6. Ἀλλ’ ἐγὼ γυμνασίας ἕνεκα καὶ τὰς τῶν
7. ἄλλων ἔπειμι τῶν ἐκτὸς βουβώνων τε καὶ μασχαλῶν, ἐπειδὴ
8. καὶ τούτοις ἔστι μέν τι παρὰ τὰ πρόσθεν εἰρημένα σύμπαντα
9. διάφορον, ὥσπερ καὶ πρὸς ἄλληλα κατὰ μέρος, ἔστι
10. δέ τι καὶ κοινὸν, ἀλλήλοις τε καὶ τοῖς προειρημένοις. τὸ μὲν
11. δὴ πόῤῥω τῆς καρδίας εἶναι κοινὸν ἀμφοῖν ἐστι καὶ μᾶλλον
12. τοῖς κάτω· διαφέρει δ’ ἀλλήλων ταῖς οὐσίαις τε καὶ ταῖς
13. ἐνεργείαις, ὥσπερ γε κοινόν τι πρὸς ἄλληλα καὶ τὰ πρόσθεν
14. εἰρημένα σύμπαντα κέκτηται κατὰ τὰς προειρημένας ἁπάσας
15. διαφοράς. ἔστι γάρ τοι καὶ τούτων αὐτῶν τὰ μὲν σκληρότερά
16. τε καὶ πυκνότερα, τὰ δ’ ἀραιότερά τε καὶ μαλακώτερα,
17. καὶ τὰ μὲν πλειόνων τε καὶ μειζόνων, τὰ δ’ ἐλαττόνων τε καὶ
18. μικροτέρων ἀγγείων τε καὶ νεύρων μετέσχηκε, καὶ τὰ μὲν
1. αἰσθητικώτερα τετύχηκεν ὄντα, τὰ δ’ ἀναισθητικώτερα. τὴν
2. δ’ ἐν ταῖς ἐνεργείαις αὐτῶν διαφορὰν οὐδεὶς ἀγνοεῖ, καὶ μάλιστα
3. τῶν ἄνω μασχαλῶν. σκέλη μὲν γὰρ καὶ χεῖρες ἐνεργειῶν
4. ἕνεκα προαιρετικῶν ἐγένοντο, παραπλησίων ἀλλήλαις
5. κατὰ γένος. ὀφθαλμοὶ δὲ καὶ ὦτα καὶ γλῶττα μήνιγγές τε
6. καὶ αὐτὸς ὁ ἐγκέφαλος, ὅσα τε κατὰ τὸν τράχηλόν ἐστι μόρια,
7. πολὺ δή τι ταῖς ἐνεργείαις διαφέρει τῶν κατὰ τὰ κῶλα μορίων.
8. ἕπεσθαι τοίνυν εἰκὸς ἑκάστῳ συμπτωμάτων οἰκείαν
9. ἰδέαν, οὐχ ὁμοίως ἀλλοιοῦσαν τοὺς σφυγμούς· οἷον αὐτίκα,
10. καίτοι γ’ ἐν τούτῳ κειμένων ἐγκεφάλου τε μηνίγγων ἅπασι
11. τοῖς κατὰ τὴν κεφαλὴν, ἐπὶ μὲν ταῖς τούτων φλεγμοναῖς ἐξ
12. ἀνάγκης πυρέττουσί τε καὶ παραφρονοῦσιν, ἐπὶ δὲ ταῖς τῶν
13. ἄλλων οὐκ ἐξ ἀνάγκης. αἱ γοῦν τῶν κροταφιτῶν μυῶν φλεγμοναὶ
14. καὶ πυρετοὺς καὶ παραφροσύνας καὶ σπασμοὺς καὶ κάρους
15. ἐπιφέρουσι πολλάκις, ὁπόταν μεγάλαι γενηθῶσιν, οὔτ’
16. ἐξ ἅπαντος οὔθ’ ὅταν μικραὶ τύχωσιν οὖσαι, τὰ τοιαῦτα
17. συμπτώματα φέρουσιν. ὁ δ’ ἐγκέφαλος αὐτὸς, ὁπόταν εἰς
18. δυσκρασίαν ἐμπέσῃ νοσώδη, τὸ τῆς δυσκρασίας οἰκεῖον ἐξ
19. ἀνάγκης ἐπιφέρει σύμπτωμα, κατὰ μὲν τὰς ἀμέτρους θερμασίας,
1. εἰ μὲν αὐταὶ μόναι καθ’ αὑτάς ποτε γένοιτο, παραφροσύνη·
2. εἰ δὲ μετὰ ξηρότητος, ἅμα ταῖς ἀγρυπνίαις. οἰκεῖον
3. γὰρ ξηρότητι τὸ σύμπτωμα τοῦτο, καθάπερ γε καὶ
4. ὑγρότητι, βαθὺς ὕπνος, ἢ κῶμα. τῆς ψύξεως δ’ αὐτοῦ
5. σύμπτωμά ἐστιν ἀχώριστον ἡ καλουμένη μώρωσις. εἰ
6. δὲ σὺν ὑγρότητι γένοιτο, βαθεῖα τοῖς τοιούτοις ἕπεται καταφορά.
7. πολλῷ δὲ τοῦ κατὰ φύσιν ὑγρότερός τε καὶ θερμότερος
8. ἀποτελεσθεὶς τὴν σὺν ἀγρυπνίᾳ τε καὶ παραφροσύνῃ φέρει
9. καταφοράν. εἴρηται δὲ αὐτῆς ἡ ἰδέα πᾶσα καθ’ ἕτερον
10. γράμμα τὸ περὶ τοῦ παρ’ Ἱπποκράτους κώματος. ἰσχυρὰ δὲ
11. ψύξις ἐγκεφάλου μετὰ ξηρότητος γινομένη ἀκινησίαν μὲν
12. ἐπάγει τοῦ σώματος σύμπαντος, οὐ μὴν κωματώδεις εἰσὶν,
13. ἀλλ’ ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς ἀσκαρδαμυκτὶ βλέπουσιν. οἱ
14. σφυγμοὶ δ’, ὧν ἕνεκεν εἴρηται ταῦτα, θερμοῦ μὲν ἱκανῶς ἐγκεφάλου
15. χωρὶς ξηρότητος, ἐν μὲν τῇ συστάσει τῆς ἀρτηρίας
16. σύμμετροί τε καὶ τοῖς κατὰ φύσιν ὅμοιοι, μεγέθει δ’ ὑπερβάλλοντες
17. καὶ τάχει καὶ πυκνότητι τοσοῦτον ὅσον ἂν
18. ἡ νοσώδης θερμότης ὑπὲρ τὴν κατὰ φύσιν ᾖ. εἰ δὲ μὴ
1. μόνον εἴη θερμότερος, ἀλλὰ καὶ ξηρότερος νοσωδῶς, εὐθὺς
2. μὲν δήπου καὶ ἡ διεζωκυῖα μήνιγξ αὐτὴν, ἡ λεπτὴ, παραπλησίως
3. διακείσεται. σὺν αὐτῇ δὲ καὶ τὰ νεῦρα σύμπαντα,
4. καὶ ἐκεῖνα καὶ αἱ ἀρτηρίαι, σκληρότερον ἔχουσι τὸν σφυγμὸν,
5. ὅτι τε τείνονται τὸν χιτῶνα καὶ ξηραίνονται. δέδεικται γὰρ
6. ἑτέρωθι περὶ τῆς τῶν ἀρχῶν συμπαθείας. εἰ δ’ ἐκ χολώδους
7. χυμοῦ πλεονεξίας εἰς θερμὴν καὶ ξηρὰν ἀχθείη διάθεσιν ὁ
8. ἐγκέφαλος, ἔτι δὴ καὶ μᾶλλον ἡ τάσις ἐγγίνεται ταῖς ἀρτηρίαις.
9. οὕτω δὲ καὶ ἡ ἐξ αἵματος θερμοῦ καὶ οἷον ζέοντος
10. ἡ μὲν ξηρότης ἥττων, μείζων δ’ ἡ τάσις αὐταῖς τε ταῖς μήνιγξιν
11. ὑπάρχει καὶ τοῖς νεύροις καὶ ταῖς ἀρτηρίαις. ὁ μὲν χολώδης
12. χυμὸς, ὁ γοῦν ὠχρὸς, οὗ νῦν μεμνήμεθα, λεπτομερὴς
13. ὑπάρχων οὐχ ὁμοίως σφηνοῦται κατὰ τὰ μαλακὰ σώματα,
14. ὥστε οὐδ’ εἰς ὄγκον αἴρειν αὐτὰ δύναται. τὸ δ’ αἷμα τὸ θερμὸν
15. ἐμφράττεταί τε καὶ σφηνοῦται μᾶλλον, ὥστε καὶ τὸν
16. ὄγκον ἐργάζεται μείζω καὶ τὴν τάσιν ἰσχυροτέραν. καὶ τοίνυν
17. προσέχειν ἀκριβῶς χρὴ τῇ τῆς ἀρτηρίας συστάσει, πότερον
18. ὑπὸ ξηρότητος, ἢ τάσεως ὁ χιτὼν φαίνεται σκληρός·
1. εἶτ’ εἰ μὲν ἐπὶ ξηρότητι φαίνοιτο, δυοῖν θάτερον ἡγεῖσθαι
2. κατὰ τὸν ἐγκέφαλον ὑπάρχειν, ἢ δυσκρασίαν θερμὴν καὶ ξηρὰν,
3. ἢ χολῆς πλεονεξίαν· εἰ δ’ ἐπὶ τάσει, φλεγμονώδη διάθεσιν·
4. εἰ δ’ ἐπ’ ἀμφοῖν, ἡγεῖσθαι χρὴ καὶ αὐτὴν τὴν διάθεσιν
5. εἶναι σύνθετον ἐξ αἱματώδους τε καὶ πικροχόλου χυμοῦ.
6. παραφρονοῦσι μὲν οὖν ἅπαντες οἱ τοιοῦτοι διηνεκῆ παραφροσύνην,
7. διαλλάττουσι δ’ ἀλλήλων τῷ τοὺς μὲν ἐπὶ δυσκρασίᾳ
8. μόνῃ, μετρίως τε πάσχειν τοῦτο, καὶ ἀῤῥωστεῖν ἁπάσαις ταῖς
9. προαιρετικαῖς ἐνεργείαις, τοὺς δ’ ἐπὶ χολώδει χυμῷ μήτ’
10. ἀῤῥωστεῖν, ἐξίστασθαί τε κατὰ τὰς παραφροσύνας ἰσχυρῶς.
11. ὅσοι δ’ ἐπὶ μελαίνῃ χολῇ ζεσάσῃ διὰ σηπεδόνα τοιοῦτόν τι
12. πάσχουσι, ῥᾳδίως ἐξίστανται, σκληροὶ δὲ καὶ τούτων εἰσὶν
13. οἱ σφυγμοὶ δι’ ἀμφοτέρας τὰς αἰτίας, ξηρότητά τε καὶ τάσιν,
14. εὐθὺς δὲ δήπου καὶ μικροὶ διὰ τὴν σκληρότητα καὶ θάττους
15. τῶν κατὰ φύσιν, ὅτι πυρέττουσι, καὶ πυκνοὶ, διὰ τὸ μὴ πληροῦσθαι
16. τὴν χρείαν. αἱ δ’ ὑγραὶ δυσκρασίαι αἱ κατὰ τὸν ἐγκέφαλον
17. μαλακοὺς ἐν τῷ χρόνῳ τοὺς σφυγμοὺς ἀποτελοῦσι,
18. καὶ κωματώδη τὸν ἄνθρωπον. εἰ δὲ πυρετώδης αὐταῖς συνείη
19. θερμότης, λήθαργος μὲν ὀνομάζεται τὸ νόσημα, γίνεται δ’ ὁ
20. σφυγμὸς οὐ μαλακὸς μόνον, ἀλλὰ καὶ μέγας. εἰ δ’ ἐπὶ
1. σηπομένῳ φλέγματι κατὰ τὸν ἐγκέφαλον ἡ τοιαύτη γίνεται
2. διάθεσις, εἴη μὲν ἂν καὶ οὕτως τὸ νόσημα λήθαργος, ἕξει δ’
3. ὁ σφυγμὸς ἔμφασίν τινα τεινομένης τῆς ἀρτηρίας καίτοι μαλακῆς
4. ὑπαρχούσης. μεγάλοι δ’ εἰς τοσοῦτον ἐν τοῖς τοιούτοις
5. νοσήμασι πᾶσίν εἰσιν εἰς ὅσον ἂν ἡ θερμότης αὐξηθῇ. τὸ δὲ
6. τάχος ἤτοι παντάπασιν ἐλάχιστον, ἢ οὐδόλως ἐπιτείνεται
7. τούτοις, ὡσαύτως δὲ καὶ πυκνότης. ἅπαντα δὲ συναύξεται
8. ταῦτα τῷ πλήθει τῆς θερμασίας. ἐπιμίκτου μέν τοι τῆς διαθέσεως
9. ἐκ χολῆς καὶ φλέγματος γενομένης οὔτ’ ἄγρυπνοι
10. τὸ σύμπαν ὑπάρχουσιν οὔτ’ ἐν βαθεῖ κώματι· καταφερόμενοι
11. δὲ παραπαίουσιν, ἐπαίρειν ἀδυνατοῦντες τὰ βλέφαρα.
12. καὶ τὸ σύμπαν εἰπεῖν οἱ τοιοῦτοι κωματώδεις εἰσὶ καὶ ἄγρυπνοι.
13. καὶ τοίνυν καὶ οἱ σφυγμοὶ τούτοις ἐν μέσῳ τὴν ἰδέαν
14. ὑπάρχουσι τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων. ψύξεως
15. δὲ νοσώδους ἐν ἐγκεφάλῳ γινομένης, ὅταν εἰς συμπάθειαν
16. ἀφίκηται ἡ καρδία, μικρότεροι καὶ βραδύτεροι καὶ ἀραιότεροι
17. τῶν κατὰ φύσιν οἱ σφυγμοὶ γενήσονται. καὶ εἰ μὲν ὕλης
18. ἄνια, μόνῃ τῇ δυσκρασίᾳ τοῦ ἐγκεφάλου, χωρὶς ἁπάσης τάσεως·
19. εἰ δὲ σὺν ὕλη, μελαγχολικῆς μὲν αὐτῆς ὑπαρχούσης,
1. τείνεσθαί τε συμβήσεται τὰς ἀρτηρίας, καὶ διὰ τοῦτο σκληρότερον
2. φαίνεσθαι τὸν σφυγμόν· φλεγματικῆς δὲ, οὐχ ἁπλῶς,
3. ἀλλ’ εἰ μὲν παχὺ καὶ γλίσχρον εἴη τὸ φλέγμα, ταθήσονται·
4. σκιῤῥώδεις γὰρ ὄγκους ὁ τοιοῦτος ἐργάζεται χυμός· εἰ δ’ ὑγρὸν
5. καὶ πνευματῶδες, ὑφ’ οὗ μάλιστα τὸ καλούμενον οἴδημα γίνεται,
6. χωρὶς τοῦ τείνεσθαι μαλακὸς ὁ σφυγμὸς ἔσται· εἰ δ’
7. ἐπίμικτον εἴη τὸ φλέγμα τῶν προειρημένων ἀμφοτέρων μετέχον
8. εἰδῶν, ἅμα τε μαλακὸς καὶ σὺν τάσει τινί. πρόδηλον δ’
9. ὡς, ὁπότε μαλακὸς ὁ σφυγμὸς γίνεται, καὶ μείζων ἀποτελεσθήσεται
10. τοῦ πρόσθεν. ὁποία δέ τις ἡ τῶν ἄλλων συμπτωμάτων
11. αὐτοῖς ἰδέα γενήσεται, στοχάζεσθαί τινι καὶ αὐτῷ δυνατὸν
12. ἐκ τῶν προειρημένων ὁρμωμένῳ. ἐμοὶ δ’ ἐπὶ πλέον ἐνθάδε
13. μηκύνειν οὐκ ἀναγκαῖον ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ
14. τὰ τοιαῦτα πάντ’ ἐπὶ πλεῖστον ἐξειργασμένῳ. νυνὶ
15. γὰρ οὐχ ἅπασαν, ἀλλὰ τὴν ἐκ σφυγμοῦ μόνου διάγνωσιν ἐπισκέψασθαι
16. προὐθέμην. ὥστε ἐκ περιουσίας τε καὶ κατὰ τὸ
17. πάρεργον εἴρηταί τινι τῶν ἄλλων συμπτωμάτων, οὐκ ἐν ἔργῳ.
18. καταπαύσας οὖν ἤδη τὸν ἐνεστῶτα λόγον ἐφ’ ἕτερόν τι τῶν
19. εἰς τὰ παρόντα χρηστῶν μέτειμι, μακροτέρας μὲν τῆς ἐπισκέψεως
1. ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ τετυχηκὸς,
2. ἀναγκαῖον δὲ καὶ νῦν δειχθῆναι.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 4.8, ed. Kühn, 1825, vol. 9, p. 405-412. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:4.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩