Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 1, ed. Kühn, 1825, vol. 9, p. 431-433. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ ΣΥΝΟΨΙΣ ΠΕΡΙ ΣΦΥΓΜΩΝ

ΙΔΙΑΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.

1. Οἱ πολλοὶ τῶν ἀνθρώπων ὀρέγονται μὲν
2. ἐπιστήμης ἀκριβοῦς ὧν ἑκάστοτε μανθάνουσι, τὴν δὲ ἐπ’ αὐτὴν
3. ἄγουσαν ὁδὸν ὀκνοῦσιν ἰέναι, καὶ διὰ τοῦτο τοὺς κατὰ
4. διέξοδον ἑρμηνευομένους λόγους ἀποδιδράσκοντες ὡς μακροὺς
5. ἔνιοι μὲν εἰς ἀγωγὰς ἢ ὑπογραφὰς ἢ ὑποτυπώσεις ἀναγινώσκουσιν,
6. ἔνιοι δὲ ἐπιτομὰς ἢ συνόψεις ἢ ἐπιδρομάς· εἶθ’ ὕστερόν ποτε
7. προσπίπτοντες ἀντιλογικοῖς ἀνθρώποις, οὐ δυνάμενοί τε
1. διαλύεσθαι τὰ πρὸς αὐτῶν λεγόμενα, διὰ τὸ μηδὲ θελῆσαι
2. μαθεῖν αὐτῶν τὰς λύσεις, ἀφίστανται τῶν ἀληθῶν. χρὴ τοίνυν
3. γινώσκοντας αὐτοὺς τοῦτο μάλιστα τὴν διεξοδικὴν διδασκαλίαν
4. τῶν ἄλλων πλεονεκτοῦσαν, ὅτι μὴ μόνα τἀληθῆ
5. διδάσκει, προστίθησι δ’ αὐτοῖς τὰς ἀποδείξεις καὶ τὰς ἀντιλογίας
6. καὶ τὰς λύσεις αὐτῶν, ὅταν ἀποστῶσι τῆς τοιαύτης
7. μαθήσεως, ἀφίστασθαι καὶ τοῦ διαλέγεσθαι τοῖς πέλας ὑπὲρ
8. τῆς ἀληθείας ὧν ἔμαθον. οὐ μὴν ποιοῦσιν οὕτως· καὶ διὰ
9. τοῦτο συμβαίνει δι’ ὅλου τοῦ βίου σαλεύειν αὐτῶν τὰς γνώμας
10. ὥσπερ ἐν κλύδωνι ναῦν ὁρμοῦσαν· ὡς γὰρ ἄγκυραι τοῦ
11. βεβαίως ὁρμεῖν καὶ μὴ μετακινεῖσθαι τὰς ἐπιστήμας αἱ ἀποδείξεις
12. εἰσίν. ἐγὼ τοίνυν προτρέπω μανθάνειν μὲν ἅπαντα
13. τελέως, ἤτοι γε εὐθὺς ἐξαρχῆς, ἢ δι’ ὑποτυπώσεως τινὸς ἢ
14. συνόψεως προσεισαχθέντας· ἐὰν δ’ ἀκριβῶς μάθωσι, τηνικαῦτα
15. καὶ τὰς ἐπιτομὰς ἀναγινώσκειν, ἐπειδὰν βουληθῶσιν
16. ἀναμνησθῆναι δι’ ὀλίγων ῥημάτων ἃ πρόσθεν ἔμαθον μακρῶς.
17. ὅλως μὲν γὰρ οὐδὲ προῃρούμην ἐμῆς πραγματείας ἐπιτομὴν
18. ποιεῖσθαι, βέλτιον ἡγούμενος εἶναι τοὺς τὰς διεξόδους
1. ἀκριβῶς ἀναλεξαμένους ἑαυτοῖς ἐπιτέμνεσθαι· χρήσιμοι γὰρ
2. οὕτως αἵ τ’ ἐπιτομαὶ καὶ αἱ συνόψεις γίνονται, κατὰ τὴν ἰδίαν
3. ἕξιν ἑκάστῳ γραφόμεναι. ἐπειδὴ ἄλλους ἔγνων ἐπιτομὰς ποιουμένους
4. τῶν ἐμῶν πραγματειῶν οὐκ ὀρθῶς, αἷς ἐντυγχάνοντες
5. οἱ τὰς διεξόδους ἀναγινώσκειν ὀκνοῦντες βλάπτονται, διὰ
6. τοῦτ’ αὐτὸς ἠναγκάσθην ἐπὶ τήνδε τὴν πρᾶξιν ἀφικέσθαι παρὰ
7. τὴν ἐξαρχῆς γνώμην, καὶ πρώτην γε πασῶν τὴν περὶ σφυγμῶν
8. πραγματείαν εἰς σύνοψιν ἤγαγον. ἦν δ’ αὐτῆς ἡ πᾶσα διέξοδος
9. εἰς τέτταρα μέρη διῃρημένη, πρῶτον μὲν τὸ τῆς διαφορᾶς
10. αὐτῶν, δεύτερον δὲ τὸ τῆς διαγνώσεως, καὶ τρίτον τὸ τῶν
11. αἰτίων, καὶ τέταρτον τὸ τῆς προγνώσεως. ἐν μὲν οὖν τῷ
12. περὶ διαφορᾶς τῶν σφυγμῶν μέρει, πῶς ἂν εὕροι μεθόδῳ τὸν
13. ἀριθμὸν τῶν σφυγμῶν πάντων, διδάσκεται· κατὰ δὲ τὸ δεύτερον
14. μέρος, ὅπως ἄν τις ἕκαστον αὐτῶν διαγνοίη· τινὲς μὲν
15. γὰρ τούτων δυσδιάγνωστοι, τινὲς δὲ ἀδιάγνωστοι πρός γε
16. τὴν ἁφήν εἰσι· τὸ δὲ τρίτον μέρος, ὑπὸ τίνων αἰτίων ἕκαστος
17. σφυγμὸς γίνεται, διδάσκει· τὸ δὲ τέταρτον, οὗ χάριν
18. ἅπαντα ταῦτα ἀσκεῖται, περὶ τῆς δι’ αὐτῶν προγνώσεως ἐστί.

Cliquer un n° de page pour en afficher l’image