Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 14, ed. Kühn, 1825, vol. 9, p. 469-471. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:14

3. Περιττὸν οὖν ἐστι παραβάλλειν τὸν χρόνον
4. τῆς διαστολῆς τῷ χρόνῳ τῆς συστολῆς, ἐάν τε αἰσθάνηταί
5. τις ἐάν τε μὴ τῶν πρώτων τῆς συστολῆς. ἐπιστάμενος γὰρ
6. ἑτέραν μὲν εἶναι τῷ ζώῳ τῆς διαστολῆς χρείαν, ὥσπερ γε καὶ
7. τῆς εἰσπνοῆς, ἑτέραν δὲ τῆς συστολῆς, ὥσπερ γε καὶ τῆς ἐκπνοῆς,
8. ἐκ τῶν ἑκατέρας ἀλλοιώσεων εὑρήσεις τὴν διάθεσιν
9. τοῦ σώματος. οὕτω γοῦν καὶ ἐπὶ τῶν γυμναζομένων, ἢ ὁπωσοῦν
10. ἄλλως κινηθέντων σφοδρῶς, ἡ διαστολὴ μείζων τε γίνεται
11. καὶ θᾶττον. ἐμάθομεν γὰρ αὐξάνεσθαι τὴν χρείαν τῆς
12. διαστολῆς τῶν ἀρτηριῶν ἐν τοῖς σφυγμοῖς, ὥσπερ γε καὶ τὴν
13. τοῦ θώρακος ἐν ταῖς εἰσπνοαῖς, ὅταν ἤτοι δαπάνη γίνηται
14. πλείων τοῦ πνεύματος, ἢ θερμασία δαψιλὴς ἀθροισθῇ καθ’
15. ὅλον τὸ ζῶον, ἢ κυριώτατα καὶ πλεῖστα μέρη, καὶ μάλιστα
16. δηλονότι κατὰ τὴν καρδίαν. οὕτω δὲ καὶ τῆς συστολῆς ἐν
17. τοῖς σφυγμοῖς ἐπιτείνεσθαι τὴν χρείαν ἔμαθες, ὥσπερ καὶ τοῦ
18. θώρακος ἐν ταῖς ἐκπνοαῖς. ἀποχέαι γὰρ ἡ φύσις ἐν ἀμφοτέραις
1. ταῖς κινήσεσιν ἐπείγεται τὸ τεθολωμένον πνεῦμα, ποτὲ μὲν
2. οἷον καπνώδεσι, ποτὲ δὲ οἷον λιγνυώδεσι περιττώμασι προσεοικός.
3. λιγνυῶδες μὲν οὖν περίττωμα τὸ ἀπὸ τῶν λύχνων
4. ἀναφερόμενον, καπνῶδες δὲ τὸ ἀπὸ τῶν χλωρῶν ξύλων. καὶ
5. γίγνεται μὲν λιγνυῶδες ἐκ τοῦ κεκαῦσθαι τὴν εἰς φλόγα δαπανωμένην
6. ὕλην, ὥσπερ γε καὶ τὸ ἀτμῶδες ἐξ ὑγρᾶς οὐσίας χρηστῆς
7. λεπτυνομένης· τὸ δὲ καπνῶδες ἐξ ἀμφοῖν μιχθεισῶν,
8. ὕλην μὲν ἔχον ἐκ γεώδους τε καὶ ὑδατώδους οὐσίας συμμιγῆ,
9. τὴν μεταβολὴν δ’ οὐκ ἀκριβῆ, καθάπερ ἡ λιγνὺς, ἀλλ’ ἔτι
10. ἀρχομένην. ὅτι δ’ οὐδὲν διήνεγκεν αἰθάλην ἢ λιγνὺν ὀνομάζειν,
11. ἢ αἰθαλῶδες ἢ λιγνυῶδες, οἶμαί σε γινώσκειν, εἴπερ ἐν Ἑλλάδι
12. φωνῇ τέθραψαι. ἐν δὲ τῷ παραβάλλειν τὸν χρόνον τῆς
13. διαστολῆς τῷ χρόνῳ τῆς συστολῆς, ὡς Ἡρόφιλος ἠξίου, τὸ
14. μὲν ὅτι παρὰ φύσιν ὁ κάμνων ἔχει δυνατόν ἐστι γνωσθῆναι,
15. καὶ πρὸς τούτῳ γε ὅτι μεγάλως παρὰ φύσιν ἢ μικρῶς. αἱ
16. μὲν γὰρ μεγάλαι τῶν κατὰ φύσιν ῥυθμῶν εἰς τὸ παρὰ φύσιν
17. ἐκτροπαὶ μεγάλην σημαίνουσι τὴν βλάβην, αἱ δ’ ἥττους μικροτέραν. 
1. βραχεῖαν μὲν οὖν ἐκτροπὴν οἱ παραρύθμοι δηλοῦσι
2. σφυγμοὶ, μείζονα δὲ οἱ ἑτερόῤῥυθμοι, μεγίστην δὲ οἱ ἔκρυθμοι.
3. μέμνησθε γὰρ ἐν τῷ πρώτῳ περὶ τῆς διαφορᾶς τῶν
4. σφυγμῶν εἰρημένων, ἐκρύθμους μὲν ὀνομάζεσθαι σφυγμοὺς
5. τοὺς μηδεμιᾶς ἡλικίας ἔχοντας ῥυθμὸν, παραρύθμους τοὺς
6. πλησίον, ἑτεροῤῥύθμους δὲ τοὺς ἑτέρας τινὸς, οὐ πλησίον.
7. ἐκ τούτων μὲν οὖν τέως ἔστι διαγνῶναι τὸ μέγεθος τῆς βλάβης,
8. οὐ μὴν τίς γ’ ἐστιν ἡ διάθεσις ἐφ’ ἧς ἡ τροπὴ γέγονε
9. τῶν σφυγμῶν, ἐκ ταύτης οὖν τῆς θεωρίας ἔνεστι γνωρίσαι,
10. μετὰ καὶ τοῦ χαλεπὴν εἶναι τὴν ἐξαρίθμησιν τῶν κατὰ τὸν
11. ῥυθμὸν χρόνων. ἣν δ’ ἐγὼ νῦν ὁδὸν ὑφήγημαι, καὶ ῥᾳδία
12. γνωσθῆναι καὶ διδάσκει τὴν φύσιν τῆς διαθέσεως τίς ἐστιν,
13. οὐ μόνον τὸ μέγεθος τῆς βλάβης, ἀλλὰ καὶ εὕρεσις γίνεται
14. τῶν βοηθημάτων, ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ
15. δέδεικται.

Cliquer un n° de page pour en afficher l’image