1. Ἐπειδὰν μὲν ἅπαντες ἀμυδροὶ τυγχάνωσιν
2. ὄντες οἱ σφυγμοὶ, κατὰ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἀῤῥωστεῖ,
3. καθ’ ὅλον μὲν τὸ σῶμα τούτου γινομένου, τοῦ τῆς καρδίας
4. σώματος ἔχοντος δυσκράτως, καθ’ ἓν δὲ μόριον, ἐκείνου
5. μόνου τοῦ μορίου. ἐπειδὰν δὲ κατὰ τὰς αὐτὰς ἀρτηρίας
6. ἐνίοτε μὲν ἀμυδρὸς ὁ σφυγμὸς, ἐνίοτε δ’ ᾖ σφοδρὸς, οὐ
7. κατὰ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἀσθενής ἐστιν, ἀλλ’ ὑπὸ
8. πλήθους βαρύνεται. μόνην δὲ οὔποθ’ εὗρον οὔτ’ ἐν ὅλῳ τῷ
9. σώματι τὴν τοιαύτην ἀνωμαλίαν οὔτε καθ’ ἕν τι· μόριον,
10. ἀλλὰ καὶ τἄλλα τρία γένη συμμεταβάλλοντά τε καὶ ἀνώμαλα
11. γινόμενα. λέγω δὲ τρία γένη τό τε κατὰ μέγεθος καὶ μικρότητα
12. καὶ τὸ κατὰ τάχος καὶ βραδύτητα καὶ τὸ κατὰ
13. πυκνότητα καὶ ἀραιότητα. καὶ γὰρ μεγάλοι καὶ μικροὶ καὶ
14. μέσοι, καὶ ταχεῖς καὶ βραδεῖς καὶ μέσοι, καὶ πυκνοὶ καὶ ἀραιοὶ
15. καὶ μέσοι, καθάπερ γε καὶ ἀμυδροὶ καὶ σφοδροὶ καὶ μέσοι
16. ταῖς ὑπὸ πλήθους χυμῶν βαρυνομέναις γίνονται δυνάμεσιν. εἰ
17. μὲν οὖν οἱ σφυγμοὶ οἱ σφοδροὶ καὶ μεγάλοι πλείους τῶν ἐναντίων
18. ὑπάρχοιεν, ἧττον ἡ δύναμις ὑπὸ τοῦ πλήθους κέκμηκεν·
19. εἰ δ’ οἱ μικροὶ καὶ ἀμυδροὶ, μᾶλλον. οὕτω δὲ καὶ τῶν κατὰ
1. μίαν πληγὴν ἀνωμάλων, ὅσοι τε διακοπτομένης ἡσυχίᾳ τῆς
2. κινήσεως, ὅσοι τε συνεχοῦς μενούσης ἐλέχθησαν γίνεσθαι,
3. πάντες οὗτοι τὰ τέλη τῶν κινήσεων εὐτονώτερά τε καὶ θάττονα
4. ποιούμενοι ῥωμαλεωτέραν ἐνδείκνυται τὴν δύναμιν
5. ὑπάρχειν ἁπάντων τῶν ἀμυδροτέραν τε καὶ βραδυτέραν
6. ποιουμένων. ἐλέχθη δ’ αὐτάρκως καὶ περὶ τῆς ἐν τοῖς
7. μυούροις διαφορᾶς. ὅταν οὖν ποτε ἐπὶ τῇ τοιαύτῃ καταστάσει
8. σφυγμῶν ὑψηλὸς ὁ σφυγμὸς φανῇ, δῆλον μὲν ὅτι
9. μέγας ἱκανῶς ὁ τοιοῦτός ἐστιν, ὡς ἔμπροσθεν εἴρηται, δηλώσει
10. δὲ τὴν φύσιν ἐπικρατεῖν ἤδη τοῦ πλήθους. ἀμυδρὸς
11. μὲν οὖν σφυγμὸς ὑψηλὸς οὐδέποτε γίνεται, μᾶλλον μέντοι
12. καὶ ἧττον σφοδρὸς, ὅσῳπερ ἂν ὑψηλότερός τε ἅμα καὶ σφοδρότερος
13. ἀποτελεσθῇ, τήν τε ῥώμην ἐνδείκνυται τῆς δυνάμεως
14. ἀκώλυτόν τε τὴν κίνησιν. εὐθὺς δὲ τῇ τοιαύτῃ μεταπτώσει
15. συμμεταβάλλειν ἀναγκαῖόν ἐστι τὴν ἔμπροσθεν ἀνωμαλίαν,
16. καὶ πρῶτον μὲν τοὺς μεγάλους καὶ ὑψηλοὺς σφυγμοὺς
17. πολὺ πλείους γενέσθαι τῶν ἐναντίων, ἔπειτα δὲ καὶ πάντας
18. ἑξῆς ὁμαλοὺς, ἐξ ἀνάγκης οὗτοι δι’ ἐκκρίσεων κριθήσονται.
19. καὶ οὐ μόνον τοῖς ὑψηλοῖς τε καὶ σφοδροῖς σφυγμοῖς,
1. ἀλλὰ καὶ τοῖς μεγάλοις ὁμοῦ καὶ σφοδροῖς ἕπεται τοῦτο·
2. βεβαιότερον δὲ καὶ ἀδιαψευστότερον, ὅταν ὑψηλοὶ γενηθῶσιν.
3. ἐπισκέπτεσθαι δὲ τηνικαῦτα τὴν κίνησιν τῆς συστολῆς·
4. ἀεὶ μὲν γὰρ ἀποτιθεμένην εὑρήσεις αὐτὴν τὸ πρόσθεν τάχος,
5. ἧττον δὲ καὶ μᾶλλον πάσχουσαν τοῦτο. διορισμὸς οὖν ἐντεῦθέν
6. σοι τοῦ τῆς κρίσεως ἤθους ὑπάρξει. βελτίων γὰρ ἡ
7. κρίσις ἀκολουθεῖν εἴωθε τοῦ κατὰ τὴν συστολὴν τάχους ἐπιπλέον
8. ἐκλυθέντος. εἰ δὲ καὶ τἄλλα τῆς πέψεως ὑπάρχοι
9. γνωρίσματα, γέγραπται δ’ ἐν τοῖς περὶ κρίσεων ἅπαντα, τὴν
10. ἀρίστην κρίσιν ἡ τοιαύτη προδηλοῖ κατάστασις, εἰ δὲ τὸ
11. τάχος τῆς συστολῆς ἐπ’ ὀλίγον ἐκλυθῇ, ἢ καὶ μήπω φαίνοιτο
12. πεπέφθαι τὸ νόσημα, γενήσεται μὲν ἡ μετ’ ἐκκρίσεως κρίσις,
13. οὐ μὴν ἀγαθή γε πάντως, ἀλλ’ ἔχουσά τι τῶν κακῶν κρίσεων,
14. ἢ ἓν, ἢ δύο, ἢ καὶ πάνθ’ ἅμα συνόντα. χωρὶς μέντοι
15. τοῦ προηγεῖσθαι τὴν προειρημένην ἀνωμαλίαν ὁ σφυγμὸς
16. μέγας τε καὶ σφοδρὸς γινόμενος οὐκ ἀεὶ σημαίνει τὴν
17. ἔκκρισιν· ὁ δ’ ὑψηλὸς ἀεὶ μὲν, ἀλλὰ χωρὶς τοῦ προγεγονέναι
18. τὴν ἀνωμαλίαν, εἰ συσταίη, μετρίας ἐκκρίσεις ἔσεσθαι
19. σημαίνει· παμπόλλας δ’, ὅταν ἐπὶ ταῖς πολλαῖς τὸ πρὸς
1. τὴν δύναμιν πλῆθος ἐνδεικνυμέναις ἀνωμαλίαις γενηθῇ.
2. θαυμαστὸν οὖν ἴσως δόξει τὸ τῶν ἀρίστων ἐκκρίσεων
3. ὑψηλόν τε ἅμα καὶ σύμμετρον τῷ τάχει κατὰ τὴν συστολὴν
4. προηγεῖσθαι σφυγμὸν, ἑπομένων γε τῶν ἐκκρίσεων οὐκ
5. ἐν ταῖς διαστολαῖς τῶν ἀρτηριῶν, ἡνίκα ἕλκουσιν εἰς ἑαυτὰς,
6. ἀλλ’ ἐν ταῖς συστολαῖς, ἡνίκ’ ἐκκρίνουσι. καί μοι δοκεῖ
7. τοῦτο μάλιστα καὶ τοὺς περὶ τὸν Ἀρχιγένη πεῖσαι
8. κατὰ μὲν τὰς συστολὰς ἕλκειν τι τὰς ἀρτηρίας εἰς ἑαυτὰς,
9. κατὰ δὲ τὰς διαστολὰς ἐκκρίνειν. ἀλλ’ ὅτι μὲν ἀδύνατον
10. τοῦτο, δέδεικται διὰ τὸ περὶ χρείας σφυγμῶν· ἥτις δ’
11. ἐστὶν ἡ αἰτία, δι’ ἣν ὁ ὑψηλός τε ἅμα καὶ ὁ ταχὺς ἐν
12. τῇ συστολῇ σφυγμὸς ἀγγέλλει κριτικὰς ἐκκρίσεις, ἐν τῷδε
13. λεχθήσεται· οὐχ ἡ αὐτὴ δύναμίς ἐστιν ἥ τε ζωτικὴ προσαγορευομένη
14. καὶ ἡ θρεπτική τε καὶ ἡ φυσική. τῆς μὲν γὰρ
15. ἔργον ἐστὶν ἓν τοῦτο μόνον, ἡ τοῦ σφυγμοῦ γένεσις· ἡ φυσικὴ
16. δὲ τό τ’ οἰκεῖον εἰς τὴν θρέψιν ἕλκειν καὶ τὸ μὴ
17. τοιοῦτον ἀποκρίνειν σὺν τῷ καὶ κατέχειν δηλονότι καὶ
18. ἀλλοιοῦν τὸ οἰκεῖον. εἰς γὰρ τὸ τρέφεσθαι τὰ σώματα
19. τούτων ἁπάντων δεῖται, καθάπερ γε καὶ εἰς τὸ φυλάττεσθαι
1. τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας τοῦ διαστέλλεσθαί
2. τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας καὶ τὴν καρδίαν.
3. ἥντινα δύναμιν οὔτ’ ἐν τοῖς φυτοῖς ἔστιν εὑρεῖν
4. οὔτ’ ἐν τοῖς ζώοις ὅσα ψυχρὰ, καθάπερ τά τ’ ὄστρεα καὶ
5. ὅσα προσπέφυκε πέτραις, ἤ τισιν ἄλλοις στερεοῖς σώμασιν.
6. ὅσα δὲ θερμὰ τῶν ζώων ἐστὶ, καὶ μάλιστα τὰ ἔναιμα, φανερωτάτην
7. τε καὶ σφοδροτάτην ἔχει τὴν τοιαύτην δύναμιν.
8. αὕτη μὲν οὖν ἐν ταῖς συστολαῖς τῶν σφυγμῶν ἀποχεῖ
9. τὸ λιγνυῶδες περίττωμα μόνον, ὅσον ἂν ἐμποδὼν ἵστηται
10. τῇ συμμετρίᾳ τῆς ἐμφύτου θερμασίας, ὥσπέρ γε καὶ
11. κατὰ τὰς διαστολὰς ἐπισπᾶται τὸ ἀναψῦχον αὐτήν. ἡ δὲ
12. ἑτέρα δύναμις ἡ θρεπτικὴ τό τ’ οἰκεῖον εἰς τὴν θρέψιν
13. ἕλκει καὶ τὸ ἄχρηστον ἐκκρίνει. διάφοροι μὲν οὖν αἱ ἀρχαὶ
14. τῶν δυνάμεών εἰσιν, ὡς καὶ τοῦτ’ ἐν τοῖς περὶ τῶν
15. Ἱπποκράτους τε καὶ Πλάτωνος ἐπιδέδεικται δογμάτων· ἐπιμίγνυται
16. δ’ ἀλλήλαις ἐν τοῖς κατὰ μέρος ὀργάνοις. αἱ γοῦν
17. ἀρτηρίαι καθόσον τρέφονται τῇ θρεπτικῇ διοικοῦνται δυνάμει,
18. καὶ ταύτης ἔργον ἐστὶν ἔκκρισις τῶν περιττωμάτων
1. τῆς τροφῆς, ὥσπερ τῆς ἑτέρας τῆς ζωτικῆς ἡ τῶν καπνωδῶν
2. περιττωμάτων ἔκκρισις. ὅταν μὲν οὖν ταῦτα πλεονάζῃ, μεγίστην
3. τε ἅμα καὶ ταχεῖαν αἱ ἀρτηρίαι ποιοῦνται τὴν
4. συστολὴν, καὶ εἴπερ ἦν ἐς αὐτὰς ἔσω καθέντα τὸν δάκτυλον
5. ἐπὶ τὴν τῶν σφυγμῶν διάγνωσιν ἥκειν, ᾐσθόμεθα
6. ἂν αὐτῶν ἀκριβῶς ἐπὶ πλεῖστον εἴσω φερομένων·
7. ἐπεὶ δ’ ἀδύνατον τοῦτο, τῷ τάχει μὲν πρώτως καὶ μάλιστα
8. προσέχειν τὸν νοῦν χρή· ἑξῆς δὲ καὶ τῷ ποσῷ τῆς
9. συστολῆς, εἴ τις ἱκανῶς εἴη διαγινώσκειν αὐτὴν γεγυμνασμένος.
10. ἐπειδὰν δὲ ταῦτα μὲν τὰ περιττώματα μηκέτι ᾖ,
11. πεφθῶσι δ’ οἱ πρότερον σηπόμενοι χυμοὶ, ἑτέρᾳ δυνάμει τῇ
12. φυσικῇ τὰ περιττώματα τῶν πεφθέντων ἐκκρίνεται. διαπεφοίτηκε
13. δ’ αὕτη διὰ παντὸς μορίου τοῦ ζώου, καὶ διὰ
14. τῶν σαρκῶν καὶ διὰ τῶν νεύρων καὶ διὰ τῶν συνδέσμων
15. καὶ διὰ τῶν ὀστῶν, οὐ διὰ μόνων τῶν ἀρτηριῶν τε καὶ
16. φλεβῶν διατέταται. αὕτη τοίνυν ἐστὶν ἡ δύναμις ἡ καὶ
17. τὰς κρίσεις ἐργαζομένη, καὶ καθόσον ταύτης μετέχουσιν αἱ
18. ἀρτηρίαι, τὸ περιττὸν ἀποτρίβονται. διὰ δὲ τὴν ἑτέραν
19. δύναμιν τὴν σφυγμικὴν, ἧς μόναι μετέχουσιν, ἀποκρίνουσιν
1. ἐν ταῖς συστολαῖς τὸ καπνῶδες περίττωμα, καθάπερ ἐν
2. ταῖς διαστολαῖς ἕλκουσι τὸ ἀναψῦχον αὐτάς. ἡ χρεία δ’
3. οὐκ ἴση διὰ παντὸς ἑκατέρων ἐστὶν, ἀλλ’ ἡ τοῦ πλεονάζοντος
4. ἔστιν ὅτε κρατεῖ. καὶ τοίνυν καὶ τυποῖ καθ’
5. ἑαυτὴν τὸν σφυγμὸν, εἰ καὶ τὰ τῆς δυνάμεως ὡσαύτως
6. ἔχοι. τοῦ μέντοι καπνώδους περιττώματος κρατοῦντος ἐπὶ
7. πλεῖστον μὲν συστέλλεται, διαστέλλεται δ’ οὐκ ἐπὶ πλεῖστον
8. ἡ καρδία μετὰ τῶν ἀρτηριῶν, ἀλλὰ τοσοῦτον μόνον
9. ὅσον αὔταρκες εἰς ἀνάψυξιν ἀπὸ τῆς ἐσχάτης συστολῆς
10. αὐταῖς ὑπάρχει. εἰ δὲ τὸ μὲν καπνῶδες θερμὸν
11. ὀλίγον εἴη, πλεῖστον δὲ τὸ ἀπέριττόν τε καὶ καθαρὸν
12. καὶ οἷον φλογῶδες, ἐπιπλεῖστον μὲν ἐξαίρονται διαστελλόμενα,
13. συστέλλονται δὲ τοσοῦτον μόνον ὅσον ἱκανὸν εἰς
14. τὴν τῆς ἑτέρας χρείας ἐκπλήρωσιν. ὥστε ἀεὶ μὲν ἴση κατὰ
15. τὸ μέγεθός ἐστιν ἡ διαστολὴ τῇ συστολῇ, πλὴν εἰ κατά
16. τινα τύχην ἐπιβαλλόντων ἡμῶν τοὺς δακτύλους ἐξαίφνης
17. ἡ μεταβολὴ γίνοιτο· διαφέρει δὲ ἐν τῷ ποτὲ μὲν τὴν
18. ἔξω κίνησιν ἐπικρατεῖν, ποτὲ δὲ τὴν ἔσω, καὶ σημαίνει,
19. καθάπερ εἴρηται, καπνώδη μέν τινα κατὰ τὰς ἀρτηρίας
1. εἶναι θερμασίαν ἡ εἴσω κίνησις κρατοῦσα, πυρώδη δὲ καὶ
2. καθαρὰν ἡ ἔξω. διὰ ταύτην μὲν δὴ τὴν αἰτίαν ὁ ὑψηλὸς
3. σφυγμὸς ἐκκρίσεώς ἐστι δηλωτικὸς, ἐπὶ πεπεμμένοις
4. ἤδη τοῖς τὸν πυρετὸν ἐργαζομένοις γινόμενος χυμοῖς· ἀεὶ
5. δ’ ἔκκρισις ἅπασα κατὰ λόγον φύσεως ἀποτελουμένη πέψεσιν
6. ἕπεται. καὶ γὰρ κατὰ τὴν γαστέρα τότε ἀποκρίνουσα
7. φαίνεται τὸ περιττὸν ἡ φύσις, ὅταν πέψῃ. τὰς
8. δὲ ἄλλας ἁπάσας ἐκκρίσεις, ὅσαι πρὶν πεφθῆναι τὴν τροφὴν
9. γίνονται, ποτὲ μὲν τῷ δάκνεσθαι πρὸς τῶν ἐν αὐτῇ
10. περιεχομένων, ποτὲ δὲ τῷ βαρύνεσθαι πρὸ τοῦ καιροῦ
11. τῆς πέψεως ἀναγκάζεται ποιεῖσθαι. κατὰ δὲ τὸν αὐτὸν
12. λόγον καὶ ἡ καθ’ ὅλον τὸ σῶμα δύναμις, ἐπειδὰν ἱκανῶς
13. πέψῃ τὸν οἰκεῖον ἑκάστου μορίου χυμὸν, ἀποκρίνει τηνικαῦτα
14. τὸ περιττὸν, ὅταν γε, ὡς εἴρηται, μηδὲν αὐτὴν
15. ἐρεθίζῃ πρὸ τοῦ καιροῦ. τὸ πλῆθος δὲ τῆς ἐκκρίσεως
16. ἔκ τε τοῦ τὰ πληθωρικὰ προγεγονέναι σημεῖα καὶ ἐκ τῆς
17. παρούσης φλογώδους θερμασίας προγινώσκεται. διὰ δὲ
18. τὴν αὐτὴν ταύτην θερμασίαν οἱ σφυγμοὶ μεγάλοι φαίνονται
19. καὶ ὑψηλοί. χείρισται τοιγαροῦν τῶν ἐκκρίσεών
1. εἰσιν ἐφ’ ὧν ὁ σφυγμὸς οὔτε μέγας ἐστὶ καὶ ταχὺς ἐν
2. τῇ συστολῇ φαίνεται. εἰ δὲ δὴ καὶ μέχρι πλείονος εἴσω
3. χωροίη τὸ καπνῶδες, οὗτος μάλιστα σημαίνει περίττωμα
4. κρατεῖν, καὶ διὰ τοῦτ’ ἄπεπτον ὑπάρχειν τὴν νόσον.
5. εἰ δ’ ἐν τούτῳ καὶ ἄτονος ὁ σφυγμὸς εἴη, κίνδυνος
6. συγκοπῆναι. φλεγματωδεστέρου δὲ τοῦ νοσήματος
7. ὑπάρχοντος, ὅταν ἐπὶ τοῖς ἀνωμάλοις σφυγμοῖς ἡ μετάπτωσις
8. εἰς πλείους τοὺς σφοδροὺς καὶ μεγάλους ἀποτελεσθῇ,
9. δι’ ἀποστάσεως ἡ κρίσις, καὶ μᾶλλον, ὅταν
10. ἤδη χρονίζῃ· καὶ μᾶλλον, ὅταν ἔτι κατὰ χειμῶνα καὶ
11. ψυχρὰν ἡλικίαν καὶ φύσιν καὶ χώραν. εἰς ὅ τι δὲ μάλιστα
12. τοῦ σώματος ὁρμήσει μόριον ἡ ἀπόστασις ἐκ τῶν
13. σφυγμῶν οὐκ ἔνεστι προγινώσκειν, ἀλλ’ ὡς κᾀν τοῖς περὶ
14. κρίσεων εἴρηται, σκέπτεσθαι χρὴ τὰς ῥοπὰς τῆς φύσεως,
15. ἃς κᾀν τοῖς περὶ κρίσεων λογισμοῖς τὸν τρόπον τῆς κινήσεως
16. ἔφαμεν ἐνδείκνυσθαι. ὅταν γὰρ ὁ σφυγμὸς ἐκκριτικὸς
17. ἀκριβῶς ᾖ, συνόντων μὲν αὐτῷ τῶν αἱμοῤῥαγικῶν
18. καλουμένων σημείων, ἐκ ῥινῶν αἱμοῤῥαγήσουσιν· ἀπόντων
1. δὲ αὐτῶν ἐξ ἄλλου τινὸς χωρίου διασκέπτεσθαι τὴν ἔκκρισιν.
2. εἴρηται δὲ περὶ τοιούτων ἁπάντων αὐτάρκως ἐν
3. τοῖς τῶν κρίσεων ὑπομνήμασιν.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 4.12, ed. Kühn, 1825, vol. 9, p. 421-430. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:4.12
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩