Galenus. Synopsis librorum suorum sedecim de pulsibus (Synopsis libr. suor. de puls.) [n° 066 Fichtner] [GalLat]

Σύνοψις περὶ σφυγμῶν ἰδίας πραγματείας
Synopsis des livres sur le pouls
Synopsis on the Pulse (Syn. Puls.)
Synopsis librorum suorum de pulsibus, 1825, vol. 9, p. 431-533. urn:cts:greekLit:tlg0057.tlg063.verbatim-lat1
Pino Campos, 2005 (spa).

Synopsis librorum suorum de pulsibus, 20, ed. Kühn, 1825, vol. 9, p. 488-490. urn:cts:greekLit:tlg0057.tlg063.1st1K-grc1:20

8. Ἀποβλέπειν οὖν σε χρὴ πρὸς ἀμφοτέρας τὰς
9. διαφορὰς, καὶ σκοπεῖσθαι τῷ νῷ τὰς ἐπιπλοκὰς αὐτῶν. ἔσθ’
10. ὅτε γὰρ ἡ μὲν κατὰ βραδυτῆτα καὶ τάχος συζυγία χαλεπὴ γίνεται,
11. βελτίων δὲ ἡ κατὰ ῥώμην τε καὶ ἀῤῥωστίαν. ἐκ τῆς
12. τοιαύτης οὖν ἐπιπλοκῆς καὶ ὁ δορκαδίζων ὀνομαζόμενος γίνεται
13. σφυγμός. ἐφ’ οὗ τὸ δεύτερον μόριον τῆς κινήσεως εὐτονώτερόν
14. τε καὶ θᾶττόν ἐστι τοῦ προτέρου. καὶ εἴη ἂν
15. οὗτος ὁ μετριώτατος τῶν διακοπτομένων ἡσυχίᾳ κατὰ τὴν
16. διαστολὴν τῶν τῆς ἀρτηρίας σφυγμῶν, καὶ ὅταν γε αὐτῷ
17. συνέλθῃ πέψις τις νοσήματος, ἐπαγγέλλεται κρίσιν ἀγαθήν.
18. ὥσπερ δὲ τὰς κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ
1. τάχος καὶ βραδυτῆτα συζυγίας ἐπισκοπεῖσθαι κατὰ τοὺς
2. τοιούτους σφυγμοὺς ἀναγκαιότατόν ἐστιν εἰς πρόγνωσιν, οὕτως
3. καὶ τὴν κατὰ μέγεθός τε καὶ ὕψος. ὅτι μὲν γὰρ οὐκ ἐνδέχεται
4. τῶν ταπεινῶν εἶναι σφυγμῶν τὸν ἡσυχίᾳ διακοπτόμενον,
5. εἴρηται πρόσθεν. εἰς ὅσον δ’ ὕψους ἥκει, σκοπεῖσθαι
6. προσήκει. δύναται γάρ τις ἀποκεχωρηκέναι μὲν τῶν ταπεινῶν,
7. ἔτι δὲ μέσος ὑπάρχων ἢ ὑψηλότερος τοῦ μέσου βραχὺ, μὴ
8. μέντοι τέλεον ἔχων ὕψος. ὅπερ ἂν ἔχῃ, πάντως ἐπαγγέλλεται
9. πρὸς κρίσιν ἐξορμᾶν τὴν φύσιν. οὐ μὴν ἀγαθήν γε πάντως
10. ἔσεσθαι δηλοῖ τὴν κρίσιν ταύτην, ἐὰν μὴ καὶ τοὺς ἄλλους
11. ῥυθμοὺς ἔχῃ τὸ νόσημα πρὸς ἀγαθὴν κρίσιν, οὓς ἐν τῷ περὶ
12. κρίσεων εἴπομεν. ἐν οἷς ἐστιν ὁ μέγιστός τε καὶ ἀσφαλέστατος
13. σκοπὸς ἀπὸ τῆς τοῦ νοσήματος πέψεως λαμβανόμενος· μετ’
14. αὐτὸν δὲ ὁ ἀπὸ τῆς ῥώμης τοῦ κάμνοντος. δύο δὲ τούτους
15. ἔμαθες ἔχειν σκοποὺς ἐν ταῖς περὶ σωτηρίας καὶ θανάτου προγνώσεσιν,
16. εὐῤῥωστίαν δυνάμεως καὶ πέψιν νοσήματος. ἀκινδυνότατα
17. μὲν γὰρ οἱ κάμνοντες ἔχουσιν, ἔνθα ταῦτ’ ἐστὶν
1. ἄμφω· ὀλεθριώτατα δὲ, ἔνθα μηδ’ ἕτερον· ἐν τῷ μέσῳ δ’,
2. ὅταν θάτερον. αἱ δὲ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον αὐτῶν συζυγίαι
3. καὶ τὴν ἐλπίδα τῆς σωτηρίας ἢ τὴν τοῦ θανάτου προσδοκίαν
4. αὐξάνουσί τε καὶ μειοῦσιν. ὅπερ οὖν ἔλεγον, ὡς εἰς
5. ἀμυδρότητα καὶ σφοδρότητα καὶ τάχος καὶ βραδυτῆτα τῶν
6. μερῶν τῆς κινήσεως ἐν τοῖς τοιούτοις σφυγμοῖς σε βλέπειν ἐστὶ
7. χρήσιμον, οὕτως καὶ τὸ μέγεθος αὐτῶν ὁρᾶν καὶ τὴν μικρότητα,
8. καὶ μᾶλλόν γε ταπεινότητά τε καὶ ὕψος, εἰ καὶ μὴ
9. χωρὶς τῶν ἄλλων διαστάσεων γένοιντο. διὰ τοῦτο οὖν οὐδ’
10. ἐν ταῖς καταψυχούσαις ἱκανῶς εἰσβολαῖς τῶν παροξυσμῶν οἱ
11. τοιοῦτοι φαίνονται σφυγμοί· ταπεινοῦνται γὰρ ἐν τούτῳ τῷ
12. καιρῷ καὶ σμικρύνονται. τὰ μὲν οὖν ἐπείγοντα πρὸς τὰ τῆς
13. τέχνης ἔργα τοῖς τὰς διεξόδους ἀναγινώσκουσιν εἴρηται.

Cliquer un n° de page pour en afficher l’image