Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 18, ed. Kühn, 1825, vol. 9, p. 483-486. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:18

1. Τῶν ἀνωμάλων διαστολῶν τῆς ἀρτηρίας
2. ἔνιαι μὲν ἡσυχίᾳ διακοπτομένην ἔχουσι τὴν κίνησιν, ἔνιαι δὲ
3. συνεχῆ μὲν, οὐχ ὁμοιομερῆ δέ. περὶ πρώτης οὖν ἐρῶ τῆς
4. ἡσυχίᾳ διακοπτομένης. καὶ γὰρ καὶ σαφὴς ἡ διάγνωσις αὐτῆς
5. ἐστι, παντὸς οὑτινοσοῦν, εἴ γε μὴ παντάπασιν ὀνώδης
6. εἴη, δυναμένου γνωρίζειν, ὅταν ἐν τῷ διαστέλλεσθαι στῆναι
7. βραχὺ συμβῇ τὴν ἀρτηρίαν, εἶθ’ οὕτως προσθεῖναι τὸ λοιπὸν
8. τῆς διαστολῆς· ὅπερ ἐν μικροῖς ἢ ταπεινοῖς σφυγμοῖς οὐ δύναται
9. γενέσθαι. δῆλον οὖν ἐστιν ἐξ αὐτοῦ τοῦδε μήτε τὸν
10. χρόνον τῆς διαστολῆς ἐκλελύσθαι μήτε τὴν δύναμιν ἀῤῥωστεῖν,
11. ἐν αὐτῷ γε τούτῳ μόνῳ τῷ νῦν εἰρημένῳ τῆς εἰς τὸ
12. παρὰ φύσιν ἐκτροπῆς γενομένης. ὅπερ οὐχ ἥκιστα κἀπὶ τῶν
13. ἄλλων ἁπάντων μεμνῆσθαί σε χρή. κατὰ γὰρ τὸ διδασκόμενον
14. ἑκάστοτε μόνον ἡ διάγνωσίς τε καὶ πρόγνωσις γίνεται,
15. τῶν ἄλλων ἁπάντων ἐχόντων κατὰ φύσιν ἢ μικρὰν πάνυ μεταβολὴν
16. ἐσχηκότων· αὐτίκα γέ τοι τὸ νῦν ἡμῖν εἰρημένον
17. ἀληθές ἐστιν, ὅταν ὁ χιτὼν τῆς ἀρτηρίας κατὰ φύσιν ἔχῃ.
18. μαλακοῦ γὰρ ἀμέτρως αὐτοῦ γενηθέντος, ὁποῖος ἐν ληθάργοις
1. καί τισιν ἄλλαις φαίνεται καταφοραῖς, οὐκ ἔστιν ἀληθὲς
2. ὑπὸ ῥώμης τε καὶ δυνάμεως ἀποτελεῖσθαι τὸν μέγιστον σφυγμὸν,
3. καὶ τῆς χρείας ἤτοι αὐξανομένης ἢ μειουμένης γε πάντως.
4. εἰ μὲν γὰρ ὑπὸ δυοῖν τοῦτ’ ἐγένετο μέγας σφυγμὸς, αὐξήσεως
5. χρείας καὶ ῥώμης δυνάμεως, οὐδεμιᾶς ἂν ἔδει προσθεῖναι τῷ
6. λόγῳ· νυνὶ δὲ, ἐπειδὴ προσεπισκέπτεσθαι χρὴ τὸν χιτῶνα
7. τῆς ἀρτηρίας, οὐκ ἀληθὴς ὁ λόγος ἔσται λεγόμενος ἁπλῶς.
8. μεμνῆσθαι γάρ σε χρὴ τῶν εἰρημένων ἐν τῷ πρώτῳ τῶν ἐν
9. σφυγμοῖς αἰτίων, ὃ πολλάκις ἀναγινώσκειν προσήκει, τὰ θεμέλια
10. τῆς περὶ σφυγμῶν ἁπάσης θεωρίας ἐχόντων· ὧν χωρὶς
11. οὐδὲν τῶν ἄλλων δύναται συστῆναί τε καὶ γνωσθῆναι. τὰς
12. γὰρ ὡς ἂν εἴποι τις αἰτίας συνεκτικὰς ἢ προσεχεῖς τῶν σφυγμῶν
13. τῆς γενέσεως, ἐν τρισὶ τούτοις γένεσιν οὔσας ἔδειξα, τῇ
14. χρείᾳ δι’ ἣν αἱ ἀρτηρίαι κινοῦνται, τῇ κινούσῃ δυνάμει, τῷ
15. χιτῶνι. τὰ γὰρ ἄλλα πάντα, ὅσα τοὺς σφυγμοὺς ἀλλοιοῖ,
16. διὰ τούτων μέσων ἐργάζονται τὴν μεταβολήν. ὅταν μὲν οὖν
17. ὁ χιτὼν τῆς ἀρτηρίας κατὰ φύσιν ἔχῃ, κατὰ δὲ τὴν διαστολὴν
18. ἡσυχία τις γενομένη τὴν ἀνωμαλίαν ἐργάζηται, ῥώμη τε δυνάμεως
1. ἐστὶ καὶ χρεία διαστολῆς μεγάλης. ἐδείχθη δὴ χρεία τῆς
2. τῶν σφυγμῶν γενέσεως αὐξανομένη διὰ πλῆθος θερμασίας,
3. ἢ κένωσιν πνεύματος ψυχικοῦ. κενοῦται δὲ τοῦτο τοῖς γυμναζομένοις
4. εἰς ὑπηρεσίαν τῶν κατὰ τοὺς μῦς κινήσεων. ὅταν
5. οὖν, ὡς ἔφην, ἥ τε χρεία τῆς τῶν σφυγμῶν γενέσεως αὐξηθῇ δι’
6. ἥντινα αἰτίαν, ἥ τε κατὰ τὴν καρδίαν δύναμις ἡ τὰς ἀρτηρίας
7. κινοῦσα κατὰ τὸν ἑαυτῆς λόγον ἐῤῥωμένη (διαμένῃ e margine),
8. βαρύνηται δ’ ὑπὸ πλήθους χυμῶν ἢ πάχους ἐμφράττοντος ἢ
9. θλίβοντος τὰς ἀρτηρίας μεγάλως, αἱ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαι
10. γίνονται, διακοπτούσης ἡσυχίας τὸ συνεχὲς τῆς διαστολῆς.
11. ἔνθα δή σε προσέχειν ἀκριβῶς ἀξιῶ τοῖς δύο μέρεσι
12. τῆς κινήσεως, ἐπισκοπούμενον ἑαυτῷ ἀμυδρότητά τε καὶ σφοδρότητα
13. καὶ τάχος καὶ βραδυτῆτα. γίνονται μὲν γὰρ θ΄ διαφοραὶ
14. καθ’ ἑκάτερον τούτων, ὡς κἀν τῷ πρώτῳ τῆς περὶ
15. τῶν σφυγμῶν διαφορᾶς ἔμαθες. ἐνδείκνυται δὲ πρὸς τοῖς
16. κατὰ τὰς διαθέσεις εἰρημένοις, ὅπως ἡ ζωτικὴ δύναμις ἔχει.
17. ἀῤῥώστων μὲν γὰρ ἀμφοτέρων τῶν κινήσεων οὐσῶν ἐν τοῖς
18. σφυγμοῖς, ἔσχατος κίνδυνος· εὐῤῥώστων δὲ, σωτηρίας ἐλπίς. 
1. εἰ δ’ ἀμφότεραι μέσως πως ἔχοιεν εὐῤῥωστίας τε καὶ ἀῤῥωστίας,
2. ἐν τῷ μέσῳ δηλοῦσι καθεστάναι τὸν ἄνθρωπον ὀλέθρου
3. τε καὶ σωτηρίας· ἐὰν δὲ, τῆς προτέρας κινήσεως ἀμυδρᾶς
4. οὔσης, ἡ μετὰ τὴν ἡσυχίαν εὔῤῥωστος φαίνηται, χεῖρον
5. μὲν τοῦτο τοῦ τὰς δύο κινήσεις ἰσχυρὰς ὑπάρχειν, ἧττον δὲ
6. χεῖρον ἀμυδρῶν οὐσῶν. εἰ δ’ ἔμπαλιν τοῦδε φαίνοιτο, τῆς
7. προτέρας οὔσης ἰσχυρᾶς, ἡ μετὰ ταύτην ἄτονος, οὐκ ἀγαθόν·
8. βέλτιον γάρ ἐστι τὴν δευτέραν κίνησιν ἀμείνονα φαίνεσθαι
9. τῆς προτέρας.

Cliquer un n° de page pour en afficher l’image