16. Τούτων οὖν ἡμῖν προδιωρισμένων, εἴπωμεν
17. ἤδη τὰ κατὰ τὴν εἰσαγωγὴν γεγραμμένα περὶ τῆς κατὰ
18. φύσιν ἐν τοῖς σφυγμοῖς διαφορᾶς. ἔστι δὲ τάδε. ἄνδρες μὲν
1. οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ σφοδρότερον
2. ὡσαύτως πολλῷ τὸν σφυγμὸν ἔχουσι, καὶ βραδύτερον ὀλίγῳ
3. καὶ ἀραιότερον ἱκανῶς. οἱ δὲ φύσει θερμότεροι μείζονα καὶ
4. ὠκύτερον καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.
5. οἱ δὲ ἰσχνότεροι μείζονα μὲν καὶ ἀραιότερον ἱκανῶς. οἱ δὲ
6. φύσει θερμότεροι μείζονα καὶ ὠκύτερον καὶ ἀραιότερον πολλῷ,
7. βραδύτερον δὲ καὶ σφοδρότερον ὀλίγῳ. φύσει μὲν οὖν οὕτως
8. διαφέρουσι. τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ὧδέ πως.
9. ὁ μὲν τοῦ νεογνοῦ παιδίου πυκνότατος, ὁ δὲ τοῦ γέροντος
10. ἀραιότατος, οἱ δ’ ἐν τῷ μεταξὺ πάντες ἀνάλογον, ἐφ’ ὅσον
11. ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνωσιν ὄντες. ὡσαύτως
12. δὲ ταχύτατος μὲν ὁ τοῦ παιδίου, βραδύτατος δὲ ὁ τοῦ
13. γέροντος, οἱ δὲ τῶν ἄλλων ἡλικιῶν μεταξύ. πολλῷ δὲ μείζων
14. ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς
15. κατὰ τὸ τάχος. ἐν δὲ τῇ κατὰ μέγεθος καὶ σφοδρότητα
16. διαφορᾷ μέγιστος μὲν ὡς ἐν ἡλικίαις ὁ τῶν ἀκμαζόντων,
17. μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ, βραχεῖ μείζων,
18. ὁ τῶν παιδίων· καὶ σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων,
19. ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ αὐτῶν
1. ὁ τῶν παιδίων. οὕτως μὲν οὖν ἐν ταῖς ἡλικίαις οἱ σφυγμοὶ
2. τρέπονται. κατὰ δὲ τὰς ὥρας, ἦρος μὲν τὰ μέσα μεγίστους
3. δὴ καὶ σφοδροτάτους ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι συμμέτρους.
4. ὡσαύτως δὲ καὶ φθινοπώρου τὰ μέσα. προϊὸν δὲ
5. τὸ μὲν ἔαρ ἀφαιρεῖται τοῦ μεγέθους καὶ τῆς σφοδρότητος,
6. προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι· καὶ τέλος ἡνίκα
7. ἂν ἐπιλάβῃ τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς καὶ πυκνοὶ
8. γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων ἀφαιρεῖ,
9. μεγέθους, τάχους, σφοδρότητος καὶ πυκνότητος· ὥστε τοῦ
10. χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα καὶ βραδυτῆτα
11. καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν πρῶτα
12. τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δὲ ὕστατα τοῦ
13. ἦρος τοῖς πρώτοις τοῦ φθινοπώρου, καὶ τὰ μὲν πρῶτα τοῦ
14. θέρους τοῖς ὑστάτοις τοῦ θέρους, τὰ δὲ πρῶτα τοῦ χειμῶνος
15. τοῖς ὑστάτοις τοῦ χειμῶνος· ὥστε ὅσα μέσου θέρους καὶ μέσου
16. χειμῶνος ἴσον ἀφ’ ἑκατέρων ἀφέστηκεν, ὁμοίως τρέπειν·
17. μέσου δὲ θέρους πὴ μὲν ὡσαύτως ἐστὶ, πὴ δὲ ἐναντίως ἔχει
1. μέσῳ χειμῶνος. μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ’ ἑκάτερον,
2. ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος,
3. οὐ μὴν οὕτω μικροὶ θέρους ὡς χειμῶνος, ἀλλ’ ἧττον θέρους,
4. οὐδ’ οὕτως ἀμυδροὶ χειμῶνος ὡς θέρους, ἀλλ’ ἧττον χειμῶνος.
5. αὗται μὲν οὖν αἱ μετὰ ὥρας τῶν σφυγμῶν τροπαί.
6. κατὰ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις· ἐν μὲν ταῖς ἄγαν
7. ψυχραῖς οἱ μέσου χειμῶνος, ἐν δὲ ταῖς ἄγαν θερμαῖς οἱ μέσου
8. τοῦ θέρους, ἐν δὲ ταῖς εὐκράτοις οἱ μέσου τοῦ ἦρος, ἀνάλογον
9. δὲ κἀν ταῖς μεταξύ· καὶ τῶν ἄλλων δὲ καταστάσεων τοῦ
10. περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς θερμαῖς, αἱ δὲ ψυχραὶ
11. ταῖς ψυχραῖς, αἱ δὲ μέσαι τοῖς μέσοις τοῦ ἦρος ἐοίκασιν.
⟨
(Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]
Synopsis librorum suorum sedecim de pulsibus
Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).
Synopsis librorum suorum de pulsibus, 15, ed. Kühn, 1825, vol. 9, p. 471-474. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩