Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 17, ed. Kühn, 1825, vol. 9, p. 476-482. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:17

9. Δυοῖν δ’ οὐσῶν κατὰ γένος ἀνωμαλιῶν,
10. τῆς μὲν ἑτέρας κατὰ μίαν διαστολὴν σφυγμοῦ, τῆς δ’ ἑτέρας ἐν
11. ἀθροίσματι, πολλῶν ἐφεξῆς σφυγμῶν ἀλλήλοις παραβαλλομένων,
12. περὶ τῆς προτέρας ἐρῶ τῆς ἐν ἀθροίσματι, καλουμένης
13. δὲ ὑπὸ τῶν πλείστων ἰατρῶν συστηματικῆς· σαφεστέρα γὰρ
14. ἐστὶ διαγινώσκεσθαι καὶ κατὰ τὰ πλείστα τῶν ἐπισημασιῶν
15. φαίνεται· τεττάρων δ’ οὐσῶν ἐν τῇ διαστολῇ τῆς ἀρτηρίας
16. διαφορῶν τοῦ σφυγμοῦ, μιᾶς μὲν τῆς κατὰ μέγεθος καὶ μικρότητα,
17. δευτέρας δὲ τῆς κατὰ τάχος καὶ βραδυτῆτα, τρίτης
18. τῆς κατὰ σφοδρότητα καὶ ἀμυδρότητα, καὶ τετάρτης κατὰ
1. σκληρότητα καὶ μαλακότητα, κατὰ μὲν τὴν ὑστάτην εἰρημένην
2. διαφορὰν οὐδέποτ’ ὤφθη σφυγμὸς ἀνώμαλος, ἐν δὲ ταῖς
3. ἄλλαις τρισὶν αἱ πλεῖσται τῶν ἐπὶ χυμοῖς σηπομένοις πυρεττόντων
4. ἀνωμαλίαι συνίστανται. καὶ ἡ κατὰ πυκνότητα δὲ καὶ
5. ἀραιότητα διαφορὰ σφυγμῶν καὶ αὕτη πάνυ πολλάκις ἐπὶ τῶν
6. ἀῤῥώστων ὁρᾶται. καὶ μία γ’ αὐτῶν ἰδέα μεταπίπτει ῥᾳδίως
7. εἰς τὸν διαλείποντα σφυγμὸν, ἐπ’ ἀμφοτέρων οὐδὲν ἧττον
8. τῶν ἀνωμαλιῶν, ἀτάκτων τε καὶ τεταγμένων. ἔστω γάρ τις
9. ἀνωμαλία τοῦ κατὰ πυκνότητα καὶ ἀραιότητα γένους, ἐπὶ
10. τέτταρσι πυκνοῖς ἢ συμμέτροις τὸν πέμπτον ἀραιὸν ἔχουσα·
11. καὶ τοῦτ’ ἐφεξῆς γιγνέσθω, φυλαττομένης ἀεὶ τῆς τάξεως,
12. αὐξανομένου δὲ τοῦ χρόνου τῆς ἀραιότητος. ὁ τοιοῦτος
13. σφυγμὸς ἄτακτος μὲν ἢ τεταγμένος ὢν, οὐ μετὰ πολλὰς περιόδους
14. ἐστὶ διαλείπων, οὐ πολλῷ δέ τινι διαφέρει τὸ τετάχθαι
15. τὴν ἀνωμαλίαν ἢ ἄτακτον εἶναι πρὸς τὸ σωθῆναι τὸν
16. ἄνθρωπον ἢ ἀπολέσθαι. πολλάκις γοῦν ἐθεασάμεθα μετὰ
17. τέσσαρας σφυγμοὺς ἤτοι πυκνοὺς ἢ μέσους ἀραιοῦ καὶ πυκνοῦ
18. τὸν πέμπτον ἀραιὸν γιγνόμενον, εἶτ’ ἐφεξῆς κατὰ τὴν αὐτὴν
1. περίοδον τὸν δέκατόν τε καὶ ιε΄ καὶ κ΄. ἔτι δὲ μᾶλλον τοῦ ε΄
2. γεννηθέντος ἀραιοῦ, τὸν θ΄ εἴδομεν ἀραιὸν ἢ τὸν ιδ΄ ἤ τινα
3. ἄλλον, οὐ διασωζομένης τῆς κατὰ τὴν περίοδον ἰσότητος,
4. ἀλλ’ ἀτάκτως παρεμπίπτοντος τοῦ ἀραιοῦ· τοῖς οὖν τοιούτοις
5. οὔθ’ ἡ πεῖρα σαφῆ διαφορὰν εἰς σωτηρίαν ἢ θάνατον ἢ
6. νόσου μῆκος ἢ βραχύτητα κατὰ τὰς ἀτάκτους τε καὶ τεταγμένας
7. ἀνωμαλίας ἐδίδαξεν, οὔθ’ ὁ λόγος. ἐπὶ μέντοι τῶν ὁμαλῶν
8. οὐ σμικρὰ διαφορὰ πρὸς τοὺς ἀνωμάλους ἐστὶ σωτηρίας
9. ἕνεκα. μᾶλλον δ’ οὐ παραβάλλειν χρὴ τὰς τηλικαύτας διαφοράς·
10. ὁ μὲν γὰρ ὁμαλὸς κατὰ φύσιν ἐστὶν, ὁ δὲ ἀνώμαλος οὐ
11. μόνον παρὰ φύσιν, ἀλλ’ ἤδη καὶ χαλεπός. ἐν μὲν οὖν ταῖς
12. ἐπιδόσεσι μᾶλλον· ἔτι δὲ μᾶλλον ἐν ταῖς ἀκμαῖς τῶν παραξυσμῶν,
13. ἐν δὲ ταῖς παρακμαῖς χείριστος. ἀλλὰ τόν γε πλεῖστον
14. χρόνον ἡσυχάζοντα σφυγμὸν ὁ διαλείπων δέχεται, τῆς ἀραιότητος
15. αὐξανομένης, εἴτ’ οὖν ἀτάκτως εἴτε καὶ τεταγμένως·
16. οὐδεμίαν γὰρ ἐνθάδε ἔφην μεγάλην εἶναι διαφορὰν οὔτε τῇ
17. πείρᾳ κατοφθεῖσαν οὔτε τῷ λόγῳ. λέγω δὲ λόγῳ νῦν τῷ
1. δογματικῷ, καθ’ ὃν ἐκ τῆς τῶν πραγμάτων φύσεως ὁρμώμενοι
2. τὰς προγνώσεις ποιούμεθα. προείρηται δὲ ὅτι τοῖς τοιούτοις
3. λόγοις οὐ πάνυ τι χρὴ κατὰ τὰς ἐπιτοματικὰς πραγματείας
4. ἀπαιτεῖν· ὡς εἰ σὺν τοῖς εἰς τὸ προκείμενον χρησίμοις καὶ τὰς
5. αἰτίας τῶν γινομένων ἀκούειν ἐθέλοι τις, οὐδὲν ἀφαιρεθήσεται
6. τῆς μεγάλης πραγματείας· ἐν ᾗ τέτταρα μὲν ἐστὶ βιβλία
7. τῶν τοὺς σφυγμοὺς ἀλλοιούντων αἰτίων, τέτταρα δὲ τῆς ἐξ
8. αὐτῶν προγνώσεως. οὐκ ἀγαθὸν μὲν οὖν ἡ ἀραιότης ἐστὶ
9. τῶν σφυγμῶν, εἴθ’ ὁμαλὴ εἴτ’ ἀνώμαλος εἴη· πολὺ δὲ χείρων,
10. ὅταν διαλείπῃ. γίγνεται γὰρ, ὡς ἐδείχθη, βαρυνομένης τῆς
11. δυνάμεως τῆς ζωτικῆς ὑπὸ πλήθους χυμῶν, ἤ τινων ἀρτηριῶν
12. ἐμπεφραγμένων ὑπὸ πάχους ἢ γλισχρότητος χυμῶν· γίνεται
13. δὲ καὶ διὰ φλεγμονὴν μεγάλην, στενουμένων τῶν ἐν αὐταῖς
14. κοιλοτήτων, ἢ θλίβοντος τινὸς ἔξωθεν ἢ βαρύνοντος ἢ στενοχωροῦντος
15. ὁπωσοῦν. καὶ διὰ τοῦτο κατὰ τὰς ἐπισημασίας
16. μάλιστα γίγνονται πολλοῖς ἀεὶ κατὰ τοὺς σφυγμοὺς ἀνωμαλίαι,
17. πρὸς τὸ βάθος ὑποχωροῦντος τοῦ αἵματος. οὗτοι μὲν
1. οὖν οἱ σφυγμοὶ τὰς ἄρτι εἰρημένας διαθέσεις ἐνδείκνυνται, κατάψυξιν
2. δὲ ἰσχυρὰν ὁ ἀραιός· ὥστ’ ἄλλως μὲν γενόμενος οὐκ
3. ἔστιν ὀλέθριος· ὑπό τε γὰρ τοῦ περιέχοντος ἐν χειμῶνι τοιοῦτοι
4. γίνονται σφυγμοὶ καὶ διὰ τροφὴν ἐν κοιλίᾳ φλεγματωθεῖσαν
5. ἐν ἅπασι τοῖς βουλιμιῶσι· τὸ δ’ ἐπὶ πυρετοῖς οὐκ
6. ἀκινδύνοις ἀραιότητα γενέσθαι σφυγμοῦ σβεννυμένης τῆς ἐμφύτου
7. θερμασίας ἐστὶ σημεῖον. ἔνιοι δὲ τῶν οὕτως διακειμένων
8. ὀρέγονται τροφῆς, καὶ εἰ προσενέγκῃς, ἐσθίουσι προθύμως,
9. ὡς δόξαι τοὺς ὁρῶντας ὑγιεινῶς ἔχειν αὐτούς· ἀπόλλυνταί
10. γε μὴν εὐθέως, ἔνιοι μὲν κατὰ τὸν καιρὸν τῆς ἐπισημασίας
11. ἐν καταφορᾷ γενόμενοι, τινὲς δ’ ἄνευ καταφορᾶς
12. ψυχθέντες σφοδρῶς, οὐκέτι ἐξεθερμάνθησαν. οὐ μόνον δὲ, ὡς
13. ἔφην, τὸ γένος τοῦτο ἀνωμαλίας συμπίπτει κατὰ τὰς εἰσβολὰς
14. τῶν πυρεκτικῶν παροξυσμῶν, ἀλλὰ καὶ τὸ κατὰ μέγεθος
15. καὶ μικρότητα καὶ τάχος καὶ βραδυτῆτα σφοδρότητά τε καὶ
16. ἀμυδρότητα. προσέχειν δ’ ἀκριβῶς ἐν ἅπασιν αὐτοῖς, ὁπότεροι
17. πλείους εἰσίν. εὔδηλον γὰρ ὅτι χαλεπώτερον ἔχουσιν οἱ
18. πλείους τὸν κίνδυνον, οἷον ὅταν ἀμυδροῖς τέτταρσιν ὁ πέμπτος 
1. ἕπηται σφοδρὸς ἤ μετρίως εὔτονος. ἄμεινον γὰρ πολλῷ τέτταρσι
2. σφοδροῖς τὸν πέμπτον παρεμπίπτειν ἀμυδρόν. ὅταν γε
3. μὴν ἐφεξῆς ἀμυδροὶ φαίνωνται πάντες, ἐὰν μὲν ἔν τινι τῶν
4. ἄλλων γενῶν ἢ τισὶν εὑρίσκῃς ἀνωμαλίαν, ἄχρι πολλοῦ ψαῦε
5. τῆς ἀρτηρίας, ἐπιτηρῶν, εἴ που κἂν εἷς φανείη σφοδρός. ὅταν
6. δὲ ὁμαλῶς μοχθηρὸς ὁ σφυγμὸς ἐν ἅπασι τοῖς γένεσιν ᾖ, οὐ
7. πόῤῥῳ θανάτου γίνωσκε τοὺς τοιούτους ἥκοντας· ὁμαλῶς δὲ
8. μοχθηρός ἐστι σφυγμὸς ὅ τ’ ἀμυδρότατος καὶ ὁ πυκνότατος.
9. ὁ μὲν γὰρ τάχιστος οὐδὲ γίγνεταί ποτε μετ’ ἀμυδροτάτου, βραδύτατος
10. δ’ ἅμα καὶ ἀμυδρὸς εἰ γένοιτο, θαυμάζοιμ’ ἂν, εἰ
11. μὴ ψυχροῖς ἤδη τοῖς ἄκροις διακείμενος ὁ ἄῤῥωστός ἐστιν. ὅ γε
12. μὴν ἀμυδρὸς ἅμα καὶ μέγας ἐξ ἀνάγκης μέν ἐστι καὶ μαλακὸς,
13. εἴωθε δὲ ληθάργοις τε καὶ ταῖς ἄλλαις καταφοραῖς συνεῖναι,
14. δι’ ὑγρότητα πολλὴν ἤτοι τῆς γαστρὸς καὶ μάλιστα τοῦ στόματος
15. αὐτῆς ἢ ἐγκεφάλου τοιοῦτος ἀποτελούμενος, ἤ τινος
16. ἄλλου κυρίου μορίου, ἢ καὶ παντὸς τοῦ σώματος. εὐΐατος
17. μὲν οὖν ἐστιν ὁ ἐπὶ γαστρὶ καὶ στομάχῳ, χαλεπώτατος δὲ ὁ
1. διὰ τὸν ἐγκέφαλον ἀμυδρὸς ἅμα καὶ μαλακὸς γιγνόμενος, ἔτι
2. δὲ μᾶλλον ὁ δι’ ὅλην τὴν ἕξιν τοῦ σώματος εἰς οἰδηματώδη
3. διάθεσιν ἀφικνουμένην ἤ τι τῶν κυρίων σπλάγχνων. ἐνίοτε
4. δὲ πολλοῖς ἐφεξῆς ἀραιοῖς εἷς ἕπεται πυκνὸς, ἢ τεταγμένος ἢ
5. ἄτακτος. καὶ γίνεται πολλάκις ὁ τοιοῦτος σφυγμὸς, ὃν ἰδίως
6. ὀνομάζομεν παρεμπίπτοντα, κατὰ τὸν ἐναντίον τρόπον τῷ
7. διαλείποντι συνιστάμενος. ἐκεῖνος μὲν γὰρ ἐκτεινομένης τῆς
8. ἀραιότητος, οὗτος δὲ συστελλομένης γίγνεται τῆς πυκνότητος·
9. καὶ ὅταν γε μετὰ σφοδρότητος τοιοῦτος γένηται, κρίσιμόν
10. ἐστι σημεῖον. ἄκουε δέ μου κρίσιν ἐν ἅπασι τοῖς τοιούτοις
11. λόγοις ὀξύῤῥοπον ἐν νόσῳ μεταβολὴν, οὐκ ἐξάπαντος
12. εἰς ἀγαθὸν τελευτῶσαν, γίγνεται δὲ ἡ τοιαύτη κρίσις ἤτοι δι’
13. ἐκκρίσεως ἢ ἀποσκήματος. ἥντινα κρίσιν ἐξ ἄλλων σημείων
14. διαγνώσῃ τῶν ἐν τοῖς περὶ κρίσεων εἰρημένοις, εἴτε τῶν ἀγαθῶν
15. ἐστὶ, εἴτε τῶν μοχθηρῶν. οὗτοί τε οὖν ἅπαντες οἱ
16. σφυγμοὶ κατὰ τὰς ἐπισημασίας γίγνονται καὶ τῶν κατὰ μίαν
17. διαστολὴν τῆς ἀρτηρίας ἔνιοι. περὶ ὧν ἤδη λεγέσθω.

Cliquer un n° de page pour en afficher l’image