7. Ὅπερ δ’ ἀναγκαιότατόν ἐστιν, εἰς ὀλίγα
8. κεφάλαια τὴν σύνοψιν αὐτῶν ἀναγαγεῖν πειραθῶμεν. ἡ μὲν
9. δὴ τῶν ἐνεστώτων διάγνωσις οὐδὲν ἄλλο ἐστὶν ἢ διαθέσεων
10. εὕρεσις· ἡ δὲ τῶν προγεγονότων οὐδὲν αὖ πάλιν ἄλλο τῶν
11. τὰς διαθέσεις ἐργαζομένων αἰτίων. εἰ τοίνυν ἅπασαι μὲν αἱ
12. διαθέσεις ἐν τῇδε τῇ πραγματείᾳ διῄρηνται, ἅπαντα δ’ εἴρηται
13. τὰ ποιητικὰ μὲν ἐν ἑτέραις πραγματείαις, τὰ δ’ ἐν τῇ
14. προηγουμένῃ τῆσδε τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων,
15. λείποιτ’ ἂν οὐδὲν ἔτι τῶν εἰς πρόγνωσιν ἀναγκαίων ἤτοι
16. τῶν προγεγονότων ἢ τῶν παρόντων. ὅτι δὲ καὶ ἡ τῶν μελλόντων
17. πρόγνωσις ἐκ τῶν ἐνεστώτων γίνεται, πολλάκις μὲν
18. ἤδη καὶ διὰ τῶν ἔμπροσθεν εἰρημένων ἐνεδειξάμεθα, καὶ νῦν
19. δ’ ἀναγκαῖον ἅπαντα διελθεῖν ἐπὶ κεφαλαίων τὸν λόγον,
1. ἀρχὴν αὐτῶν τήνδε ποιησαμένους τῆς περὶ τὸ μέλλον ἀποβήσεσθαι
2. διαγνώσεως. ἓν μὲν καὶ πρῶτόν ἐστιν εἰς ὅ τι τελευτήσει
3. τὸ νόσημα, πότερον εἰς ὄλεθρον, ἢ εἰς σωτηρίαν·
4. ἕτερον δ’ ἐπ’ αὐτῷ δεύτερον, ἐν τίνι μάλιστα τοῦτ’ ἔσται
5. χρόνῳ. καὶ τρίτον δ’ ἐπὶ τούτοις τίς ὁ τρόπος ἔσοιτο τοῦ τε
6. θανάτου καὶ τῆς σωτηρίας. ἁπάντων δὲ τούτων ἡ πρόγνωσις
7. ἐκ τῶν διαθέσεών ἐστιν. ἐξ αὐτῶν γὰρ, ὡς ἐδείξαμεν, ἥ τε τοῦ
8. νοσήματος ἰδέα καὶ τῆς δυνάμεως ἀῤῥωστία τε καὶ ῥώμη
9. διαγιγνώσκεται. τούτων δ’ ἀλλήλοις παραβαλλομένων τὰ
10. μέλλοντα γενήσεσθαι προγινώσκεται. τοῦ μὲν γὰρ νοσήματος
11. ἡ γνῶσις ἐκ τόπου τοῦ πεπονθότος ἐστὶ καὶ τῆς ἐν αὐτῷ
12. διαθέσεως· τῆς δὲ δυνάμεως ἐκ τῆς εὐκρασίας τε καὶ δυσκρασίας
13. τῶν στερεῶν σωμάτων. εἰ γὰρ ἀσθένειαι γίνονταί
14. τινες, διὰ τὸ πνεῦμα τὸ ψυχικὸν ὀλιγοχρόνιοί τ’ εἰσὶ καὶ
15. συμπτωματικαί. ἀλλήλοις δὲ τούτων παραβαλλομένων, εἰ
16. μὲν οἵα τέ ἐστι τὴν ἀκμὴν τοῦ νοσήματος ἐνεγκεῖν ἡ δύναμις,
17. ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον, ἔξωθέν γε μηδενὸς
18. ἁμαρτηθέντος· εἰ δ’ οὐχ οἵα τε, πάντως τεθνήξεσθαι.
19. τοῦ χρόνου δ’ ἡ πρόγνωσις, ἐν ᾧ τῶν εἰρημένων ἑκάτερον
1. ἔσοιτο, διὰ τῶνδε γινώσκεται. σωθήσονται μὲν οἱ μέλλοντες
2. σώζεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ ἂν ἡ φύσις ἐπικρατήσῃ
3. τελεώτατα τῆς νοσώδους διαθέσεως· τεθνήξεται δὲ
4. κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧπερ τὸ νόσημα τῆς δυνάμεως
5. εἰς τοσοῦτον ἔσται κρεῖττον ὡς ἐνέργειάν τινα τῶν πρὸς τὸ
6. ζῇν ἀναγκαίων ἀπολέσθαι. καὶ μὲν δὴ καὶ ὁ τρόπος ὅ τε
7. τοῦ θανάτου καὶ ὁ τῆς σωτηρίας ἐκ τῶν αὐτῶν προγνωσθήσεται.
8. τῶν γὰρ ἀπολλυμένων ἐνεργειῶν ἀναγκαίων εἰς τὸ
9. ζῇν ἔνιαι μὲν πνίξιν ἐπιφέρουσιν, ἔνιαι δὲ τῆς ζωτικῆς δυνάμεως
10. κατάπτωσιν, ἔνιαι δ’ ἀνάλογον τῆς ζωτικῆς κατάπτωσίν
11. τε καὶ οἷον πνίξιν. αἱ μὲν οὖν τῆς ζωτικῆς δυνάμεως
12. ἐπιφέρουσαι πνίξιν ἐκ τῶν τοῦ θώρακός τε καὶ πνεύμονος,
13. ἔτι τε τραχείας ἀρτηρίας καὶ λάρυγγος καὶ φάρυγγος
14. ὁρμῶνται διαθέσεις· ἔνιαι δὲ καὶ κατ’ αὐτὴν εὐθέως συνίστανται
15. τὴν καρδίαν· αἱ δὲ τὴν κατάπτωσιν ἔκ τε τῶν στομαχικῶν
16. ὀνομαζομένων διαθέσεων, ἐφ’ αἷς συγκόπτονται,
17. καὶ προσέτι τῶν καθ’ ἧπαρ χρονίων, ἐφ’ αἷς ἀτροφοῦσι,
18. καὶ ἀλγημάτων χρονίων, ἢ σφοδρῶν, ἔτι τε τῶν ἑκτικῶν
19. ἁπάντων πυρετῶν. συνελόντι δὲ φάναι, τοῦ τῆς καρδίας
1. σώματος αἱ μεγάλαι δυσκρασίαι, καθ’ ὃν ἄν τινα τρόπον ἢ
2. αὐταὶ καθ’ ἑαυτὰς εὐθὺς ἐξ ἀρχῆς, ἢ δι’ ἕτερα σπλάγχνα πάθωσι,
3. κατάπτωσιν ἐπάγουσι τῆς ζωτικῆς δυνάμεως. οὕτω δὲ
4. καὶ τῆς ψυχικῆς δυνάμεως αἱ μὲν ἀῤῥωστίαι ταῖς ἐγκεφάλου
5. μεγάλαις ἕπονται δυσκρασίαις, αἱ δ’ οἷον πνίξεις ταῖς τε
6. πληρώσεσι τῶν κοιλιῶν αὐτοῦ καὶ ταῖς ἐμφράξεσι τῶν εἰς
7. αὐτὰς ἡκόντων πόρων. ὥσθ’ ὅστις ἀκριβῶς διαγινώσκει μέτρον
8. τε δυνάμεως καὶ τόπον πεπονθότα καὶ τὴν ἐν αὐτῷ
9. διάθεσιν, οὗτός ἐστιν ὁ προγνωστικώτατος τῶν ἐσομένων.
10. ὅπως μὲν οὖν χρὴ διαγινώσκειν τὰ πεπονθότα μόρια δι’ ἑτέρας
11. δεδήλωται πραγματείας· ὅπως δὲ καὶ τὰς διαθέσεις αὐτῶν
12. ἐν ἐκείνῃ τε συνεπιδέδεικται κᾀν τοῖς περὶ κρίσεων
13. οὐχ ἥκιστα, καὶ μέντοι κᾀν τῇδε τῇ πραγματείᾳ. λέλεκται δὲ
14. καὶ περὶ τῶν δυνάμεων ἐν πολλοῖς πολλάκις ὡς ἔκ τε τῶν
15. ἐνεργειῶν αὐτῶν ἡ διάγνωσις ἔκ τε τῆς τῶν ἐνεργούντων
16. δυσκρασίας. περὶ μὲν δὴ τῶν ἄλλων δυνάμεως ἐν ἑτέρῳ
17. διώρισται, περὶ δὲ τῆς τοὺς σφυγμοὺς ἐργαζομένης, ἣν δὴ
18. καὶ ζωτικὴν ὀνομάζομεν, εἴρηται μὲν καὶ ἐν τούτοις οὐκ ὀλίγα,
19. λεχθήσεται δὲ καὶ νῦν.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 4.11, ed. Kühn, 1825, vol. 9, p. 417-420. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:4.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩