Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 3.7, ed. Kühn, 1825, vol. 9, p. 371-386. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:3.7

8. Ὅτι μὲν δὴ τρία ἐστὶ τὰ πάντα αὐτῶν γένη
9. δέδεικται δι’ ἑτέρων. ὁποία δέ τις ἑκάστου διάγνωσις ἐκ σφυγμῶν,
10. ἐν τῷδε ῥητέον. οἱ μὲν ἐφήμεροι πάντες εἰς μέγεθος
11. καὶ τάχος καὶ πυκνότητα τρέπουσι τοὺς σφυγμοὺς ὅσον
12. ἐφ’ ἑαυτοῖς. εἰ γὰρ ἐπιμιγνύοιτό τις ἄλλη διάθεσις,
13. ἀνάγκη μικτὴν γενέσθαι τὴν τροπὴν, ἐξ ἐκείνης τε καὶ τῆς
14. κατὰ τὸν λόγον τοῦ πυρετοῦ συνισταμένης. ὡσαύτως δὲ καὶ
15. οἱ ἑκτικοὶ τῶν πυρετῶν εἰς τὰς αὐτὰς διαφορὰς ἀλλοιοῦσι
16. τοὺς σφυγμοὺς ὅσον γ’ ἐφ’ ἑαυτοῖς, καὶ πλέον γ’ ἐπὶ τούτοις
17. ἐξαλλάττεται τὸ τάχος. οἱ δὲ ἐπὶ σήψει χυμῶν ἐν μὲν
18. ταῖς ἀκμαῖς ἀμφοτέρας ἔχουσι τὰς κινήσεις ταχείας, τήν τε τῆς
1. διαστολῆς καὶ τὴν τῆς συστολῆς. ὡσαύτως δὲ καὶ τὰς πυκνότητας
2. ἀμφοτέρας ὁμοίως ἀλλοιοῦσι, τήν τε κατὰ τὴν ἐκτὸς
3. ἡσυχίαν γινομένην καὶ τὴν κατὰ τὴν ἐντὸς, ἐν δὲ ταῖς
4. εἰσβολαῖς οὐχ ὁμοίως, ἀλλὰ μᾶλλον ἐπιτείνουσι τῆς συστολῆς
5. τὸ τάχος. ἐν δὲ ταῖς ἀναβάσεσι καὶ τοῦτο μὲν καὶ τὴν ἐκτὸς
6. ἡσυχίαν ἐπιπλεῖστον συνεργοῦσιν, ὡς πυκνότατον φαίνεσθαι
7. κατ’ αὐτὴν τὸν σφυγμόν. οὗτοι μόνοι πυρετῶν εἰσιν ἴδιοι
8. σφυγμοὶ κατὰ τὸν ἑαυτῶν λόγον· οἱ δ’ ἄλλοι πάντες οἱ
9. τοῖς πυρέσσουσι συμπίπτοντες ἄλλῃ τινὶ διαθέσει μᾶλλον ἢ
10. τῇ τῶν πυρετῶν ἕπονται. δύο δ’ ἔστι γένη κᾀκείνων τῶν
11. διαθέσεων, ἤτοι τῆς δυνάμεως ἢ τῶν ὀργάνων ἡ κάκωσις.
12. ἐδείχθη γὰρ ὡς εἰς τρία χρὴ βλέποντας ταῦτα ἐξευρίσκειν
13. τὰς ἀλλαττούσας αἰτίας τὸν σφυγμὸν, ὄργανόν τε καὶ χρείαν
14. καὶ δύναμιν. ἐπιδέδεικται γὰρ καὶ ὅσα καθ’ ἕκαστον αὐτῶν
15. γένος, ἐξιστάμενον τοῦ κατὰ φύσιν, ἀναγκαῖόν ἐστι συμπίπτειν
16. τοῖς σφυγμοῖς. οὔκουν ἔτι θαυμαστὸν εἰ διαφέρονταί
17. τε πρὸς ἀλλήλους οἱ σοφοὶ ἰατροὶ περὶ τῶν ἰδίων
18. τοῦ πυρετοῦ σφυγμῶν, ἁμαρτάνουσί τε πάντες, ἅτε μήτε
19. τὰ γένη τῶν πυρετῶν διελόμενοι, τάς τε διὰ τὴν δύναμιν,
1. ἢ τὴν τῶν ὀργάνων κάκωσιν ἀλλοιώσεις τῶν σφυγμῶν αὐτῶν
2. τῶν πυρετῶν ἰδίας εἶναι νομίζοντες. οἷον αὐτίκα παροξυσμῶν
3. εἰσβαλόντων οἱ μὲν τοὺς πυκνούς τε καὶ μικροὺς, οἱ δὲ πρὸς
4. τούτοις καὶ τοὺς ἀμυδροὺς, ἔνιοι δὲ καὶ τοὺς ἀνωμάλους,
5. εἰσὶ δ’ οἳ καὶ τοὺς βραδεῖς, ὥσπερ ἄλλοι τοὺς ταχεῖς, ἔθεντο
6. γνωρίσματα. καίτοι γ’ ἔνιοι τῶν πυρετῶν ἀθλίπτους, ὡς
7. αὐτοὶ καλοῦσι, ποιοῦνται τὰς εἰσβολὰς, ἐφ’ ὧν εἰς μέγεθός
8. τε καὶ τάχος ἡ πρώτη τροπὴ γίνεται τῶν σφυγμῶν, εἶτ’ ὀλίγον
9. ὕστερον αὐξανομένοις τοῖσδε καὶ ἡ πυκνότης ἐπιγίνεται,
10. τῶν δ’ ἄλλων σφυγμῶν τῶν εἰρημένων οὐδεὶς αὐτοῖς οὔτ’
11. ἀρχομένων τῶν παροξυσμῶν οὔτε αὐξανομένων οὔτε ἀκμαζόντων
12. ἐπιφαίνεται. ἀλλὰ τούτοις μὲν οὔτε ῥῖγος οὔτε
13. φρίκη τις οὔτ’ ἀνωμαλία σαφὴς, ἀλλ’ οὐδὲ ψύξις ἄκρων, ἢ
14. τῆς ἐκτὸς ἐπιφανείας, οὐδὲ δῆξις, ἢ βάρος, ἢ θλίψις στομάχου
15. συνεισβάλλει. τοῖς πλείστοις δ’ ἤτοι ἕν τι τῶν εἰρημένων
16. ἢ καὶ πλείω συνεδρεύει. καί τισιν αὐτῶν ὀλίγον ὕστερον ἔμετος
17. ἐναργῶς ἐνδεικνύμενος, ὡς ἐκ τοῦ συῤῥεῖν εἰς τὴν γαστέρα
18. μοχθηροὺς χυμοὺς, οἱ μὲν ἐδήχθησαν αὐτῶν, οἱ δὲ
1. ἐθλίφθησαν, οἱ δ’ ἀσώδεις ἐγένοντο. προφανέστατα γὰρ ἐπὶ
2. τῶν πλείστων ἀρχῶν ἀποχωρεῖ μὲν ἁπάσης τῆς ἐκτὸς ἐπιφανείας
3. τὸ αἷμα, συῤῥεῖ δ’ εἰς τὰ σπλάγχνα, κᾀκ τούτου
4. θλίψεις τε καὶ σφηνώσεις, ἐμφράξεις τε καὶ διατάσεις ἀρτηριῶν
5. γίνονται κυρίων, ἐφ’ αἷς οἱ ἀνώμαλοι σφυγμοὶ ταῖς
6. εἰσβολαῖς τῶν τοιούτων παροξυσμῶν συνεδρεύουσιν, ὥσπερ
7. αὖ πάλιν οἱ ἀμυδροὶ διὰ τὴν τοῦ στομάχου τε καὶ τῆς δυνάμεως
8. κάκωσιν. οὕτως δὲ καὶ οἱ μικροὶ διά τε τὴν ἀῤῥωστίαν
9. γίνονται τῆς δυνάμεως καὶ διὰ τὴν ψύξιν, ὥσπερ γε καὶ οἱ
10. βραδεῖς ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν. ἀλλὰ τούτων γε οὐδεὶς
11. ὁμοίως τῇ διαστολῇ τὴν συστολὴν ἐποιήσατο βραδεῖαν, ἀλλ’
12. ἔστιν ἀχώριστόν τε καὶ ἰδιώτατον εἰσβολαῖς πυρετοῦ ἐπὶ σήψει
13. χυμῶν ἡ συστολὴ τῆς ἀρτηρίας ὠκυτέρα γινομένη. καὶ ὅστις
14. ἤσκηται γινώσκειν συστολὴν ἀχώριστον ἀρχῆς παροξυσμοῦ
15. τοῦθ’ ἕξει τὸ σημεῖον, ὅταν, ὡς εἴρηται πολλάκις, ὁ σφυγμὸς
16. ἔχῃ τινὰ τόνον. ἐδείχθη γὰρ ἐπὶ τῶν ἀμυδρῶν ἀδιάγνωστος
17. ἡ συστολή. τοῦτ’ οὖν ἀσκητέον ἐν τοῖς μάλιστα τὸν ἀκριβῶς
18. βουλόμενον ἀρχὴν γνωρίζειν παροξυσμοῦ. ὅπως δ’ ἄν τις 
1. ὑπάρξοιτο τῆς ἀσκήσεως, ἐν τῷ πρώτῳ περὶ διαγνώσεως
2. σφυγμῶν ἐπὶ πλεῖστον εἴρηται· τοῦτο τὸ σημεῖον ἀψευδέστατόν
3. ἐστι, καὶ χρὴ θαῤῥεῖν αὐτῷ μάλιστα κατὰ τὰς διαγνώσεις
4. ἐναργῶς φανέντι. ἔγωγ’ οὖν ἐπὶ πολλῶν πολλάκις,
5. ὧν οὐδεπώποτε πρόσθεν ἡψάμην τῶν σφυγμῶν, οὔθ’ ὑγιαινόντων
6. οὔτε νοσούντων, τούτῳ τῷ σημείῳ μόνω πιστεύσας
7. ἥμαρτον οὐδέποτε. ταῖς μὲν γὰρ ἄλλαις ἁπάσαις, εἴτ’ οὖν
8. ψύξις εἴη ὅλου τοῦ σώματος, εἴτε καὶ τοῦ στόματος τῆς γαστρὸς,
9. ὃ καταχρώμενοι στόμαχον ὀνομάζομεν, εἴτ’ εἰς τὸ βάθος
10. ῥοπαὶ τοῦ αἵματος, ἤτοι διὰ λύπην, ἢ φόβον, ἢ δι’
11. ἄλλην τινὰ αἰτίαν γιγνόμεναι, παραπλήσιός ἐστιν ἡ βραδύτης
12. τοῦ σφυγμοῦ διαστελλομένης τε καὶ συστελλομένης τῆς ἀρτηρίας,
13. εὐθὺς δ’ αὐτῇ σύνεστι καὶ ἡ ἀραιότης κατ’ ἄμφω τὰς
14. ἡσυχίας. μόναις δὲ ταῖς πυρεκτικαῖς εἰσβολαῖς, κᾂν ἡ διαστολή
15. ποτε γένηται βραδυτέρα τῆς ἔμπροσθεν, ἀλλ’ ἥ γε συστολὴ
16. τάχος προσκτᾶται. συναιρεῖται δέ τι καὶ τῆς ἐκτὸς
17. ἡσυχίας, ὡς πυκνότερον ἐνταῦθα γίνεσθαι τὸν σφυγμὸν, οὐ
18. μὴν κατά γε τὴν ἐντὸς, ἀλλ’ ἤτοι τῷ πρόσθεν ὡσαύτως, ἢ
19. βραχεῖ τινι κατὰ τὸν καιρὸν τοῦτον ἀραιότερος φαίνεται.
1. παραβάλλειν δὲ δηλονότι χρὴ τὴν ἔμπροσθεν ἡσυχίαν ὡς
2. πρὸς τὴν ἁφὴν τῇ νῦν φαινομένῃ, μεμνημένον μὲν ὅτι σύνθετός
3. ἐστιν ἔκ τε τοῦ πέρατος τῆς συστολῆς καὶ τῆς ἀρχῆς
4. τῆς διαστολῆς καὶ τῆς μεταξὺ τούτων ἠρεμίας, ἐκλογιζόμενον
5. δ’ ὅσον ἑκατέρωθεν αὐτῇ προσῆλθεν, ἐκ τοῦ μὴ φαινομένου
6. μορίου τῶν κινήσεων, αὐτὸ δὲ δὴ τοῦτο πάλιν ἐκλογίζεσθαι
7. τῷ τόνῳ παραμετροῦντα. εἰ μὲν γὰρ ὡσαύτως ἔχει
8. τόνου νῦν τε καὶ πρόσθεν ὁ σφυγμὸς, εἰς ὅσον ἂν ὁ χρόνος
9. τῆς αἰσθητῆς ἡσυχίας γένηται μακρότερος εἰς τοσοῦτο καὶ
10. καὶ τὴν ὄντως ἡσυχίαν ἡγεῖσθαι μεμηκύνθαι. εἰ δ’ ἀμυδρότερος
11. ἢ πρόσθεν γένοιτο, λογίζεσθαί τι καὶ διὰ τοῦτ’ ἀποκεκρύφθαι
12. τῶν κινήσεων, ὅπερ ὑφαιρεῖν χρὴ τῆς αἰσθητῆς
13. ἡσυχίας εἰς τὴν τῆς ὄντως εὕρεσιν. εἰ γὰρ ὀλίγῳ μέν τινι τοῦ
14. πρόσθεν ὁ σφυγμὸς ἀτονώτερος γένηται, πολλῷ δὲ ἀραιότερος,
15. ἡγητέον ἐκτετάσθαι τὴν ὄντως ἡσυχίαν. εἰ δ’ ἀτονώτερος
16. μὲν πολλῷ, βραχεῖ δ’ ἀραιότερος ὡς πρὸς τὴν αἰσθητὴν
17. διάγνωσιν, οὐκέτι καὶ τὴν ὄντως ἡσυχίαν τὴν ἔνδον ἡγητέον
18. ἐκτετάσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἰ τοῦ
19. σφυγμοῦ βραχεῖαν ἀτονίαν προσλαβόντος, ἀξιολόγως τινὶ
1. φαίνοντο τὰ τῆς πυκνότητος ἐπιτετάσθαι, συναιρεῖσθαι λογιστέον
2. τὴν ὄντως ἡσυχίαν. ἐφ’ ὧν μὲν οὖν ἀμυδρότερος ὁ
3. σφυγμὸς ἐγένετο κατὰ τὸν τῆς διαγνώσεως καιρὸν, ὡς εἴρηται,
4. λογιστέον. ἐφ’ ὧν δ’ ὡσαύτως ἔχει τόνου, σαφεστάτη διάγνωσις
5. ἐπὶ τούτων ἐστὶ καὶ τῆς ἐντὸς ἡσυχίας, ὡς λέλεκται,
6. σκοπουμένοις. ὅταν οὖν ποθ’ ὁ σφυγμὸς ἄτρεπτος μὲν ὢν
7. τἄλλα θάττων γένηται κατὰ τὴν συστολὴν, ἀρχῆς παροξυσμοῦ
8. σημεῖον ἀχώριστον τίθεσο. γίγνεται δ’ εὐθὺς τοιοῦτος
9. σφυγμὸς καὶ πυκνότερος κατὰ τὴν ἐκτὸς ἡσυχίαν, ἐπειγομένης
10. τῆς φύσεως ἀποτρίψασθαι τὸ καπνῶδες περίττωμα, διὸ θᾶττον
11. συνεστέλλετο. κατὰ μὲν οὖν τὴν πρώτην ἀρχὴν τῆς
12. γενέσεως αὐτοῦ τῷ τάχει τῆς συστολῆς μόνον ὁ σφυγμὸς
13. παραλλάττων φαίνεται τοῦ πρόσθεν, ὀλίγῳ δ’ ὕστερον καὶ
14. πυκνοῦσθαι κατὰ τὴν ἐκτὸς ἠρεμίαν, πρωϊαίτερον ἀρχομένης
15. συστέλλεσθαι τῆς ἀρτηρίας. τοῖς δ’ ἐφημέροις πυρετοῖς οὐχ
16. ὑπάρχει τοῦτο, διὰ τὸ χωρὶς σήψεως γίγνεσθαι χυμῶν. οὐ
17. μὴν οὐδὲ τοῖς ἑκτικοῖς, ὅτι μηδὲ ἄρχονταί ποτε, πλὴν εἰ
18. συνέλθοι κατὰ τύχην ἑτέρα τις διάθεσις αὐτοῖς, ὥστ’ ἐφ’
19. ὧν ζητεῖται μάλιστα πυρετῶν ἡ ἀρχὴ τῶν παροξυσμῶν,
1. ἔχειν ἡμᾶς δεῖ διαρκὲς τὸ σημεῖον. εἰ δὲ κατὰ τὴν πρώτην
2. ἡμέραν ἄρτι μεταπίπτοντος ἐξ ὑγείας εἰς νόσον ἀνθρώπου
3. τινὸς ἁπτοίμεθα τῶν σφυγμῶν, εὐθὺς καὶ τὸ γένος ἡμῖν ἐνδείξεται
4. τοῦ πυρετοῦ τὸ σημεῖον τοῦτο, συνεισβάλλων γὰρ
5. τῷ παροξυσμῷ τῶν ἐπὶ σήψει τινὶ χυμῶν τὸν πυρετὸν εἶναί
6. φησιν. ἐδείχθησαν δ’ ἐν ταῖς τῶν πυρετῶν διαφοραῖς ἐκ
7. ταὐτοῦ γένους ὄντες τῷδε καὶ οἱ ἐπὶ ταῖς φλεγμοναῖς. ἀλλὰ
8. διοριστέον αὐτοὺς τῶν ἐπὶ σήψει χυμῶν μόνῃ τῇ σκληρότητι.
9. σκληρὰ γὰρ ἡ προσβολὴ τῶν ἐπὶ φλεγμοναῖς. εἰ μὲν οὖν διαγινώσκειν
10. δύναιο τὴν ἐπὶ τάσει τῆς ἀρτηρίας σκληρὰν προσβολὴν
11. τῆς ἐπὶ ψύξει τε καὶ σκληρότητι, τρεῖς ἕξεις ἐκ τούτου
12. προγνώσεις αἰτίων προγεγονότων, ποτὸν ψυχρὸν, οἶνον
13. ἀκρατέστερον, φλεγμονὴν, ἣν οὐ μόνον ἔμπροσθεν τοῦ παροξυσμοῦ
14. γεγονὸς αἴτιον, ἀλλὰ καὶ παραμένον ἐροῦμεν. τὴν
15. δὲ τοῦ ψυχροῦ τε καὶ τοῦ πλέονος ἀκράτου πόσιν, αὐτὴν μὲν
16. προγεγονέναι, τὴν δ’ ἀπ’ αὐτῆς διάθεσιν ἔτι φυλάττεσθαι.
17. σκληρύνονται μὲν οὖν ἐπὶ ταῖς βλαψάσαις ψυχροποσίαις οἱ
18. χιτῶνες τῶν ἀρτηριῶν, ἐξήρανται δὲ ἐπὶ ταῖς τοῦ πλείονος
1. οἴνου πόσεσιν. εἰ δὲ καὶ τῆς τῶν νεύρων ἀρχῆς ὁ οἶνος
2. ἅψαιτο, καὶ τείνονται παραπλήσιον τοῖς προδηλοῦσι τὸν
3. σπασμόν. ἐπὶ δὲ ταῖς φλεγμοναῖς ἄνευ τῆς τοῦ χιτῶνος οἰκείας
4. σκληρότητος τείνονται, καὶ καλεῖται μὲν καὶ τότε σκληρὸς
5. ὁ σφυγμὸς διὰ τὸ τῆς πληγῆς βίαιον, οὐ μὴν ἐσκλήρυνταί
6. γε κατὰ τὸν ἑαυτῆς λόγον ἡ ἀρτηρία, καθάπερ ὅταν ἤτοι
7. ξηρανθῇ πως, ἢ ψυχθῇ βίαιον, ἢ οἷον σκιῤῥώδη τινὰ δέξηται
8. διάθεσιν. ταυτὶ μὲν οὕτω διωρίσθω. τοὺς δ’ ἐν τῇ
9. πρώτῃ τῶν ἡμερῶν μηδόλως ἔχοντας τὸ λελεγμένον γνώρισμα,
10. τῶν μὲν ἐπὶ σήψει χυμῶν ἀφοριστέον ἐστὶν, ἤτοι δ’ ἐφημέρους
11. νομιστέον ἢ ἑκτικούς. σπανιώτατα μὲν οὖν εὐθὺς ἐξ
12. ἀρχῆς συνίσταται πυρετὸς ἑκτικὸς, οὐ μὴν ἀδύνατός γε οὐδ’
13. ἡ τοιαύτη γένεσις αὐτοῦ, ἀλλ’ ὤφθησάν που ἡμῖν καὶ οἱ
14. τοιοῦτοι. τὰ μὲν οὖν ἄλλα πάντ’ αὐτῶν γνωρίσματα δι’ ἑτέρας
15. εἴρηται πραγματείας, ἐν ᾗ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς
16. ἐσκοπούμεθα· τὰ δὲ ἀπὸ τῶν σφυγμῶν εἰρήσεται νῦν,
17. οὔθ’ ὁ μέγας οὔθ’ ὁ σφοδρὸς [μὴ σκληρὸς] σφυγμὸς ἅμα τοῖς
18. ἑκτικοῖς ποτε συνεισβάλλουσι πυρετοῖς, ἀλλ’ ὅτι περ ἂν ὑπάρχῃ 
1. τούτων αὐτοῖς, οὐκ εἰσὶν ἑκτικοί. εἰ δὲ καὶ πάνθ’ ἅμα
2. παρείη, προφανῶς εἰσιν ἐφήμεροι, τῆς γε συστολῆς αὐτῶν,
3. ὡς εἴρηται, μὴ ταχυνούσης, ἴδιον γὰρ ἐκείνης τὸ τάχος ἐστὶν
4. ἐπὶ σήψει χυμῶν, ὧν τὰς κατὰ μέρος ἁπάσας διαφορὰς ἐν
5. τῇ προειρημένῃ πραγματείᾳ διῆλθον. εἰσὶ δ’ ὡς ἐπὶ κεφαλαίων
6. φάναι πάντες μὲν οἱ κατὰ περιόδους παροξυνόμενοι,
7. πάντες δ’ οἱ συνεχεῖς, ὅταν ὑπὲρ τὴν τρίτην ἡμέραν
8. ἐκταθῶσιν. ἐκ ταὐτοῦ δὲ αὐτοῖς εἰσι γένους καὶ οἱ ταῖς
9. φλεγμοναῖς ἐπιγινόμενοι. κατὰ μὲν οὖν τὰς παρακμὰς ἐκλύεται
10. τὸ τάχος τῆς συστολῆς, καὶ μάλισθ’ ὅταν εἰς ἀπυρεξίαν,
11. ἢ ἐγγὺς αὐτῆς ἀφίκωνται, κατὰ δὲ τὰς ἀρχὰς τῶν
12. παροξυσμῶν γεννᾶται, τυφομένων τρόπον τινὰ τῶν χυμῶν,
13. ἐπιτείνεται δὲ κατὰ τὰς ἀναβάσεις. ἐγγὺς δ’ ἤδη τῆς ἀκμῆς
14. ἐξημμένων τε τῶν χυμῶν καὶ ζεόντων ἀθρόαν μὲν αὔξην τὸ
15. τάχος τῆς διαστολῆς λαμβάνει, διαμένει δὲ ἴσον ἑαυτῷ τὸ
16. τάχος τῆς συστολῆς. ὅταν δ’ ἀκμάσῃ τελέως ὁ πυρετὸς, εἰς
17. ἄκρον μὲν ἥκει τοῦ κατ’ ἐκεῖνον τὸν παροξυσμὸν τάχους ἡ
18. διαστολὴ, μειοῦται δὲ τὸ τάχος τῆς συστολῆς. οἱ μὲν οὖν
1. πλεῖστοι τῶν ἰατρῶν, καὶ μάλισθ’ ὅσοι τὴν συστολὴν ἀδιάγνωστον
2. αἰσθήσει φασὶν ὑπάρχειν, οὐδ’ ἐγγὺς ἥκουσι τοῦ λελεγμένου
3. σημείου, τῶν τε ἐπὶ σήψει χυμῶν ἁπάντων πυρετῶν
4. τῆς τε καθ’ ἕκαστον αὐτῶν παροξυσμὸν ἀρχῆς. ὀλίγιστοι δέ
5. τινες ἀμυδρὰν εἰκόνα τοῦ πράγματος ἐοίκασιν ἑωρακέναι.
6. γράφουσι γοῦν ἀδιορίστως τε καὶ ἀσαφῶς εἰς τοσοῦτον ὡς
7. μηδ’ εἰκάσαι μηδένα τί ποτε βούλονται δηλοῦν. ἐξ αὐτῶν
8. ἐστι καὶ ὁ Ἀρχιγένης, ὡς ἔνεστι γνῶναι τῷ βουληθέντι τό
9. τε περὶ σφυγμῶν αὐτοῦ βιβλίον ἀναγνῶναι καὶ τὰ περὶ τῆς
10. τῶν πυρετῶν σημειώσεως, ἢ τήν γ’ ἐπιτομὴν αὐτῶν. ἐπεσκέμμεθα
11. δὲ καὶ ἡμεῖς ἅμα ταῖς τῶν ἀσαφῶν ἐξηγήσεσιν ἐν
12. ὑπομνήμασιν ὀκτὼ τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν.
13. ἄριστα δέ μοι δοκοῦσιν ἀποφήνασθαί τινες, εἰ προσθείημεν
14. αὐτῷ τῷ λόγῳ διορισμόν τινα, τὴν ἐφ’ ἑκάτερα
15. μεταβολὴν τῶν σφυγμῶν, ἀρχῆς παροξυσμοῦ σημεῖον ὑπάρχειν.
16. ὃν δέ φημι χρῆναι προσθεῖναι διορισμὸν, ἔστιν εἰ χωρὶς
17. ἑτέρας προφάσεως ἡ ἀλλοίωσις γένοιτο. προφάσεις δ’ ἔνιαι
18. μὲν ἔξωθέν εἰσιν, οὐ μόνοις τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς
1. ἰδιώταις γνώριμοι, τροφῶν καὶ ποτῶν προσφορὰ, καὶ κίνησις
2. ἡτισοῦν καὶ πάθος ψυχικὸν ὀργισθέντων, ἢ φοβηθέντων,
3. ἢ ἀγωνισάντων, ἡ ὁπωσοῦν ἑτέρως ταραχθέντων. ἔνιαι δ’
4. ἐξ αὐτοῦ τοῦ σώματος ὁρμώμεναι, περὶ ὧν ὀλίγον ἔμπροσθεν
5. εἶπον, ἡνίκα φρίκης τε καὶ ῥίγους καὶ καταψύξεως, ἔτι
6. τε τῶν εἰς τὴν γαστέρα συῤῥεόντων ἐμνημόνευσα. μηδενὸς
7. γὰρ τοιούτου περὶ τὸν κάμνοντα συμβαίνοντος, ἡ ἐξαιφνίδιος
8. ἐφ’ ὁτιοῦν μεταβολὴ παροξυσμὸν ἀγγέλλει, θάττονος μὲν καὶ
9. μείζονος γινομένου τοῦ σφυγμοῦ, θερμασίας ὑποτρεφομένης
10. τῇ τῶν ἀρτηριῶν ἀρχῇ, βραδυτέρου δὲ ἢ μικροτέρου, ψύξεως.
11. οὕτω δὲ καὶ ἡ μὲν πυκνότης ὁμολογήσει τῇ πλεονεξίᾳ τῆς
12. θερμασίας, ἡ δ’ ἀραιότης τῇ ψύξει. καὶ ἡ ἀμυδρότης δὲ καίτοι
13. δι’ ἄλλο τι σύμπτωμα γινομένη ταῖς τῶν παροξυσμῶν εἰσβολαῖς
14. ἐστιν οἰκεία, συῤῥεόντων ὑγρῶν μοχθηρῶν εἰς τὴν γαστέρα
15. τηνικαῦτα, καὶ τῇ τοῦ στόματος αὐτῶν βλάβῃ κακούντων
16. τὴν δύναμιν. ἡ δὲ ἀνωμαλία τῶν σφυγμῶν, ἡ πολλοῖς τῶν
17. παροξυσμῶν συνεισβάλλουσα θλιβομένων, ἢ ἐμφραττομένων
18. ὑπόγυον ἀρτηριῶν, ἢ πλήθους τοῦ πρὸς τὴν δύναμίν ἐστι
19. γνώρισμα, λόγῳ καὶ τούτων τοῦ παροξυσμοῦ γίγνεσθαι
1. δυναμένων. ὅσαι μὲν οὖν μεταβολαὶ σφυγμῶν ἤτοι τῆς ἐν
2. τῇ καρδίᾳ θερμασίας αὐξανομένης ἢ συῤῥεόντων ἔσω τῶν
3. χυμῶν ἀποτελοῦνται, φανερῶς ἂν αὗται δόξαιεν ἐνδείκνυσθαι
4. παροξυσμὸν ἀρχόμενον, ὅταν γ’, ὡς εἴρηται, τῶν ἄλλων ἀφορισθῶσι
5. προφάσεων. ὅσαι δὲ ψύξεως, οὐκ ἔτ’ ἐξ ἀνάγκης
6. αὗται δείξουσι πυρετὸν εἰσβάλλοντα σημαίνειν· ἀλλ’ ἐὰν κᾀνταῦθα
7. τὰς ἄλλας προφάσεις ἀφορισώμεθα ἁπάσας, ἕξομεν
8. καὶ τὴν ψύξιν ἀγγέλλουσαν, ὅσον οὐδέπω πυρετὸν ἀναφθήσεσθαι.
9. πνίγεται γὰρ κατ’ αὐτὴν τῆς συῤῥεούσης ὕλης εἰς τὸ
10. βάθος, ἱκανῶς ψυχρᾶς ὑπαρχούσης, ὡς κινδυνεύειν σβεσθῆναι
11. τὴν ἀρχὴν, οἷόν τι κᾀκτὸς συμβαίνει πολλάκις, ὅταν
12. ὕλην ἅμα τε πολλὴν καὶ δύσκαυστον ἐπιβάλλωμεν ἀθρόως
13. ὀλίγῳ πυρὶ, κινδυνεύει μὲν γὰρ αὐτίκα σβεσθῆναι, μὴ σβεσθὲν
14. δ’, ἀλλ’ ἀντισχὸν, ὑποτύφειν τε τὴν ὕλην ὀλίγον
15. ὕστερον ἄρξεται, καί τινα θερμασίαν γεννᾷν, τὰ μὲν πρῶτα
16. καπνώδη, προϊόντος δὲ τοῦ χρόνου καὶ φλογώδη, μέχρι περ
17. ἀκριβῶς κρατῆσαν τῆς ὕλης, καθαρὰν ἐργάζηται τὴν φλόγα.
18. τῆς γὰρ τοιαύτης φλογὸς οὐ καπνός ἐστι τὸ ἀποῤῥέον, ἀλλ’
1. αἰθάλη τε καὶ λιγνύς ἐστιν, ἄμφω γὰρ ὀνομάζεται τὸ κατοπτηθὲν
2. τῆς ὕλης ἀνωφερὲς περίττωμα, καθάπερ γε τὸ κατωφερὲς
3. τέφρα τε καὶ σποδιὰ καλεῖται. ἀνάλογον δή μοι
4. νόει κᾀπὶ τῶν πυρετῶν, ὅταν ἐν ἀρχῇ παροξυσμοῦ πλῆθος
5. ὕλης ψυχρᾶς ἐπὶ τὴν καρδίαν ἀφίκηται, τὰ μὲν πρῶτα κίνδυνον
6. γίνεσθαι θανάτου, καὶ προδηλώσει τὸν κίνδυνον τοῦτον
7. ἡ ἐπὶ πλεῖστον εἰς ἀραιότητά τε καὶ βραδύτητα καὶ μικρότητα
8. τροπὴ τῶν σφυγμῶν. ἂν γὰρ ἐπιγένηται τούτοις
9. ἀμυδρότης ἀξιόλογος, αὐτίκα τεθνήξονται· μὴ γενομένης μέντοι
10. τῆς ἀμυδρότητος, ἀναμάχεται τὴν ἧτταν ταύτης ἡ φύσις,
11. ἐπεγείρει τε τὴν κίνησιν τῶν ἀρτηριῶν ἐπὶ τὸ μεῖζόν τε καὶ
12. θᾶττον καὶ πυκνότερον, ὥστε τὰς κινήσεις ἀμφοτέρας μὲν
13. γενέσθαι θάττονας, ἀλλ’ ἐπιφανέστερον τὴν τῆς συστολῆς,
14. καὶ παραυξάνεσθαί γε διὰ ταχέων αὐτὴν αἰσθητῶς, ἄχρις ἂν
15. ὁ παροξυσμὸς αὐξάνηται, τῷ χρόνῳ δ’ ὅταν ἐγκρατὲς τῆς
16. ὕλης γένηται τὸ θερμὸν, ἡ οἷον φλὸξ ἀνάπτεται. καὶ τοῦτ’
17. ἔστιν ἡ ἀκμὴ τῶν παροξυσμῶν, τὸ μὲν αἰθαλῶδες περίττωμα
18. διά τε τῆς ἐκπνοῆς καὶ τῆς τῶν ἀρτηριῶν συστολῆς ἀποχεούσης
19. τῆς φύσεως, τὸ δ’ οἷον τεφρῶδες διὰ πάχους μὲν οὐ
20. δυναμένης ἐκκρίνειν ὁμοίως, αἰσθητοῖς δέ τισιν ἐξοχετευούσης 
1. πόροις. ἔστι δὲ τοῦτο κατὰ μὲν τὰ φλεγμαίνοντα μόρια τὸ
2. πῦον, ἐν δὲ τοῖς ἀγγείοις αὐτοῖς ὅπερ ἐν τοῖς οὔροις ὑφίσταται.
3. περὶ μὲν δὴ τούτων ἐν ταῖς περὶ τῶν πυρετῶν
4. πραγματείαις ἐπὶ πλεῖστον εἴρηται· τοὺς σφυγμοὺς δ’ , ὡς
5. ἔφαμεν, ἀναγκαῖόν ἐστι τὰς εἰρημένας τροπὰς ἐν ἑκάστῳ τε
6. καιρῷ τοῦ σύμπαντος ἔχειν παροξυσμοῦ, καὶ δὴ καὶ κατὰ
7. τὴν ἀρχὴν, ὡς ἐλέγομεν, οὐ κακῶς ἀποφήνασθαί τινας ἅπασαν
8. μεταβολὴν αὐτῶν ἐφ’ ἑκάτερα. πρὸς δὲ τὸ φυλάττειν
9. ἀκριβῶς τὰς εἰρημένας διαγνώσεις ἀσκητέον ἐστὶ διακρίνειν
10. ἁπάσας τὰς ἀπὸ τῶν ἄλλων προφάσεων ἀλλοιώσεις τῶν σφυγμῶν,
11. εἰς ἃς καίτοι φυλαττόμενος ὁ Ἀρχιγένης ἐμπίπτει πολλάκις,
12. ὥστε μακρολογεῖν τε ἅμα καὶ ταράττειν τὴν διδασκαλίαν
13. τοῖς ἰδίοις καὶ ἀχωρίστοις ἑκάστου τῶν καιρῶν γνωρίσμασι τὰ
14. συνακολουθοῦντα, πολλάκις ὁμοτίμως γράφων, καίτοι γ’ ἐν
15. ἐλαχίστῳ κεῖται μεθόδῳ ληφθέντα. τὴν μὲν γὰρ καθαρὰν
16. θερμότητα τῆς διαστολῆς ἡ κίνησις ἐνδείκνυται, τὴν δὲ οἷον
17. καπνώδη τῆς συστολῆς. αἱ δ’ ἄλλαι τῶν σφυγμῶν ἀλλοιώσεις
18. ἤτοι διὰ τὴν τῆς δυνάμεως ἢ τὴν τῶν ὀργάνων γίνονται
1. μεταβολήν. ἑκάτερον δὲ τούτων ἐπί τισιν ἑτέροις αἰτίοις
2. προηγουμένοις, ὧν τὰ πλεῖστα πάλιν ἐφ’ ἑτέροις προκατάρξασιν.
3. ὀνομαζέσθω γὰρ ἕνεκα σαφοῦς διδασκαλίας ὅσα μὲν
4. ἐκ τοῦ σώματος ὁρμᾶται τῶν ἀλλοιούντων αἰτίων ἤτοι τὴν
5. δύναμιν ἢ τὰ ὄργανα προηγούμενα· τούτων δ’ αὐτῶν
6. ἔστιν ἃ πάλιν ἔξωθεν ὄντα τοῦ σώματος αἴτια τῆς ἀλλοιώσεως
7. ἐγένετο προκατάρχοντα. λέλεκται δ’ ἡμῖν ἡ περὶ
8. ταῦτα μεθόδος ἅπασα δι’ ἑτέρας πραγματείας, ἣν περὶ τῶν
9. ἐν τοῖς σφυγμοῖς αἰτίων ἐπιγράφομεν. οὐδὲν οὖν θαυμαστόν
10. ἐστιν, εἰ ταῦτά τις ἅπαντα μνήμῃ πρόχειρα ποιησάμενος
11. ἀσκήσας τε διαγινώσκειν ἑτοίμως ἅπαντας τοὺς σφυγμοὺς
12. ἐπιστημονικῶς, ἐνίοτε τὰ προγεγονότα τῶν αἰτίων ἐπὶ τῶν
13. καμνόντων ἐξευρήσει. οὗτος μὲν οὖν ὁ λόγος ἐνταυθοῖ
14. τελευτάτω.

Cliquer un n° de page pour en afficher l’image