Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 13, ed. Kühn, 1825, vol. 9, p. 465-469. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:13

11. Νυνὶ δ’ ὅσον εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον
12. ἐκ μακρᾶς πείρας μνήμης ἕνεκα λαβεῖν, εἰρήσεται. παιδίων
13. γὰρ ἁψάμενος πάνυ ἀρτιγενῶν; ἐπ’ ὀλίγων ἠδυνήθην
14. ἐναργῶς διαγνῶναι τὴν ἀρχὴν τῆς συστολῆς, ὅπερ ἀποχώρησίν
15. τε καὶ ἀπόστασιν τῆς ἀρτηρίας ὀνομάζω. τηνικαῦτα γὰρ ἀφισταμένη
16. τῆς ἡμετέρας ἁφῆς, εἰς τὸ βάθος ἀποχωρεῖ τοῦ σώματος.
17. ἐφ’ ὧν δ’ οὐκ ἠδυνήθην ἐναργῶς διαγνῶναι τὴν ἀποχώρησιν,
18. ἐπὶ τούτων ὁ χρόνος τῆς αἰσθητῆς κινήσεως, ἣν ἐν τῷ 
1. προσπίπτειν ἡμῖν ἡ ἀρτηρία ποιεῖται προστιθεμένου καὶ τοῦ τῆς
2. ἐκτὸς ἡσυχίας, ποτὲ μὲν ἴσος ὑπάρχειν ἔδοξέ μοι τῷ λοιπῷ
3. παντὶ, ποτὲ δὲ ἐλάττων. ἐφ’ ὧν δὲ οὐδ’ ὅλως ἦν ἡ συστολὴ
4. διαγνωστὴ, σαφέστατα μείζων ἦν τοῦ κατὰ τὴν αἰσθητὴν
5. διαστολὴν χρόνου (μόνου) σύμπας ὁ λοιπὸς, ὃν ὀνομάζουσι
6. διάλειμμα. ἐφεξῆς δ’ ἀεὶ κατὰ τὸν μεταξὺ χρόνον ἅπαντα τῆς
7. τε πρώτης ἡμέρας, ἐν ᾗ τὸ παιδίον ἐγεννήθη, καὶ τῆς ἐσχάτης,
8. ἐν ᾗ διεξελθὸν ἁπάσας τὰς ἡλικίας ἀπέθανεν, οἱ χρόνοι
9. πάντες ηὐξάνοντο, τέτταρες μὲν ὄντες, οὐ μὴν οἱ αὐτοί γε
10. καθ’ ὕπαρξίν τε καὶ πρὸς τὴν ἡμετέραν αἴσθησιν. οἱ μὲν οὖν
11. κατ’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν ὑπάρχοντες χρόνοι τέτταρες
12. ἐκ δυοῖν κινήσεων καὶ δυοῖν ἠρεμιῶν σύγκεινται· κινήσεων
13. μὲν διαστολῆς τε καὶ συστολῆς καὶ τῆς ἐντὸς ἐπὶ τῇ
14. συστολῇ πρὸ τῆς διαστολῆς. οἱ κατ’ αἴσθησιν δὲ τέτταρες καὶ
15. οἵδε εἰσὶ, πρῶτος μὲν ὁ τοῦ πλείστου τῆς διαστολῆς, ἐπειδὴ
16. τῆς ἀρχῆς αὐτῆς ἔδειξα κατὰ τὰ περὶ τῶν διαγνώσεων ὑπομνήματα
1. μὴ δυναμένην αἰσθέσθαι τὴν ἁφήν· ἐφεξῆς δ’ ὁ τῆς ἐκτὸς
2. ἡσυχίας ὅλος αἰσθητὸς, ἐάν γέ τις αἰσθάνηται ἀποχωρήσεως·
3. εἶτ’ ἐπ’ αὐτῶν τρίτος ὁ τοῦ τῆς συστολῆς αἰσθητός·
4. τὰ γὰρ μετὰ τὴν ἀποχώρησιν αὐτῆς ἐδείχθη πάντα ἀναίσθητα·
5. τέταρτος δ’ ἐστὶν ἐπὶ τούτοις χρόνος συγκείμενος ἔκ τε
6. τῶν ὑστέρων τῆς συστολῆς καὶ τῆς ἐντὸς ἡσυχίας καὶ τῶν
7. πρώτων τῆς διαστολῆς. πάντες οὖν, ὡς ἔφην, οἱ χρόνοι μηκύνονται
8. προβαινούσης τῆς ἡλικίας· οὓς διὰ μακρᾶς μὲν τριβῆς
9. ἔνεστι τῇ μνήμῃ παραθέσθαι, λόγῳ δ’ ἑρμηνεύειν ἀδύνατον.
10. οὐ γὰρ ὁπηλίκος ἐστὶν ὁ πρῶτος χρόνος, ὃν ἐπὶ τῶν
11. ἀρτιγενῶν ἔφην εὑρεῖν ἡμᾶς, οὔθ’ ὁπόσον αὐξάνεται προϊούσης
12. γε τῆς ἡλικίας, οἷόν τε λόγῳ διδάσκειν· ἀλλὰ τῆς ἑκάστου
13. φιλοπονίας ἐστὶ τοῦτ’ ἔργον, ἵνα πολλῶν μὲν παίδων
14. ἅψηται, πολλῶν δὲ μειρακίων, πολλῶν δὲ ἀκμαζόντων, καὶ
15. παρακμαζόντων, καὶ δὴ καὶ γερόντων. οὕτω γὰρ μόνος δυνήσεται
16. τὸ κοινὸν πλάτος τῶν μέτρων τῇ μνήμῃ παραθέσθαι·
17. μεθ’ ὃ μέτρον, εἰ καὶ μήπω πρότερον ἡμμένος εἴη τοῦ
1. κάμνοντος, εἰπεῖν δυνήσεται παρὰ φύσιν ἔχειν αὐτόν. συναιρεῖται
2. γὰρ ἥ τ’ ἐκτὸς ἡσυχία καὶ τὰ τῆς ἐπισημασίας ὅ τε τῆς
3. ἀποχωρήσεως χρόνος. ἥ γε μὴν διαστολὴ κατὰ ταύτας εἰσβολὰς
4. τῷ χρόνῳ φαίνεται βραδεῖα...καὶ ὅταν ταῦθ’ εὕρῃς,
5. πλῆθος νόει μοι θερμασίας κατὰ τὴν καρδίαν εἶναι, τὰ
6. δ’ οἷον καπνώδη περιττώματα πολλὰ, δι’ ἃ βραχύνει τὴν ἐκτὸς
7. ἡσυχίαν ἡ φύσις, ἐπειγομένη πρὸς τὴν ἀπόκρισιν αὐτῶν
8. αὐτήν τε τὴν συστολὴν, καθ’ ἣν ἡ ἀπόστασις. τῶν δὲ πικροχόλων
9. πυρετῶν, ὁποῖός ἐστι καὶ ὁ ἀκριβὴς τριταῖος, εἰς
10. μέγεθός τε καὶ τάχος ἡ διαστολὴ πολὺ τοῦ κατὰ φύσιν ἐξίσταται·
11. τὴν δ’ ἐκτὸς ἠρεμίαν καὶ τὸ τάχος τῆς ἀποχωρήσεως οὐκ
12. ἀνάλογον ἴσχει τῷ μεγέθει καὶ τάχει τῆς διαστολῆς, ἀλλ’ ἀπολείπεται
13. πάμπολυ. ὥστε σοὶ τὴν ἀρχὴν τῆς συστολῆς ἐθισθέντι
14. διαγινώσκειν οὐ μόνον ὑπάρξει γνωρίζειν εἰσβολὰς παροξυσμῶν
15. πυρετικῶν, ἀλλὰ καὶ τὸ τῶν σηπομένων χυμῶν
16. εἶδος, ἐφ’ οἷς τοὐπίπαν αἱ πυρετώδεις νόσοι συνίστανται.
17. σπάνιοι γὰρ οἱ ἑκτικοὶ, μεταξὺ δ’ ἀμφοτέρων κατὰ τὸν ἀριθμόν
18. εἰσιν οἱ ἐφήμεροι καλούμενοι ὑφ’ Ἱπποκράτους· ἐφ’ ὧν,
1. ὡς ἔφην, μάλιστα τὴν ἀρχὴν τῆς συστολῆς γνωρίζων, ἐπὶ λουτρὸν
2. ἄξεις αὐτίκα τὸν κάμνοντα.

Cliquer un n° de page pour en afficher l’image