τινας λευκοὺς αὐτὸς ὁ Ἀρχιγένης εἴρηκεν,
5. οὕτως ἀκούειν χρῆναι καὶ τὸ χρῶμα τὸ λευκόν. ὥσπερ οὖν
6. ὁ τοιοῦτος οὐκ ἂν δόξειε σωφρονεῖν, εἰ τὸ κυρίως ἐπὶ χρώματος
7. λεγόμενον ὄνομα μετάγειν ἐπ’ αὐτὸ κατὰ διττὴν μεταφορὰν
8. ἀπὸ τῶν οὐ κυρίως ἀξιώσειεν, οὕτως, οἶμαι, καὶ
9. ὅστις ἐπὶ σώματος ἁπτοῦ τὸν λόγον ποιούμενος, ἐκ μεταφορᾶς
10. κελεύσει τὸ σκληρὸν ὄνομα ἀκούειν. συμβαίνει γὰρ ἐν τοῖς
11. τοιούτοις ἅπασι λόγοις μηδὲν μανθάνειν τοὺς ἀκούοντας,
12. ὅταν εἴργωνταί τε τοῦ κυρίως λεγομένου, μηδέν τ’ ἄλλο νοῆσαι
13. δύνωνται. τί γὰρ ἄλλο τις νοήσειε χρῶμα τὸ λευκὸν ἀκούσας
14. ὄνομα τοῦ τε συνήθους εἰργόμενος ἀκούειν τε κελευόμενος
15. ἐκ τῆς τῶν λευκῶν πυρετῶν μεταφορᾶς; οὕτως οὖν
16. καὶ ὁ σκληρὸς σφυγμὸς ὑπὸ τοῦ Ἀρχιγένους εἰσαγόμενος
17. ἐφ’ ἁπτοῦ πράγματος, εἰ μὴ τὸ κύριον σημαίνει, τοῦτο
18. δὴ τὸ συνήθως ἅπασι λεγόμενον, ἀλλ’ ὡς ἐκεῖνος ἐκ μεταφορᾶς
19. τῆς τῶν οἴνων βούλεται, παντάπασιν ἀσαφής τε καὶ
1. ἄγνωστος γίγνεται καὶ τοιοῦτος οἷος εἰ καὶ σκινδαψὸς ἐλέγετο,
2. πρὸς τῷ καὶ δύνασθαι πᾶν ὁτιοῦν ἄλλο κατὰ τοῦ τῶν
3. πυρετῶν ἰδίου σφυγμοῦ φέρειν ὄνομα, καὶ δοκεῖν τι λέγειν,
4. ὡς πρὸς ἀνθρώπους μὲν ἀγυμνάστους ἐν διαιρέσεσι σημαινομένων,
5. εὐγνώμονας δὲ καὶ πεπιστευκότας, ὅτι γέρων ἄνθρωπος,
6. ἐν τοσαύτῃ γεγονὼς δόξῃ καὶ πολλὰ τὴν τέχνην ὠφεληκὼς,
7. οὐκ ἂν ἑκὼν εἶναί ποτε τοιαύτην ἀσάφειαν ἐμηχανήσατο
8. κατὰ τὸν λόγον, ὡς ὀνόματα προσφέρεσθαι μηδὲν
9. σημαίνοντα. φέρε γὰρ εἴ τις εἴπῃ τὸν τοῦ πυρέττοντος
10. σφυγμὸν εἶναι πικρὸν, ἀξιώσει οὕτως ἀκούειν τοῦ πικροῦ
11. ὀνόματος ὡς ἐπὶ γευστῶν ἐνίοτε λέγομεν, ἆρ’ ἕξομέν τι νοῆσαι
12. σαφές; οὐ μᾶλλον ἢ εἰ στρυφνὸν, ἢ αὐστηρὸν, ἢ ὀξὺν
13. ἀκούσαιμεν εἶναι τὸν σφυγμόν. ἐν ἅπασι μὲν γὰρ αὐτοῖς
14. ἀηδές τι καὶ παρὰ φύσιν ἐμφαίνεται. τί δὲ τοῦτ’ ἔστιν οὐ
15. δηλοῦται, καίτοι κατὰ μὲν τὰς τοιαύτας μεταφορὰς ἀπὸ τῶν
16. κυρίων ἐφ’ ἕτερον οὐ κύριον ἡ μετάθεσις γίνεται, συγκεχωρημένον
17. ἅπασι καὶ εἰθισμένον πρᾶγμα. κατὰ δὲ τὸ τοῦ σκληροῦ
18. σφυγμοῦ σημαινόμενον, ὅπερ ὁ Ἀρχιγένης ἐνομοθέτησεν,
1. οὔτε συγκεχωρημένον, οὔτε εἰθισμένον, οὔτε ὅλως γεγονὸς,
2. ἢ γενέσθαι δυνάμενον, ἀκοῦσαι χρὴ σημαινόμενον, ἀπὸ τῶν
3. μεταφορικῶν ἐπὶ τὸ κύριον ἐπανερχομένους. διόπερ ὀνόματος
4. μὲν ἔστιν ἀκοῦσαι, πρᾶγμα δὲ οὐδ’ ἐννοῆσαι. ἀλλ’ οὐκ
5. ἔτι δεῖ περί γε τούτου μηκύνειν, ἐν ἄλλοις ἐπιπλέον ὑπὲρ αὐτοῦ
6. διειλεγμένους, ἀναλαβόντας δὲ τὰ προειρημένα διὰ κεφαλαίων
7. ὑπὲρ ἁπάντων τῶν πυρετῶν ἐπελθεῖν.