12. Ὅταν οὖν ἐπ’ ἄῤῥωστον ὃν οὐ πρόσθεν
13. ἐθεάσω μετακληθεὶς εἰσέλθῃς, ἐπισκόπει πρῶτον μὲν εἰ
14. ἄῤῥην ἢ θήλεια· δεύτερον δ’ ἐπὶ τούτοις τὴν ἡλικίαν· εἶτα
15. τὸ περιέχον ὁποῖον· εἰς γὰρ τοῦτ’ ἀνάγεται τὸ καθ’ ὥραν καὶ
16. χώραν καὶ κατάστασιν· ἐφεξῆς δὲ τὴν οἰκείαν φύσιν αὐτοῦ·
17. καὶ συνθεὶς ἅπαντα καὶ στοχασάμενος ὁποῖόν τινα
1. σφυγμὸν εἰκὸς ἦν ἔχειν αὐτὸν, ὁπόθ’ ὑγίαινε, γνώσῃ τὸ μέγεθος
2. τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς· ἐὰν δὲ καὶ τἄλλα
3. ὅσα κατὰ τὰ περὶ κρίσεων ὑπομνήματα λέλεκται προστιθῇς
4. τῇ ἰδίᾳ τῶν σφυγμῶν ὁμοιώσει, πλησίον ἀφίξῃ τῆς ἀκριβεστάτης
5. γνώσεως ὅλης τῆς κατὰ τὸν κάμνοντα διαθέσεως· οἷον
6. εὐθέως ἐν ταῖς ἐπισημασίαις· ὅταν οὖν πρῶτον ἐπισκέψῃ τινὰ,
7. τὴν ἀμφιβολίαν ἐπιδιόριζε τοῖς ἄλλοις σημείοις· ὧν ἓν μὲν
8. ἐστὶ καὶ πρῶτον τὴν χεῖρα κατὰ τοῦ θώρακος ἐπιτιθέντα,
9. συμμέτρως οὖσαν θερμὴν, ἐπισκέψασθαι τῆς θερμασίας τὴν
10. ποιότητα. δακνώδη γὰρ εὑρών τινα, πυρέττειν φήσεις τὸν
11. κάμνοντα, καὶ μήπω διὰ τοῦ σφυγμοῦ τοῦτο βεβαίως γνωρίσῃς.
12. εἰ δὲ κατεψυγμένος πως ὁ θώραξ φαίνοιτο· συγκαταψύχεται
13. γὰρ ἐνίοτε τῷ πάντι σώματι κατά τινας ἐπισημασίας·
14. οὐ χρὴ παραχρῆμα, βαστάσαντα τὴν χεῖρα, κατὰ φύσιν ἔχειν
15. ἀποφήνασθαι τὸν ἄνθρωπον, ἀλλ’ ἐπὶ πλέον ἐᾶσαι κατὰ
16. τοῦ θώρακος ἐπικειμένην, ἐν τούτῳ τε προσέχειν, εἴ τις
17. ἐκ τοῦ βάθους ἀνέρχεται δριμεῖα θερμασία· μόνον γοῦν ἤρκει
1. Θεμίσωνι τεκμήριον εἶναι τοῦ πυρέττειν τὸν ἄνθρωπον ἡ
2. ἐκ τοῦ βάθους ἀναφερομένη θερμασία· καὶ βηχίον δέ τι σμικρὰ
3. ὑπότραχυ συνεισβάλλον τῇ καταψύξει καὶ χάσμα καὶ
4. σκορδινισμὸς ἄλγημα τέ τι καὶ καταφορὰ πρὸς ὕπνον οὐχ
5. ἁπλῶς εἰσβολὴν ἐπισημασίας εἶναι δηλώσει· ταῦτα μὲν οὖν
6. ἔξωθεν. τοῖς δὲ σφυγμοῖς οὐ μόνον τὰ προειρημένα σημεῖα
7. γνωρίσματά εἰσι πυρετῶν εἰσβολῆς, ἀλλὰ καὶ τὸ διαλείπειν ἢ
8. ἄλλην ἀνωμαλίαν ἔχειν ἢ ἀταξίαν.
⟨
(Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]
Synopsis librorum suorum sedecim de pulsibus
Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).
Synopsis librorum suorum de pulsibus, 16, ed. Kühn, 1825, vol. 9, p. 474-476. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩