ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΡΟΓΝΩΣΕΩΣ
ΣΦΥΓΜΩΝ ΒΙΒΛΙΟΝ Δ.
1. Τέταρτος ἡμῖν οὗτος ὁ λόγος ἐστὶ τῆς διὰ
2. σφυγμῶν προγνώσεως, ἐν μὲν τοῖς πρώτοις δύο καθ’ ἕκαστον
3. σφυγμὸν προβληθέντα τὰς γεννώσας αὐτὸν ἐπισκεψαμένοις
4. διαθέσεις, ἐν δὲ τῷ τρίτῳ καθ’ ἑκάστην διάθεσιν τοὺς
5. οἰκείους σφυγμοὺς ἐξευροῦσιν. ἠρξάμεθα δ’ ἀπὸ τῶν τῇ καρδίᾳ
6. συμβαινόντων, ἐν οἷς εἰσι καὶ πυρετοὶ πάντες, ὡς ἐν τοῖς
7. ὑπὲρ αὐτῶν ἐπιδέδεικται λόγοις. ὅπερ οὖν ὑπόλοιπον ἔτι, τὰς
8. ἐν τοῖς ἄλλοις ἅπασι μορίοις τοῦ ζώου διαθέσεις, αἷς ἡ καρδία
9. συμπάσχουσα τοὺς σφυγμοὺς ἀλλοιοῖ, διέλθωμεν ἁπάσας
1. ἑξῆς, ὥσπερ καὶ τἄλλα πρόσθεν εἰς μέθοδον ἄγοντες. ἓν μὲν
2. δὴ τοῦτο μόνον ἁπασῶν αὐτῶν κοινὸν ἐπίστασθαι χρὴ, τὸ
3. μηδέποτε δύνασθαι τοὺς ἐν ὅλῳ τῷ ζώῳ σφυγμοὺς εἰς κοινὴν
4. ἀλλοίωσιν ἀχθῆναι, πρὶν τὴν καρδίαν συμπαθεῖν τῷ προτέρῳ
5. πεπονθότι μορίῳ, κατὰ μέρη δέ τινα τοῦ σώματος, ἀλλοιωθῆναί
6. τινας ἀρτηριῶν κινήσεις δύνασθαι, καὶ χωρὶς τοῦ πρὸς
7. τὴν καρδίαν ἐξικέσθαι τὴν βλάβην. ἐπὶ δὲ τούτῳ μνημονευομένῳ
8. πρώτας μὲν ἐπέλθωμεν ὅσαι τοῖς ἀναπνευστικοῖς ὀργάνοις
9. ἐγγίνονται διαθέσεις, εἶθ’ ἑξῆς ὅσαι τοῖς τροφικοῖς
10. ὀνομαζομένοις, εἶτ’ αὖθις ὅσαι τοῖς κατὰ κεφαλὴν, καὶ τελευταίας
11. ὅσαι τοῖς κατὰ κῶλα καὶ τὰ προφανῆ τοῦ ζώου
12. μέρη, κᾄπειθ’ ὅσαι τοῖς γεννητικοῖς.