Galenus. De praesagitione ex pulsibus (De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]

Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1

De praesagitione ex pulsibus, 4.6, ed. Kühn, 1825, vol. 9, p. 401-403. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:4.6

16. Γαστὴρ δὲ κακοπραγοῦσα κατὰ δυσκρασίαν
17. μὲν ἀνάλογον τοῖς προειρημένοις ἀλλοιώσει σφυγμοὺς,
18. δι’ ὄγκον δέ τινα κατὰ μὲν τὸν πυθμένα συμβάντα
19. τοῖς ἄλλοις ἀνάλογον· εἰ δ’ ἐν τῷ στόματι γένοιτο,
1. σκληρότερος ὁ σφυγμὸς ἔσται διὰ τὸ πλῆθος τῶν νεύρων, οὐ
2. μὴν οὕτω γε σκληρὸς ὡς ἐπὶ διαφράγματι. παμπόλλῳ γὰρ
3. ἀπολείπεται τοῦδε, καίτοι γ’ οὐκ ἀπολειπομένου τοῦ μορίου
4. τῷ μεγέθει τῶν νεύρων. ἀλλὰ διὰ μὲν ταῦτα τὰ νεῦρα τὸ
5. περιττὸν τῆς αἰσθήσεως ἔχει· μαλακὰ γάρ ἐστι καὶ μεγάλα
6. καὶ ἀπ’ αὐτῆς ἐκπέφυκε τῆς ἀρχῆς· διὰ δὲ τὸ τῆς τοῦ σώματος
7. οὐσίας σαρκοειδὲς ἀπολείπεται σκληρότητι τοῦ θ’ ὑπεζωκότος
8. καὶ τῶν φρενῶν. σύντονα γὰρ ἐκεῖνα τὰ μόρια καὶ
9. σκληρὰ καὶ πυκνὰ, διὸ καὶ τείνεται μᾶλλον εἰς ὄγκον αἰρόμενα.
10. καὶ τὰ νεῦρα δ’ αὐτῶν ὁμοίως αὐτοῖς τοῖς ὀργάνοις
11. σκληρὰ καὶ σύντονα, τὰ δὲ τῆς γαστρὸς, ὡς εἴρηται, μαλακά.
12. ταῦτά τοι σκληρότατοι μὲν ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι,
13. καὶ διὰ τοῦτο καὶ μικροὶ γίνονται σφυγμοὶ, καὶ εἰ θερμασία
14. τις αὐτοῖς συνείη, καθάπερ ἐν φλεγμοναῖς τε καὶ πυρετοῖς,
15. εὐθὺς καὶ πυκνότατοι. κατὰ δὲ τὸ τῆς γαστρὸς στόμα σκληρὸς
16. μὲν οὐδέποθ’ οὕτως ὁ σφυγμὸς, ὅτι μήτ’ αὐτὰ τὰ νεῦρα
17. μήτε τὸ μόριον σύντονον, μικροὶ μέντοι καὶ πυκνοὶ πολλάκις
18. ἐπὶ τῷ περιττῷ τῆς αἰσθήσεως, ὅτι τάχιστα καμνούσης
1. τε καὶ καταλυομένης τὴν δυνάμεως. ἐμάθομεν γὰρ ὁποίους
2. ἄλγημα, καὶ μάλιστα τὸ τῆς δυνάμεως ἁπτόμενον ἐργάζεται
3. τοὺς σφυγμούς. ὥσπερ δ’ ἐπὶ τοῖς ἀλγήμασι τοῖς κατὰ τὸ
4. στόμα τῆς γαστρὸς ἡ δύναμις τάχιστα κάμνει, κατὰ τὸν αὐτὸν
5. λόγον οὐκ ἀνέχεται πλήθους οὐδ’ ἐπ’ ὀλίγον, ἀλλὰ βαρύνεταί
6. τε καὶ κάμνει, καὶ τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζεται.
7. λέλεκται δ’ ἐν τοῖς ἔμπροσθεν ὁποῖοι σφυγμοὶ γίνονται βαρυνομένης
8. δυνάμεως ὑπὸ πλήθους ὕλης, ὥσπερ γε καὶ οἷοί τινες
9. αῤῥωστούσης. ἀμφοτέρας οὖν τὰς βλάβας τῆς δυνάμεως ἑπομένας
10. ἔχον τὸ στόμα τῆς γαστρὸς εὐλόγως ἐργάζεται τοὺς
11. σφυγμοὺς ἐνίοτε μὲν ἀμυδροὺς καὶ μικροὺς καὶ πυκνοὺς,
12. ἐνίοτε δὲ ἀνωμάλους, ἔν τε τοῖς εἰρημένοις τρισὶ γένεσι καὶ
13. προσέτι τῷ κατὰ τάχος τε καὶ βραδύτητα.

Cliquer un n° de page pour en afficher l’image