3. Ἡ λεπτὴ μῆνιγξ ἡ διεζωκυῖα τὸν ἐγκέφαλον
4. οὔ μοι δοκεῖ δύνασθαι μόνη ποτὲ παθεῖν τῶν εἰρημένων
5. νοσημάτων οὐδὲν ἐγκεφάλον χωρὶς, ὥσπερ οὐδ’ ἐγκέφαλος
6. ἄνευ τῆς μήνιγγος. ἀλλ’ εἴτε δυσκρασία χωρὶς ῥεύματος, εἴτε
7. καὶ ῥεῦμα κατασκήψειεν εἰς ὁπότερον αὐτῶν, εὐθὺς ἀναγκαῖον
8. εἶναι νομίζω μεταδίδοσθαι τοῦ πάθους εἰς τὸ λοιπόν. ἡ μέντοι
9. σκληρὰ μῆνιγξ οἵα τ’ ἐστὶ καὶ μόνη πάσχειν ἐπὶ πλεῖστον
10. ἀφεστῶσα τοῦ ἐγκεφάλου. καὶ εἴπερ ἡ ἐξ αὐτῆς διάθεσις
11. ἀξιόλογος γενομένη τήν τε καρδίαν εἰς συμπάθειαν ἐπισπάσοιτο
12. καὶ τὰς ἀρτηρίας, ἀνάλογον ταῖς κατὰ τὸν ἐγκέφαλον
13. διαθέσεσιν ὁ σφυγμὸς ἀλλοιωθήσεται, τῶν μὲν θερμῶν ἐν
14. αὐτῇ διαθέσεων τὴν χρείαν αὐξανουσῶν, τῶν δὲ ψυχρῶν
15. ἐκλυουσῶν τε ἅμα ταύτην καὶ σκληροτέρας ἀτρέμα τὰς ἀρτηρίας
16. ἐργαζομένων, καὶ μάλισθ’ ὅσαι τῆς καρδίας εἰσὶν ἀνωτέρω,
17. καὶ τῶν μὲν ξηρῶν σύντονόν τε καὶ σκληρὸν ἐργαζομένων
18. τὸν σφυγμὸν, τῶν δ’ ὑγρῶν μαλακὸν, οὐ μὴν εἰς
19. τοσοῦτόν γε μαλακὸν καὶ σκληρὸν εἰς ὅσον ὁ ἐγκέφαλος, ἀλλ’
1. ἐπὶ πλεῖον μὲν σκληρὸν, ἐπ’ ἔλαττον δὲ μαλακόν. ὅσα μὲν
2. γὰρ φύσει σκληρὰ σώματα σκληρυνούσας ἐδέξατο διαθέσεις,
3. εἰς μεγίστην ἀφικνεῖται σκληρότητα, καθάπερ γε καὶ τὰ φύσει
4. μαλακὰ τὰς ὑγραινούσας τε καὶ χεούσας δεξάμενα τελείως
5. ἔκλυτά τε γίνεται καὶ μαλακά. ὅσα δ’ ἤτοι σκληρὰ τὰς
6. ὑγραινούσας ἐδέξατο διαθέσεις ἢ μαλακὰ τὰς σκληρυνούσας,
7. οὐκέτ’ εἰς ἄκραν ἀφικνεῖται τὴν ἐναντίαν αὐτοῖς κατάστασιν.
8. οὕτως οὖν οὔτ’ ἐπὶ μηνίγγων οἰδήματι γένοιτ’ ἄν ποτε ὁ
9. σφυγμὸς εἰς τοσοῦτον μαλακὸς εἰς ὅσον ἐπὶ ἐγκεφάλου τε καὶ
10. πνεύμονος οὔτ’ ἐπ’ ἐγκεφάλῳ τε καὶ πνεύμονι φλεγμήνασιν
11. οὕτω σκληρὸς ὡς ἐπὶ μήνιγξιν, ἀλλὰ τοῖς μὲν ἐπὶ
12. μήνιγξι σκληροῖς ὅμοιος ὁ ἐπὶ διαφράγματι καὶ ὑπεζωκότι,
13. τοῖς δὲ ἐπὶ ἐγκεφάλῳ τε καὶ πνεύμονι μαλακὸς μὲν ὁμοίως
14. οὐδεὶς, ἐγγυτέρω δὲ τῶν ἄλλων ὁ ἐφ’ ἥπατι καὶ σπληνὶ
15. κατὰ τὰς οἰδηματώδεις διαθέσεις, ὡς σκιῤῥωθέντα γε καὶ
16. ταῦτα τὰ σπλάγχνα σκληροὺς ἱκανῶς ἀποτελεῖ τοὺς σφυγμοὺς,
17. ἧττον δὲ τῶν σκίῤῥων ἐν ταῖς φλεγμοναῖς. ἐγκέφαλος
18. δὲ καὶ πνεύμων ἴσως ἂν οὐδ’ ἐδέξαντό ποτε διάθεσιν
1. σκιῤῥώδη· σκληροῖς γὰρ καὶ πυκνοῖς σώμασιν, οὐκ ἀραιοῖς
2. καὶ μαλακοῖς ἡ τοιαύτη διάθεσις οἰκεία. κοινὰ δ΄ ἐπὶ πᾶσι
3. τοῖς εἰρημένοις ἐπίστασθαι, κᾂν εἰ μὴ λελεγμένα καθ’ ἕκαστον
4. τύχοι, τό τε τὰς ψυχρὰς διαθέσεις, ὅταν ὑπερβαλλόντως γενηθῶσι
5. τοιαῦται, σκληροὺς ἐργάζεσθαι τοὺς σφυγμοὺς, ἄλλως
6. δ’ οὐχὶ, καὶ τὸ τὰς ἀρτηρίας ὅσαι πλησίον ἀλλοιοῦσθαι
7. μᾶλλον εἰς μαλακότητά τε καὶ σκληρότητα, τὰς δ’ ἤτοι πόῤῥω
8. τῶν πεπονθότων ἢ διὰ μέσης τῆς καρδίας ἧττον. τοῦτ’
9. οὖν ἐπιστάμενός τις οὐδὲ περὶ τῶν ἄλλων ὅσα κατὰ πρόσωπον,
10. ἢ τὸν τράχηλον, ἢ τὰ κῶλα, νοσήματα γίνεται, διδασκαλίας
11. ἑτέρας δεήσεται. εἰ μὲν γὰρ πυκνὸν καὶ σκληρὸν
12. εἴη τὸ πεπονθὸς μόριον, σκληροὺς ἐργάσεται τοὺς σφυγμοὺς,
13. εἴτε φλεγμαῖνον, εἴτε σκιῤῥούμενον, εἴθ’ ὑπερβαλλόντως ψυχόμενον,
14. εἰς συμπάθειαν ἄγει τὰς ἀρτηρίας· εἰ δὲ σαρκῶδες,
15. εἰ μὲν ἤτοι φλεγμήνειεν, ἢ σκιῤῥωθείη, σκληροὺς, ἀλλ’ ἧττον
16. τῶν προειρημένων· εἰ δ’ οἰδήσειε, μαλακούς. συμπαθήσουσί
17. τε τοῖς μὲν ἀρτηριώδεσι θᾶττον αἵ τ’ ἐγγὺς ἀρτηρίαι
18. πᾶσαι καὶ ἡ καρδία, τοῖς δὲ φλεβώδεσιν ἐφεξῆς τούτων,
19. ἥκιστα δὲ τοῖς νευρώδεσιν. ἐν χρόνῳ τε γὰρ ταῦτα καὶ μεγάλως
1. πάσχοντα τὴν κίνησιν τῶν ἀρτηριῶν ἀλλοιοῖ. οὐδὲν οὖν
2. θαυμαστὸν οὐδὲ διότι τοῖς κατὰ ἐπιγάστριόν τε καὶ θώρακα
3. μυσὶ φλεγμήνασι πυρετοὶ μὲν ἑτοίμως ἕπονται καὶ διὰ τοῦτο
4. καὶ οἱ σφυγμοὶ μεγάλοι γίγνονται καὶ ταχεῖς καὶ πυκνοὶ, σκληρὸς
5. δ’ ἐπ’ αὐτῶν ἱκανῶς ὁ σφυγμὸς ἢ σπασμώδης οὐδέποτε
6. γίγνεται. τῶν δ’ ἐν πήχει καὶ κνήμῃ μυῶν φλεγμηνάντων,
7. καὶ μάλιστα καθ’ ὃ μέρος αὐτῶν ἐκπεφύκασιν οἱ τένοντες,
8. ἕτοιμον μὲν ἁλῶναι καὶ σπασμῷ, ῥᾷστα δ’ οἱ σφυγμοὶ
9. τείνονταί τε καὶ σκληρύνονται. σαρκώδεις μὲν γὰρ οἱ περὶ
10. τὸν θώρακά τε καὶ γαστέρα, νευρώδεις δ’ ἱκανῶς οἵ τ’ ἐν
11. χερσὶ καὶ ποσί· ἔτι δὲ μᾶλλον εἰ τένων φλεγμήνειε τῶν κατὰ
12. χεῖρας ἄκρας ἢ πόδας, ἑτοίμως μὲν ὁ σφυγμὸς αὐτοῖς γίνεται
13. σκληρὸς, ἑτοίμως δὲ σπῶνται. γίνονται δ’ ἱκανῶς σκληροὶ
14. σφυγμοὶ καὶ δι’ ἥπατος ἢ σπληνὸς σκίῤῥον. ἀλλ’ ἐπὶ τοῖς
15. οὕτω σκληροῖς ἀδεὲς σπασθῆναι. σπληνὶ μὲν οὖν μεγάλως
16. σκιῤῥωθέντι πολλάκις ἐθεασάμεθα μηδόλως ἐπιγενόμενον
17. ὕδερον· ἥπατι δ’ ἐξ ἀνάγκης ἕπεται καὶ γίνεται τηνικαῦθ’
18. ὁ σφυγμὸς θαυμαστὸν ὅπως ἀμφοτέρων τῶν διαθέσεων
19. ἔχων τὰ σημεῖα, τὸν μὲν χιτῶνα τῶν ἀρτηριῶν αὐτὸν ὑγρότερόν
1. τε καὶ μαλακώτερον, ἐνδεικνύμενον δὲ σαφῶς τὴν ἐπὶ
2. τῷ σκίῤῥῳ τάσιν, καὶ διὰ τοῦτο καὶ σκληρότερον. αὐτὸς δὲ
3. καθ’ ἑαυτὸν ὕδερος ἄνευ σπλάγχνων φλεγμονῆς οὐδεμίαν
4. ἐργάζεται περὶ τὸν σφυγμὸν τάσιν. συνίστανται δ’ οἱ τοιοῦτοι
5. δι’ αἱμοῤῥοΐδος ἄμετρον κένωσιν, ἢ ἐπίσχεσιν ἀήθη.
6. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱ τῶν καταμηνίων ἐπισχέσεις τε
7. καὶ ἄμετροι κενώσεις ὑδέρους ἐπιφέρουσιν. ὅσα δὲ κατὰ
8. μήτραν πάσχουσι γυναῖκες εἴρηται πρόσθεν ὅπως ἀλλοιοῖ
9. τοὺς σφυγμοὺς, ἡνίκα παρεβάλλομεν αὐτὴν κύστει.
⟨
(De praesag. ex puls.) [n° 065 Fichtner] [GalLat]
De praesagitione ex pulsibus
Περὶ προγνώσεως διὰ σφυγμῶν
Pronostic par le pouls
Prognosis by the Pulse (Praes. Puls.)
De praesagitione ex pulsibus, 1825, vol. 9, p. 205-430. urn:cts:greekLit:tlg0057.tlg062.verbatim-lat1
De praesagitione ex pulsibus, 4.9, ed. Kühn, 1825, vol. 9, p. 412-416. urn:cts:greekLit:tlg0057.tlg062.1st1K-grc1:4.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩