14. Καὶ τοίνυν οὐδὲν ἔτι χαλεπὸν οὐδὲ ἐπὶ
15. τῶν ὑπολοίπων ὀργάνων τῆς τροφῆς ἐξευρίσκειν τὰς τροπὰς
16. τῶν σφυγμῶν εἰς τὰ προειρημένα σύμπαντα καθάπερ εἰς
17. στοιχεῖα βλέποντας, ὡς μηδὲν αὐτῶν ἄσκοπον παραλιπεῖν.
18. ὅσα μὲν γὰρ ἐγγυτέρω τε τῆς καρδίας ἐστὶ καὶ διὰ μεγάλων
19. ἀγγείων κοινωνεῖ, θᾶττόν τε καὶ μᾶλλον αὐτὴν εἰς συμπάθειαν
1. ἄξει· ὅσα δ’ ἀπωτέρω τε καὶ διὰ μικρῶν, ἧττόν τε καὶ
2. βραδύτερον. οὕτως δὲ καὶ ὅσα μέν ἐστι σκληρὰ καὶ
3. σύντονα καὶ νεύρων πλείστων μετέχει σκληρῶν, ἑτοίμως
4. ταῦτα τοὺς σφυγμοὺς ἐργάζεται σκληροὺς, ὅσα δὲ ἐναντία,
5. μαλακούς. ὅσα δ’ αἰσθητικὰ, βλάψει τὴν δύναμιν ἑκατέραν
6. τὴν βλάβην. ὥστε οὐδὲν χαλεπὸν ἐξευρεῖν αὐτόν τινα καθ’
7. αὑτὸν ἕκαστον τῶν μορίων, ὁποῖόν τινα τὸν σφυγμὸν ἐργάζεται
8. καθ’ ἕκαστον πάθος, οἷον αὐτίκα κύστις καὶ μήτρα
9. τῇ θέσει μὲν οὐδὲν ἀλλήλων διαφέρουσι, σκληροτέρα δ’
10. ἐστὶ καὶ νευρωδεστέρα ἡ κύστις· ὥστε καὶ τοὺς σφυγμοὺς
11. φλεγμαίνουσα μᾶλλον τῆς μήτρας ἐργάζεται σκληροὺς, ἀλλοιώσει
12. δὲ θᾶττόν τε καὶ μᾶλλον αὐτοὺς εἰς μέγεθός τε καὶ
13. μικρότητα καὶ τὰς ἄλλας διαφορὰς ἡ μήτρα. μείζους τε
14. γὰρ ἀρτηρίας ἔχει καὶ φλέβας καὶ πολὺ πρότερον ἀποφυομένας
15. τῶν κατὰ ῥάχιν ἀγγείων τῶν μεγάλων ἤπερ αἱ εἰς τὴν
16. κύστιν ἥκουσαι. τὰ δὲ τῆς ὀδύνης ἀμφοτέροις τοῖς ὀργάνοις,
17. ὅσον μὲν ἐπὶ τῷ νευρῷ ἐξ ἴσου μετέχειν, ὡσαύτως, ὅσον δ’
18. ἐπὶ τῷ πυκνότερον καὶ σκληρότερον εἶναι τὸ τῆς κυστέως
19. σῶμα, μείζους ἐν τούτῳ. τὰ γὰρ ἐν πυκνοτέροις σώμασιν
1. ἐμφραττόμενά τε καὶ σφηνούμενα τῶν· ὑγρῶν ὀδυνηρότερα
2. τῶν ἐν ἀραιοτέροις τέ ἐστι καὶ μαλακοῖς, ὡς ἂν βιαιοτέραν
3. ποιούμενα τὴν τάσιν, ᾗ τὸ τῆς ὀδύνης εἵπετο μέγεθος.
4. οὕτως μὲν οὖν χρὴ μεθόδῳ ζητεῖν ἁπάσας τῶν μορίων τὰς
5. διαφοράς.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 4.7, ed. Kühn, 1825, vol. 9, p. 403-405. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:4.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩