Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 3.8, ed. Kühn, 1825, vol. 9, p. 386-390. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:3.8

15. Περὶ δὲ τῆς κάθ’ ὑγρότητά τε καὶ ξηρότητα
16. δυσκρασίας αὐτῆς τε τῆς καρδίας καὶ προσέτι τῶν ἀρτηριῶν,
17. ἑκάστης τε καταμόνας ἁπασῶν τε κοινῶς,
18. ἐφεξῆς δίειμι. εἴρηται μὲν οὖν τινα καὶ περὶ τούτων ἔμπροσθεν,
1. ἀλλ’ ἡ τοῦ λόγου τάξις ἰδίαν αὐτῶν ἀπαιτοῦσα
2. διδασκαλίαν ὡς οὐδενὸς εἰρημένου περανθήσεται. ποτὲ μὲν
3. οὖν ἡ καρδία ξηροτέρα γενομένη τοῦ κατὰ φύσιν ἁπάσας
4. ἑαυτῇ συναλλοιώσει τὰς ἀρτηρίας, ἐνίοτε δὲ καθ’ ἕν τι τοῦ
5. ζώου μόριον, ἢ καὶ πλείω συμβήσεται τοῦτο ταῖς ἀρτηρίαις.
6. ἔστι δὲ ὅτε τὴν ἐναντίαν μὲν ἕξουσι διάθεσιν, ὅσον
7. ἐφ’ ἑαυταῖς αἱ ἀρτηρίαι τῇ καρδίᾳ, δέξονται δὲ καὶ τὴν
8. παρ’ ἐκείνης, ὥστε συστῆναι μέσην τινὰ διάθεσιν αὐταῖς
9. ἐν ὑγρότητί τε καὶ ξηρότητι, ὥσπερ ἔμπροσθεν ἐπὶ τῆς
10. κατὰ θερμότητα καὶ ψυχρότητα δυσκρασίας ἐλέγομεν, αἴτια
11. δὲ προηγούμενα τὰ μὲν τὰς ἀρτηρίας ἀποφαίνοντα
12. ξηροτέρας, ὕδατα θειώδη καὶ στυπτηριώδη καὶ ἁπλῶς εἰπεῖν
13. ὅσα ξηραίνειν πέφυκεν, οὐχ ὕδατα μόνον, ἀλλὰ καὶ
14. φάρμακα πολυχρονίως ὁμιλήσαντα μορίῳ τινὶ τοῦ σώματος,
15. ἐν ᾧπερ ἂν ἡ τοιαύτη δυσκρασία κατὰ τὰς ἀρτηρίας
16. γενομένη τὸν σφυγμὸν αὐτὸν ἐργάσεται σκληρότερον.
17. οὐχ ἥκιστα δὲ κᾀν ταῖς πλείσταις τῶν ἀτροφιῶν αἵ τ’
18. ἀρτηρίαι τῶν ἀτροφούντων μορίων γίνονται ξηρότεραι καὶ
1. τὸν σφυγμὸν ἀποφαίνουσι σκληρότερον. ἐν αὐτῇ δὲ τῇ
2. καρδίᾳ τὴν κατὰ ξηρότητα δυσκρασίαν ἀποτελεῖ. καὶ ἡ
3. δίαιτα μὲν εἰ πολυχρόνιος ἐπὶ τὸ ξηρότερον ἀχθείη, καὶ
4. μέντοι καὶ τῶν φαρμάκων τῶν ξηραινόντων ἐδωδαί τε καὶ
5. πόσεις, ἐν οἷς ἐστι καὶ ὁ ἄκρατος οἶνος, ἔνδειά τε τροφῆς,
6. ἢ κατὰ ἄλλην τινὰ αἰτίαν, ἢ διὰ πάνδημον λιμὸν,
7. ἐνίοτε δὲ καὶ ποτὸν, ὡς ἐν ἀπλοίαις μακραῖς, ἔτι δὲ πόνων
8. ἀμετρία καὶ γῆρας καὶ φροντὶς καὶ λύπη καὶ ἀγρυπνία
9. πολυχρόνιος, οἵ θ’ ἑκτικοὶ πυρετοὶ, καὶ μάλισθ’ ὁ
10. μαρασμώδης. ταῦτ’ οὖν πάντα τὰ εἰρημένα καὶ κατὰ μόνας
11. γενόμενα καὶ σύνδυο καὶ τρία καὶ πλείονα συνιόντα
12. ξηροτέραν μὲν ἐργάζεται τὴν καρδίαν, σκληρότερον δὲ τοῦ
13. κατὰ φύσιν εἰς τοσοῦτον τὸν σφυγμὸν εἰς ὅσον ἂν ἡ
14. ξηρότης αὐξηθῇ. ὑγρᾶς δὲ δυσκρασίας αἴτια τά τε τοῖς
15. μορίοις ἐγγινόμενα πολυχρόνια τῶν οἰδημάτων καὶ οἱ λευκοφλεγματίαι
16. τῶν ὑδέρων, οἵ καὶ τὴν καρδίαν ἀλλοιοῦσι, καὶ
17. μέντοι καὶ τὰ τῶν κυρίων σπλάγχνων οἰδήματα, πάντα ταῦτα
18. τὰς μὲν ἀρτηρίας ὑγρὰς, ὥσπερ καὶ τὴν καρδίαν, τοὺς σφυγμοὺς
19. δὲ ἐργάζεται μαλακούς. αἴτια δὲ μαλακότητος σφυγμῶν
1. ἐστι μετρίας τε καὶ οὐχ ἱκανῶς ἐκδήλου καὶ τὰ τοιαῦτα,
2. ἐδωδαὶ πλείους ὑγραινόντων ἐδεσμάτων, ἀργία τε πολλὴ,
3. καὶ ὕπνοι μακροὶ, καὶ τὰ μετὰ τροφὴν λουτρά. τοῖς μὲν
4. οὖν σκληροῖς σφυγμοῖς ἐδείκνυτο πρόσθεν ἑπομένη ἡ μικρότης,
5. ὥσπερ τοῖς μαλακοῖς τὸ μέγεθος. αὐτοῖς δὲ τούτοις
6. πάλιν ἑπόμενα τάχος τε καὶ βραδύτης, ἔτι τε πυκνότης
7. καὶ ἀραιότης. ἐδείχθησαν δὲ καὶ τῶν ἄλλων αἰτίων
8. αἱ συζυγίαι. λέγω δ’ αἴτια νῦν τὰ πρῶτά τε καὶ οἷον
9. συνεκτικὰ τῆς τῶν σφυγμῶν γενέσεως, τὴν χρείαν τε
10. καὶ τὴν δύναμιν. ὥστε οὐδὲν ἔτι λείπει τῶν τῇ καρδίᾳ
11. συμβαινόντων ἐπὶ δυσκρασίᾳ. οὐ μὴν οὐδ’ ὄγκοι τινὲς
12. ἐν αὐτοῖς γίνονται τοὺς σφυγμοὺς ἀλλοιοῦντες εἰς
13. σκληρότητα, καθάπερ ἐφ’ ἑτέρων σπλάγχνων αἱ φλεγμοναί
14. τε καὶ οἱ σκίῤῥοι. φθάνει γὰρ ἀπολέσθαι τὸ ζῶον, συγκοπὲν
15. ἐπὶ τῇ τῶν τοιούτων ὄγκων γενέσει. πάντ’ οὖν εἴρηται
16. τὰ κατὰ τὴν καρδίαν, ὅσα τοὺς σφυγμοὺς ἀλλοιοῖ.
17. ὥστε κᾀμοὶ καιρὸς ἥκει καταπαύειν μὲν ἤδη τὸν ἐνεστῶτα
18. λόγον ἐν τῷδε, μεταβάντι δ’ ἐπὶ τὸν τέταρτον ἁπάντων
19. τῶν ἄλλων μορίων τῶν τοῦ σώματος ἐξηγήσασθαι
1. τὰς διαθέσεις, ὅσαι τε κατὰ δυσκρασίαν τινὰ γίνονται
2. καὶ ὅσαι δι’ ὄγκους παρὰ φύσιν, ὁποῖός τέ τις ἑκάστῃ
3. σφυγμὸς ἕπεται.

Cliquer un n° de page pour en afficher l’image